← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§563.28-564.33

快乐的自然目的与因活动而异的种差

厄斯特拉提奥斯从活着与繁衍中快乐的自然目的出发,进一步论证快乐是为了活动而存在的;随后从生命与快乐不可分离的关联出发,结合固有快乐促成对应活动增长的现象,论证了诸快乐亦随活动之不同而在种上有别(对Bekker 1178a18–1175a29的注疏)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.26#2

ἀλλὰ καὶ αὐτὸ τὸ ζῆν ἐνέργειά τίς ἐστιν. ἡ ἡδονὴ ἄρα διὰ τὴν ἐνέργειαν καὶ οὐκ ἔμπαλιν. ἀλλὰ καὶ τὴν ἐπιγινομένην τοῖς ἀφροδισίοις ἡδονήν, εἴ τις φυσικῶς ἐξετάζει, οὐκ ἄλλου χάριν εὑρήσει παρεσπαρμένην ἢ τῆς τεκνοποιίας, ὅπως ὑπὸ τῆς ἡδονῆς παραπεμπόμενα τὰ ζῷα μὴ ὀκνῇ πρὸς τὸν συνδυασμόν, ὃς αἴτιος τῆς κατ’ εἶδος τοῖς ζῴοις διαμονῆς.1 εἰ δὲ φανερῶς ἐπὶ τούτοις τοῖς ζῴοις γίνονται αἱ ἡδοναὶ τῶν ἐνεργειῶν χάριν, καὶ ἐπὶ τῶν ἄλλων δηλονότι τῶν κατὰ φύσιν ἐνεργειῶν εὔλογον οὕτως ἔχειν. ἀλλὰ περὶ τῆς ζητήσεως, φησί, ταύτης ἀφείσθω. φαίνεται δ’ οὖν συνεζεῦχθαι ταῦτα, καὶ οὔτε τὸ κατὰ φύσιν ζῆν καὶ ἐνεργεῖν κεχώρισται τῆς ἡδονῆς οὔθ’ ἡ ἡδονὴ τούτων. ὅθεν δοκοῦσι καὶ τῷ εἴδει διαφέρειν. τὰ γὰρ ἕτερα τῷ εἴδει ὑφ’ ἑτέρων οἰόμεθα τελειοῦσθαι. τῶν ἐνεργειῶν ἑτέρων τῷ εἴδει οὐσῶν, ἀνάγκη καὶ τὰς ἡδονάς, αἳ τελειοῦσιν αὐτάς, ἑτέρας εἶναι τῷ εἴδει. ὅθεν φησί, τουτέστιν ἐκ τοῦ συνεζεῦχθαι τὰς ἡδονὰς ταῖς ἐνεργείαις καὶ ἅμα σὺν αὐταῖς εἶναι καὶ μὴ εἶναι.2 ὅτι δὲ τὰ ἕτερα τῷ εἴδει ὑφ’ ἑτέρων τελειοῦνται, οὐκ ἄδηλον. τίς γὰρ ἀγνοεῖ ὅτι ἄλλη μέν ἐστιν ἡδονή, ᾗ χαίρει ὁ οἰκοδομῶν, καὶ ἑτέρα, ᾗ γέγηθεν ὁ μουσικός; ὅτι δὲ καὶ αἱ ἐνέργειαι ἕτεραί εἰσι, καὶ τοῦτο πρόδηλον, εἴπερ αἱ μέν εἰσιν αἱρεταί, αἱ δὲ φευκταί. τὰ δὲ αἱρετὰ καὶ φευκτὰ ἕτερα τῷ εἴδει. ἕξουσι τοίνυν αἱ ἡδοναὶ τὴν αὐτὴν ταῖς ἐνεργείαις πρὸς ἀλλήλας διαφοράν. εἰ δὲ τοῦτο, οὐχ ὁμοειδεῖς εἰσι πᾶσαι αἱ ἡδοναί. εἰπὼν δὴ ὅτι τὰ ἕτερα ὑφ’ ἑτέρων τελειοῦνται, πιστοῦται τοῦτο καὶ ἀπὸ τῶν φυσικῶν καὶ ἀπὸ τῶν τεχναστῶν. ἄλλο γὰρ τέλος τῆς τοῦ φυτοῦ γενέσεως καὶ ἄλλο τῆς τοῦ ζῴου, ὅτι καὶ αἱ γενέσεις ἕτεραι. τῆς μὲν γὰρ τῶν φυτῶν γενέσεως τέλος αὐτὰ τὰ φυτὰ καὶ τῆς τῶν ζῴων τὰ ζῷα, τῆς δὲ οἰκοδομήσεως ἡ οἰκία καὶ τῆς ὑγιάνσεως ἡ ὑγίεια. ὡς οὖν τῶν γενέσεων τὰ τέλη ἕτερα, οὕτως καὶ τὰ οἷον τέλη τῶν ἐνεργειῶν ἕτερα. ἄλλη γὰρ ἡδονὴ τῆς νοερᾶς ζωῆς τῷ εἴδει καὶ ἑτέρα τῆς κατ’ ἐνέργειαν αἰσθήσεως. Φανείη δ’ ἂν τοῦτο καὶ ἐκ τοῦ συνῳκειῶσθαι τῶν ἡδονῶν ἑκάστην τῇ ἐνεργείᾳ ἣν τελειοῖ.3 Τὸ μὴ ὁμοειδεῖς εἶναι πάσας τὰς ἡδονὰς ἀλλά τινάς τισιν ἀνομοειδεῖς, φησί, φανήσεται καὶ ἐκ τοῦ οἰκείας εἶναι τὰς ἡδονὰς ταῖς ἐνεργείαις, ἐφ’ αἷς γίνονται. τὰ δ’ οἰκεῖα ἐξ ἀνάγκης συνδιαιροῦνται τοῖς ὧν εἰσιν οἰκεῖα. εἰ οὖν αἱ ἐνέργειαι διάφοροι καὶ ἀνομοειδεῖς, καὶ αἱ οἰκεῖαι αὐτῶν ἡδοναὶ διάφοροι καὶ ἀνομοειδεῖς. ὅτι δὲ ἑκάστῃ τῶν ἐνεργειῶν ἐστί τις οἰκεία ἡδονή, ἥτις καὶ τελειοῖ αὐτήν, δῆλον ἐκ τοῦ συναύξεσθαι τὰς ἐνεργείας ταῖς ἡδοναῖς. ἡ γὰρ ἐπὶ τῷ γεωμετρεῖν ἡδονὴ συναύξει τὴν κατὰ τὴν γεωμετρίαν ἐνέργειαν καὶ ἡ ἐπὶ τῷ κιθαρίζειν τὴν κιθαριστικὴν ἐνέργειαν, οἷον ἂν μὲν ὦσιν αἱ ἐνέργειαι τῷ μὲν ἀριθμῷ ἕτεραι, τῷ δὲ εἴδει αἱ αὐταί, καὶ αἱ ἡδοναὶ δηλονότι τῷ μὲν ἀριθμῷ εἰσιν ἕτεραι, αἱ αὐταὶ δὲ τῷ εἴδει· εἰ δὲ ὦσι καὶ τῷ ἀριθμῷ καὶ τῷ εἴδει αἱ ἐνέργειαι ἕτεραι, καὶ αἱ ἡδοναὶ κατ’ ἄμφω ἕτεραί εἰσιν. ὅτι δὲ συναύξουσι τὰς οἰκείας ἐνεργείας αἱ ἡδοναί, δῆλον. μᾶλλον γὰρ γεωμετρικὸς γίνεται ὁ χαίρων τῇ γεωμετρίᾳ καὶ μᾶλλον μουσικὸς ὁ χαίρων τῇ μουσικῇ τῶν μὴ χαιρόντων αὐταῖς, ὥστε ἐπεὶ συναύξουσι τὰς οἰκείας ἐνεργείας αἱ ἡδοναί, ᾠκείωνται ταύταις. τὸ γὰρ μὴ οἰκεῖον λυπηρόν, τὸ δὲ ἐπίλυπον φθείρειν, οὐκ αὔξειν πέφυκεν.

而且,活着本身也是某种活动。因此,快乐是为了活动,而不是相反。此外,对于伴随着性交而来的快乐,如果有人从自然学的角度加以考察,就会发现它完全不是为了别的,而正是为了生育子女而散播其中的,以便动物在快乐的引导下不致对交配产生退缩,而这交配正是动物在物种层面得以持续存在的原因。既然在这些动物身上,诸快乐显而易见是为了诸活动而产生的,那么显然在符合本性的其他诸活动上,也是同样的情形才是合情合理的。但是,他说,关于这个探求且置之不顾。无论如何,这些事物看来是结合在一起的,符合本性地活着与活动既不与快乐相分离,快乐也不与这些事物相分离。“由此它们看来在种上也存在差异。因为我们认为,在种上不同的事物是由不同的事物使之完满的。”既然诸活动在种上不同,那么使它们完满的诸快乐在种上也必然不同。他说“由此”,即是指由于诸快乐与诸活动紧密结合在一起,并且与它们共存亡。而在种上不同的事物是由不同的事物使之完满的,这一点并非不清楚。因为谁能不知道,建筑者所喜悦的快乐是一种,而音乐家所欣悦的快乐是另一种?而且诸活动也是彼此不同的,这也显而易见,如果某些活动是值得选择的,而另一些则是应当规避的。而值得选择的事物与应当规避的事物在种上是不同的。因此,诸快乐相互之间的差异将与诸活动相互之间的差异相同。如果是这样,并非所有的快乐都是同种的。因此,在指出不同事物是由不同事物使之完满之后,他又从自然物和人工物两方面证实了这一点。因为植物生成的目的与动物生成的目的是不同的,因为生成过程也是不同的。植物生成的目的正是植物本身,动物生成的目的正是动物,而建造的目的则是房屋,痊愈的目的则是健康。因此,正如生成的诸目的不同,诸活动的宛如目的者也是不同的。因为理智生命的快乐在种上是一回事,活动中的感觉的快乐则是另一回事。“这从每一种快乐都固有地结连于它所使之完满的活动这一事实中,也当显明出来。”他说,并非所有快乐都是同种的、反而有些快乐与另一些快乐不同种,从诸快乐固有于它们在其上产生的诸活动这一事实中也将显明出来。而固有之物必然与其所固有的事物一同被划分。因此,如果诸活动是有差异且不同种的,它们所固有的诸快乐也是有差异且不同种的。至于诸活动的每一种都具有某种使其完满的固有快乐,从诸活动随着诸快乐一同增长这一事实中是显而易见的。因为在从事几何上的快乐促使符合几何学的活动一同增长,在弹奏基萨拉琴上的快乐则促使弹奏基萨拉琴的活动一同增长;例如,活动如果只是在数目上不同但在种上相同,诸快乐显然也只是在数目上不同而在种上相同;但如果诸活动在数目上与种上都不同,诸快乐在两方面也都是不同的。至于诸快乐促使固有活动一同增长,则是显而易见的。因为在几何学中喜悦的人比起不以此为乐的人更成为几何学家,在音乐中喜悦的人比起不以此为乐的人更成为音乐家;因此,既然诸快乐促使固有活动一同增长,它们便固有地结连于这些活动。因为不固有的事物是令人痛苦的,而伴随着痛苦的事物本性上只会造成破坏,而不能促成增长。

语法注3 条
  1. 9.26ὃς αἴτιος τῆς κατ’ εἶδος τοῖς ζῴοις διαμονῆς

    关系代名词 ὃς(阳性单数主格)的先行词是紧邻其前的 τὸν συνδυασμόν(交配、结合)。结合上下文,它表明虽然个体必死,但交配使得动物在物种层面得以持续存在(ἡ κατ’ εἶδος διαμονή)。

  2. 9.26καὶ ἅμα σὺν αὐταῖς εἶναι καὶ μὴ εἶναι

    此不定词短语与介词短语 ἐκ τοῦ συνεζεῦχθαι(“由于结合在一起”)并列,简要表明了快乐与诸活动之间“同时存在,且[若无活动则]同时不存在”的共变与不可分离的关系。

  3. 9.26Φανείη δ’ ἂν τοῦτο καὶ ἐκ τοῦ συνῳκειῶσθαι τῶν ἡδονῶν ἑκάστην τῇ ἐνεργείᾳ ἣν τελειοῖ

    引用亚里士多德《尼各马可伦理学》1175a29–30的原句。引用之后,注解者厄斯特拉提奥斯紧接着以“Τὸ μὴ ὁμοειδεῖς εἶναι... φησί, φανήσεται”(“他说……显明出来”)对其文意进行阐释和改写。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:563.28-564.33