← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§564.34-565.30

活动的相互阻碍与各固有快乐的种差

欧斯特拉提奥斯阐释了亚里士多德关于快乐因活动不同而在种上相异的论证(1175b1),指出某类活动的固有快乐绝不可能产生于另一活动之上,并说明不同活动的快乐会彼此阻碍甚至破坏,从而证明快乐并非同种。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.27#1

" Ἔτι δὲ τοῦτο μᾶλλον φανείη ἂν ἐκ τοῦ τὰς ἀφ’ ἑτέρων ἡδονὰς ἐμποδίους ταῖς ἐνεργείαις εἶναι." Τὸ μὴ πᾶσαν ἡδονὴν εἶναι οἰκείαν πάσῃ ἐνεργείᾳ ἀλλ’ ἄλλην ἡδονὴν συνῳκειῶσθαι ἄλλῃ ἐνεργείᾳ καὶ διὰ τοῦτο ἀνάγκη ὁμοίως ταῖς ἐνεργείαις καὶ ταύτας ἀλλήλων κατ’ εἶδος διαφέρειν δῆλόν ἐστι1 πρῶτον μὲν ἐκ τοῦ μὴ δύνασθαι τὴν ἐπ’ ἄλλῃ τινὶ ἐνεργείᾳ ἡδονὴν ἐπ’ ἄλλῃ τινὶ ἐνεργείᾳ γενέσθαι· τῷ γὰρ σωφρόνως ζῶντι καὶ κατὰ σωφροσύνην ἐνεργοῦντι καὶ τὰ σωφρονικὰ πράττοντι οὐκ ἐπιγίνεται τῇ αὑτοῦ τοιαύτῃ ἐνεργείᾳ ἡ ἐκ τοῦ ἀκολασταίνειν ἡδονή· ἀδύνατον γὰρ τὸν σωφρόνως ζῶντα ἡσθῆναι τὴν τοῦ ἀκολάστου ἡδονήν, καὶ ὅλως τὸν μὴ προσομιλοῦντα γυναικὶ τὴν τοῦ προσομιλοῦντος· ὥστε ἄλλη μέν ἐστιν ἡδονὴ ἡ συνῳκειωμένη τῇ τοῦ σώφρονος ἐνεργείᾳ καὶ ἄλλη ἡ τοῦ ἀκολασταίνοντος· εἰ δὲ μὴ ἦσαν αἱ ἡδοναὶ ἕτεραι ὥσπερ καὶ αἱ ἐνέργειαι ἀλλ’ αἱ αὐταί, τί τὸ κωλῦον ἦν2 τὰς μὲν τοῦ ἀκολάστου ἐνεργείας φεύγειν τὸν σώφρονα ὡς φευκτάς, τὰς δὲ ἡδονὰς διώκειν ὡς τὰς αὐτὰς αὐταῖς οὔσας καὶ ὁμοειδεῖς ταῖς τῶν σωφρόνων ἡδοναῖς; πρῶτον μὲν δὴ ἐκ τούτου δῆλον, ὅτι ἑκάστῃ ἐνεργείᾳ συνῳκείωταί τις ἡδονὴ καὶ ὅτι διαφέρουσιν ἀλλήλων ἐπίσης ταῖς ἐνεργείαις, δεύτερον δὲ ὃ καὶ αὐτὸς Ἀριστοτέλης λέγει ἐκ τοῦ τὰς ἐπ’ ἄλλαις ἐνεργείαις ἡδονὰς ἐμποδίζειν τὰς ἐπ’ ἄλλαις γινομένας. οἱ γὰρ φίλαυλοι, ὅταν ἀκούωσιν αὐλοῦντος τινος, οὐ προσέχουσι τῷ τότε εἰ τύχοι μυθολογοῦντι, ἀλλὰ καὶ μᾶλλον φεύγουσι τὴν ἀπὸ τοῦ μυθολογοῦντος ἡδονὴν ὡς ἐμποδίζουσαν τῆς ἀπὸ τοῦ αὐλεῖν ἡδονῆς,3 ὥσπερ δὴ καὶ ἔμπαλιν οἱ φιλόμυθοι ἀνίλλονται καὶ ἀηδῶς διάκεινται πρὸς τὴν ἐκ τοῦ αὐλεῖν ἐγγινομένην ἡδονὴν τοῖς χαίρουσιν αὐτῇ. εἰ οὖν ἡ γινομένη ἐπὶ τῷ αὐλεῖν ἡδονὴ ἐμποδίζει τὴν γινομένην ἐπὶ τῷ διηγεῖσθαι μύθους καὶ αὕτη ἐκείνην, δῆλον ὅτι ἕτεραί εἰσι καὶ οὐχ ὁμοειδεῖς, ὥσπερ καὶ ἡ αὔλησις καὶ ἡ τῶν μύθων διήγησις, ἐφ’ αἷς αἱ ἡδοναί. ἀλλὰ καὶ ἐκ τοῦ φθαρτικὰς ἀλλήλων εἶναι, πιστεύσειεν ἄν τις ὡς οὐκ εἰσὶν ὁμοειδεῖς. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει, ὅταν ἅμα περὶ δύο ἐνεργῇ· καὶ ὁ ἀκούων αὐλοῦντος καὶ μυθολογοῦντος περὶ δύο ἐνεργεῖ. εἰ γὰρ νῦν δύο τινὲς ὄντες, ὁ μὲν αὐλῶν, ὁ δὲ μύθους διεξιών, ἄλλος δέ τις τρίτος ἀκούων ἀμφοτέρων, οὗτος ὁ ἀκούων περὶ δύο ἅμα ἐνεργεῖ. ἀλλὰ κἄν τις νῦν ὅτε ὁρᾷ τόδε τι καλὸν ὂν ἅμα καὶ κιθαρίζοντος ἀκούῃ, περὶ δύο καὶ οὗτος 〈ἅμα〉 ἐνεργεῖ.

“此外,这一点从源自其他事物的快乐成为诸活动的阻碍也可以更加显明出来。” 并非所有快乐都固有于每一种活动,而是不同的快乐固有地结连于不同的活动,因此这些快乐也必然像诸活动一样在种上相互不同,这一点首先显明于:伴随着某一活动的快乐不可能产生于另一活动之上。因为对于节制地生活、依照节制去活动并且践行节制行为的人来说,放荡行为所带来的快乐绝不会伴随他自己的这种活动而产生;因为节制地生活的人绝不可能享乐于放荡者的快乐,一般来说未与女子亲近的人也绝不可能享乐于与之亲近者的快乐。因此,固有地结连于节制者的活动的快乐是一种,而放荡者的快乐则是另一种。假若诸快乐并不像诸活动那样各不相同而是相同的,那么又有什么能阻碍节制者把放荡者的活动作为应当规避之物予以规避,却把其快乐作为与节制者们的快乐相同且同种之物而予以追求呢?因此,首先由此显明,某种快乐固有地结连于每一种活动,并且诸快乐相互之间的差异与诸活动的差异完全对等;其次,正如亚里士多德本人所说,显明于伴随其他活动的快乐会阻碍产生于另一些活动之上的快乐。因为喜爱阿夫洛斯管的人们,每当听见有人吹奏管乐时,就不会去注意当时碰巧在讲故事的人,反而宁可规避来自讲故事者的快乐,因其阻碍了来自吹管的快乐;正如反过来,喜爱故事的人们也会转过脸去,对那些以此为乐者因吹管而产生的快乐抱有厌恶之情。因此,如果产生于吹管之上的快乐阻碍产生于讲述故事之上的快乐,而后者又阻碍前者,那么显而易见的是,正如吹奏管乐与讲述故事——即诸快乐所由以产生的活动——互不相同一样,诸快乐也是互不相同且不同种的。而且从它们彼此具有破坏性这一点来看,人们也会确信它们并非同种。当有人同时就两件事进行活动时,在其他情形中同样也会发生这种现象;听管乐吹奏者和讲故事者两者的人,也是在就两件事进行活动。因为假定现在有两个人,一个在吹管,另一个在讲述故事,而另有第三个人在倾听两者,那么这个倾听的人就是在同时就两件事进行活动。即使有人在正注视着某个美好事物的同时,也聆听着弹奏基萨拉琴的人,这个人同样也是在同时就两件事进行活动。

语法注3 条
  1. 9.27Τὸ μὴ πᾶσαν ἡδονὴν εἶναι ... δῆλόν ἐστι

    句首带冠词的不定式短语 Τὸ μὴ πᾶσαν ἡδονὴν εἶναι οἰκείαν πάσῃ ἐνεργείᾳ ἀλλ’ ἄλλην ἡδονὴν συνῳκειῶσθαι ἄλλῃ ἐνεργείᾳ καὶ διὰ τοῦτο ἀνάγκη [εἶναι] ... 构成整个句子的主语,在结构上大幅前置于谓语部分 δῆλόν ἐστι πρῶτον μὲν ...,形成长距离的倒置。

  2. 9.27τί τὸ κωλῦον ἦν

    此处未完成过去时 ἦν 带有反事实假定的虚拟语气含义,构成修辞性反问(“有什么能阻碍……呢?”即“本不该有任何阻碍”),并统辖一个带宾格主语的动词不定式结构(τὸν σώφρονα 为不定式 φεύγειν 与 διώκειν 的逻辑主语)。

  3. 9.27ἐμποδίζουσαν τῆς ἀπὸ τοῦ αὐλεῖν ἡδονῆς

    分词 ἐμποδίζουσαν 在此处支配了属格(τῆς ... ἡδονῆς),而非更常见的宾格或与格。此处的属格起到了分离属格的作用,表达阻碍并剥夺某种快乐之意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:564.34-565.30