- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:565.30-566.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提乌斯论述了伴随更大快乐的活动如何排斥其他活动,并通过潜心几何学以及赛马场观众的反应(观看赛马主力赛事与中场低劣选手的差异)为例,说明快乐依循活动种类的不同而在种上互异。
καὶ ἐπὶ τούτου δὴ εἰ μᾶλλόν ἐστι φιλόκαλος ἢ φιλόμουσος ἡ ἀπὸ τοῦ ὁρᾶν τὸ καλὸν ἐγγινομένη ἡδονὴ ἐκκρούει καὶ ἀπωθεῖται τὴν ἐκ τῆς κιθαρίσεως ἡδονήν, ὥστε ἑτέρα ἐστὶν ἡ ἐπὶ τῇ ὁράσει ἐγγινομένη χαρὰ τῆς ἐπὶ τῇ κιθαρῳδίᾳ χαρᾶς· κἂν μὲν βραχύ τι διαφέρωσιν ἀλλήλων αἱ ἐνέργειαι, βραχὺ διαφέρουσι καὶ αἱ ἀπ’ αὐτῶν ἡδοναί, εἰ δὲ μακρῷ διαφέρουσιν, ἀνάλογον ἕξουσι τὴν διαφορὰν καὶ αἱ ἡδοναί. ἐκκρούει οὖν ἡ μᾶλλον ἡδίων ἐνέργεια1 τὴν ἧττον ἡδεῖαν οὕτως, ὥστε μηδὲ θέλειν τὸν φιλόμουσον ἀφορᾶν εἰς τὸ καλὸν ἢ τὸν φιλόκαλον κατακούειν τοῦ κιθαρῳδοῦντος. τοῦτο δὲ πάντως συμβαίνει διὰ τὸ συνῳκειῶσθαι ἑκάστῃ ἐνεργείᾳ ἡδονὴν καὶ εἶναι ἄλλην ἡδονὴν ἄλλῃ ἐνεργείᾳ ἰδίαν καὶ ἑτέραν ἑτέρᾳ καὶ διαφέρειν κατὰ τὰς ἐφ’ αἷς ἐγγίνονται ἐνεργείας. διὸ χαίροντες ὁτῳοῦν σφόδρα οὐ πάνυ δρῶμεν ἕτερα, διὰ τὸ ταῖς ἑτέραις τῷ εἴδει ἐνεργείαις οἰκείας ἕπεσθαι ἡδονὰς καὶ ἄλλην ἡδονὴν ἄλλης ἐνεργείας ἰδίαν εἶναι, ὡς ἀνθρώπου μὲν τὸ γελαστικόν, ἵππου δὲ τὸ χρεμετιστικόν. ὅταν χαίρῃ τις τῷ γεωμετρεῖν, οὐδ’ ὅλως ἕτερόν τι δρᾷ ἀλλὰ μόνης ἀντέχεται τῆς γεωμετρίας. ὀρεγόμενοι γὰρ τῆς τοιᾶσδε ἡδονῆς ἐνεργοῦμεν οὐκ ἄλλην τινὰ ἐνέργειαν ἀλλ’ ἐκείνην, ᾗ ἂν οἰηθῶμεν ἕπεσθαι τὴν τοιαύτην ἡδονὴν ἐξ ἀνάγκης. ὥσπερ γὰρ τῳδὶ μὲν τῷ σώματι ἴδιός ἐστιν ὅδε ὁ χυμὸς καὶ ἥδε ἡ ὀσμή, ἄλλῳ δὲ ἄλλος χυμὸς καὶ ἄλλη ὀσμή, οὕτω καὶ τῇδε μὲν τῇ ἐνεργείᾳ συνῳκείωται ἥδε, τῇδε δὲ ἥδε ἡ ἡδονή. ὅταν οὖν, ὡς εἴρηται, χαίρῃ τις περί τι σφόδρα, ἄλλο τι δρᾶν οὐ βούλεται. εἰ δὲ συμβαίη ποτὲ καὶ ἄλλο τι δρᾶν, ἀλλ’ ἠμελημένως πάμπαν ἐνεργεῖ περὶ ἐκεῖνο.2 ὅτι δὲ ὅταν τις περί τι χαίρῃ σφόδρα ἕτερόν τι δρᾶν οὐ βούλεται, δηλοῖ τὸ συμβαῖνον ἐν ταῖς ἱπποδρομίαις. οὐδεὶς γὰρ τῶν θεατῶν ἀγωνιζομένων τῶν ἡνιόχων ἄλλο τι πράττει, ἀλλ’ ἐκείνοις πάνυ προσέχουσι διὰ τὸ σφόδρα χαίρειν τοῖς τῶν ἵππων δρόμοις, καὶ ταῖς τότε τῶν ἡνιόχων ἐνεργείαις, ὅταν δὲ τοὺς ἑπτὰ ἀνύσωσι διαύλους καὶ οὗτοι μὲν ἡσυχάζωσι, φαῦλοι δέ τινες ἀγωνίζονται, ὁποῖοί εἰσιν οἱ παλαίοντες καί τινες τοιοῦτοι, τότε οἱ μὲν πρὸς ἀλλήλους διαλέγονται, οἱ δὲ τραγηματίζουσιν· οὐ γὰρ χαίρουσι τῷ τῶν παλαιόντων ἀγῶνι. τραγήματα δέ εἰσιν οἱ ταγηνῖται ἐρέβινθοι καί τινα ἕτερα τοιαῦτα. τότε οὖν, φησίν, αὐτὸ δρῶσιν, ἤτοι τότε τραγηματίζουσιν, ὅταν ὦσιν οἱ ἀγωνιζόμενοι φαῦλοι.
而在这种情形下,如果某人比起爱乐更是一个爱美者,那么因注视美好事物而产生的快乐就会排除并驱散来自弹奏基萨拉琴的快乐,因此伴随视觉产生的喜悦有别于伴随基萨拉琴歌唱而产生的喜悦。若诸活动彼此之间差异微小,来自它们的快乐也差异微小;若诸活动差异巨大,快乐也将具有相应的差异。因此,更为令人愉悦的活动以这样一种方式排除了较少令人愉悦的活动,以至于爱乐者甚至不愿转顾美好事物,爱美者也不愿倾听基萨拉琴演唱者。而这一切完全是因为某种快乐固有地结连于每一种活动,并且某种快乐特属于某种活动而另一种快乐特属于另一种活动,快乐依据其所由以产生的活动而有所差异。因此,当我们极度喜乐于任何事情时,我们几乎完全不做别的事,这是因为在种上相异的诸活动伴随着固有的快乐,而不同的快乐特属于不同的活动,正如会笑特属于人、会嘶鸣特属于马一样。当有人喜乐于从事几何学时,他全然不做任何别的事,而是一心执着于几何学。因为由于欲求这样一种快乐,我们所从事的绝不是任何别的活动,而是我们认为必然伴随此种快乐的那个活动。正如这一味道和这一气味特属于这一物体,而另一种味道和另一种气味特属于另一种物体一样,这一快乐也固有地结连于这一活动,而那一快乐固有地结连于那一活动。因此正如所说,每当有人在某件事上得到极大喜乐时,他就不愿做别的事。即使有时碰巧也做了别的事,他对于那件事的活动也完全是漫不经心的。而每当有人在某件事上得到极大喜乐时便不愿做别的事,这一点在赛马中所发生的情形便可显明。因为在御者们竞赛时,观众中没有一人在做别的事,反而全身心专注于他们,因为他们极度喜乐于马匹的疾驰以及御者们当时的活动;然而,当他们跑完七次往返赛程而歇息,换由一些低劣的选手竞赛时——诸如摔跤者及此类人员——此时一些人便相互攀谈,另一些人则吃起茶食点心;因为他们并不喜乐于摔跤者的竞赛。所谓茶食点心,就是炒鹰嘴豆和某些其他此类食物。「因此,那时」他说,「他们做此事」——即那时他们吃起茶食点心——「每当竞赛者低劣时」。
- 9.27ἡ μᾶλλον ἡδίων ἐνέργεια
这是重叠比较级(pleonastic comparative)结构,副词 μᾶλλον(“更加”)冗赘地修饰本已是比较级的形容词 ἡδίων(“更为愉悦的”)。该构词旨在强化比较的程度,意为“更为更加令人愉悦的活动”。
- 9.27ἀλλ’ ἠμελημένως πάμπαν ἐνεργεῖ περὶ ἐκεῖνο
连词 ἀλλά 被置于条件从句 εἰ δὲ συμβαίη ποτὲ καὶ ἄλλο τι δρᾶν(“即使有时碰巧也做了别的事”)之后的主句(归结句)句首。这是归结性 ἀλλά(apodotic ἀλλά)的用法,用来对条件句所作的让步或假定引入强烈的转折与限制(“然而仍旧”、“即便如此也还是”)。
