← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§562.19-563.28

快乐与生命的先后目的与活动的选择

厄斯特拉齐奥针对亚里士多德所提出的究竟是为快乐而生活还是为生活而选择快乐的议题展开论述,指出快乐并非活动的终极目的而是伴随活动而生,并通过德性活动与生物摄养的自然目的证明,人们是为了活动和生命而选择快乐。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.26#1

" Πότερον δὲ διὰ τὴν ἡδονὴν αἱρούμεθα τὸ ζῆν ἢ διὰ τὸ ζῆν τὴν ἡδονήν, ἀφείσθω." Ἔχει μέν τινα πειθῶ τὸ λέγειν, ὅτι τὸ ζῆν αἱρούμεθα διὰ τὴν ἡδονήν. εἰ γὰρ τὸ ζῆν ἐνέργεια, ἡ δὲ ἡδονὴ τελειοῖ ταύτην, τὰ δὲ πρὸ τοῦ τέλους μᾶλλον αἱρούμεθα διὰ τὸ τέλος καὶ οὐ τὸ τέλος διὰ τὰ πρὸ αὐτοῦ (τὰς γὰρ φαρμακείας καὶ καύσεις καὶ τομὰς διὰ τὴν ὑγίειαν αἱρούμεθα, τέλος οὖσαν, καὶ οὐχ ὑγιαίνειν βουλόμεθα, ἵνα φαρμακοποτῶμεν καὶ τομὰς καὶ καύσεις ὑπομένωμεν)· εἰ οὖν ἡ ἡδονὴ τέλος τῆς ζωῆς, ἤτοι τῆς ἐνεργείας, δόξειεν ἂν χάριν τῆς ἡδονῆς ἡμᾶς αἱρεῖσθαι τὸ ζῆν. ἀλλ’ οὐχὶ τοῦτο διὰ τὴν ἡδονήν.1 ἀλλὰ ῥητέον πρὸς τοῦτο, ὅτι εἰ μὲν ἦν ἡ ἡδονὴ τέλος τῆς ἐνεργείας, ὡς ἡ οἰκία τῆς οἰκοδομήσεως καὶ ἡ ὑγίεια τῆς ὑγιάνσεως καὶ τὸ αἷμα τῆς ἐξαιματώσεως καὶ τὸ βρέφος τῆς γενέσεως, ἦν ἂν ἡ ἐνέργεια καὶ τὸ ζῆν χάριν τῆς ἡδονῆς, καὶ ἡρούμεθα ἂν τὸ ζῆν διὰ τὴν ἡδονήν. ἐπεὶ δὲ οὐκ ἔστι τέλος, ἀλλ’ οἷον τέλος, ὡς εἴρηται, οὐκ ἂν εἴημεν αἱρούμενοι τὸ ζῆν διὰ τὴν ἡδονὴν ἀλλὰ μᾶλλον ταύτην διὰ τὸ ζῆν. ὅτι δὲ οὐκ ἔστιν ἁπλῶς ἡ ἡδονὴ τέλος, δῆλον. τὰ μὲν γὰρ τέλη ὕστερον ἐπιγίνεται ταῖς ἐνεργείαις καὶ ταῖς γενέσεσιν, ὧν εἰσι τέλη, ἡ δ’ ἡδονὴ ἅμα σύνεστι τῇ κατὰ φύσιν ἐνεργείᾳ. ὅτι μὲν οὖν οὐ τὸ ζῆν διὰ τὴν ἡδονὴν καὶ ὅλως τὰς ἐνεργείας δι’ αὐτὴν αἱρούμεθα, δῆλον. ὅτι δὲ μᾶλλον τὴν ἡδονὴν διὰ τὰς ἐνεργείας καὶ διὰ τὸ ζῆν διώκομεν, ἐκ τῶνδε μᾶλλον ἄν τις πιστεύσειε· καὶ πρῶτον ἐκ τῶν κατ’ ἀρετὴν ἐνεργειῶν. εἰ γὰρ καὶ ὅτι μάλιστα ἡδεῖαί εἰσιν αὗται, ἀλλ’ οὐ τῆς ἡδονῆς ἕνεκα σπουδάζονται. πολλὰς γὰρ τῶν κατ’ ἀρετὴν ἐνεργειῶν αἱρούμεθα, καίτοι λύπης καὶ πόνων αἰτίας οὔσας, ὡς ἐπὶ τῶν κατὰ τὴν ἀνδρείαν ἐνεργειῶν. καίτοι ἔδει ταύτας μισεῖν καὶ φεύγειν, εἰ τὰς ἐνεργείας χάριν τῆς ἡδονῆς ἡρούμεθα, καὶ ἐκ τοῦ ἐναντίου πᾶσαν ἐνέργειαν μετὰ σπουδῆς ἐνεργεῖν, ᾗ ἕπεται ἡδονή. ἀλλὰ τίς ἄν, εἰ μὴ μαίνοιτο, πράττειν ἂν καὶ ἐνεργεῖν ἀνάσχοιτο, οἷς ἕπονται τῶν ἡδονῶν αἱ αἰσχρόταται; ὥστε ἐὰν μὴ αἱ κατ’ ἀρετὴν ἐνέργειαι αἱρεταί,2 κἂν μετὰ λύπης ὦσιν, ἥτις ἐναντία ἐστὶν τῇ ἡδονῇ, αἱ δὲ ἡδοναὶ οὐδέποτε αἱρεταὶ αἱ μετὰ τοῦ ἐναντίου τῇ ἀρετῇ, ἥτις ἐστὶν ἡ κακία, δῆλον ὅτι τὰς ἡδονὰς αἱρούμεθα διὰ τὰς κατ’ ἀρετὴν ἐνεργείας. ἐπεὶ δ’ ἐπὶ ταῖς τοιαύταις ἐνεργείαις ἡδονὴ ἐγγίνεται, τρόπον τινὰ αἱρούμεθα καὶ τὰς ἐνεργείας διὰ τὴν ἡδονήν. πρώτως μὲν γὰρ ἐκείνας αἱρούμεθα, κατὰ συμβεβηκὸς δὲ δι’ αὐτὰς καὶ τὰς ἐπ’ αὐταῖς ἡδονάς. ἀλλὰ καὶ ἡμᾶς αὐτοὺς ἐρωτήσαντες ἴδωμεν τὸ συμβαῖνον. ποτέρου χάριν ἡ φύσις ἡμῖν εὐθὺς γινομένοις δέδωκε τὴν ἐνέργειαν, διὰ τὴν ἡδονήν; ἢ τὴν ἡδονὴν διὰ τὴν ἐνέργειαν; εἴποιμεν ἂν γνώριμον εἶναι τὴν ἡδονὴν τοῖς ζῴοις διὰ τὰς ἐνεργείας ὑπὸ τῆς φύσεως δεδόσθαι, ἵνα σώζηται καὶ μένῃ· ἀδύνατον δὲ σώζεσθαι εἰ μὴ τρεφόμεθα· ὅπως οὖν τρεφώμεθα, παρὰ τῆς φύσεως ἔσχομεν τὴν ἐπὶ ταῖς τροφαῖς ἡδονήν, δι’ ἣν ἐπὶ ταῖς τροφαῖς ἡδονὴν ζητοῦμεν τὴν τροφὴν μὴ παροῦσαν καὶ παρούσῃ χρώμεθα. ζητοῦμεν ἄρα τὴν ἡδονήν, ἵνα τραφῶμεν. τὸ δὲ τρέφεσθαι ἐνεργεῖν ἐστι. χάριν ἄρα τῆς ἐνεργείας αἱρούμεθα τὴν ἡδονήν. καὶ ὅλως ἄτοπόν ἐστι τὸ λέγειν τρέφεσθαι ἡμᾶς μὴ ὡς σωθησομένους καὶ ζησομένους, ἀλλ’ ὑπὲρ τῆς ἡδονῆς τῆς ἐπ’ αὐτῷ. ἔχομεν οὖν παρὰ τῆς φύσεως τὴν ἐπὶ ταῖς τροφαῖς ἡδονήν, ἵνα δι’ αὐτὴν ζητῶμεν τὴν τροφήν, τὴν δὲ τροφήν, ἵνα τρεφώμεθα καὶ τρεφόμενοι σωζώμεθα καὶ ζῶμεν καὶ ἐνεργῶμεν.

“至于我们是为了快乐而选择生命,还是为了生命而选择快乐,且置之不顾。” 说我们是为了快乐而选择生命,确有某种说服力。因为,如果生命是活动,而快乐使活动完满,且目的之前的事物我们更多是为了目的而选择,而不是为了目的之前的事物而选择目的(因为我们选择药物疗法、烙疗与手术是为了作为目的的健康,而不是为了服药并忍受手术与烙疗而希望健康);那么,如果快乐是生命即活动的目的,看来我们就是为了快乐而选择生命。然而这[生命]并不是为了快乐[而被选择]的。相反,对此应当指出:如果快乐是活动的目的,正如房屋是建造的目的、健康是痊愈的目的、血液是生血的目的、婴儿是生育的目的那样,活动与活着就会是为了快乐,而我们也会为了快乐而选择生命。但由于正如所说的那样,快乐并不是目的,而是宛如目的,我们便不会是为了快乐而选择生命,反而更是为了生命而选择快乐。至于快乐绝非断然意义上的目的,则是显而易见的。因为诸目的乃是随后附加于它们作为其目的的诸活动与生成过程之上的,而快乐则是与符合本性的活动同时共存的。因此,我们不是为了快乐而选择生命、普遍而言也不是为了快乐而选择诸活动,这一点是显而易见的。而我们更是为了诸活动并为了生命而追求快乐,人们由下述诸点则更可信服;首先就是由符合德性的诸活动可知。因为即使这些活动极其令人愉悦,却并非为了快乐而被热切追求。因为我们选择了许多符合德性的活动,尽管它们是痛苦与辛劳的原因,正如在符合勇敢的诸活动的情形中那样。然而,如果我们是为了快乐而选择诸活动,本应当憎恨并逃避这些[活动],反之热切地施行一切伴随着快乐的活动。然而,若非发疯,谁能忍受去做出并施行那些伴随有最可耻之快乐的行为呢?因此,除非符合德性的诸活动不是值得选择的(哪怕伴随着与快乐相反的痛苦),而伴随着德性之对立面(即恶德)的诸快乐则绝非值得选择,那么显而易见,我们是为了符合德性的诸活动而选择诸快乐的。然而,既然在这类活动之上会产生快乐,我们在某种方式上也是为了快乐而选择诸活动。因为我们首先选择那些活动,而附带地因它们之故也选择其上的诸快乐。但是,让我们也向自身发问,看看实际情况如何。自然在我们刚刚生成之时,究竟是为了二者中的哪一个而给予了我们活动:是为了快乐?还是为了活动而给予了快乐?我们会说,众所周知,快乐是由自然为了诸活动而赐予动物的,以便其得以保全并持存;然而除非我们摄取滋养,否则不可能得以保全;因此,为了让我们摄取滋养,我们从自然那里获得了在食物上的快乐,因着这种在食物上的快乐,我们在食物不在场时便寻求它,在食物在场时便享用它。因此,我们寻求快乐是为了摄取滋养。而摄取滋养就是活动。因此,我们是为了活动而选择快乐。而且总的来说,若说我们摄取滋养不是为了将要被保全并活着,而是为了在其上的快乐,乃是极其荒谬的。因此,我们从自然那里拥有在食物上的快乐,是为了因它而寻求食物;而寻求食物,则是为了让我们摄取滋养,并在受滋养中得以保全、活着并活动。

语法注2 条
  1. 9.26ἀλλ’ οὐχὶ τοῦτο διὰ τὴν ἡδονήν

    省略主谓成分的紧缩句。承接前文的 δόξειεν ἂν χάριν τῆς ἡδονῆς ἡμᾶς αἱρεῖσθαι τὸ ζῆν,指示代词 τοῦτο 指代“活着/生命(τὸ ζῆν)”,谓语部分需补充 αἱρούμεθα(“我们选择”)或 αἱρετόν ἐστι(“是值得选择的”)。

  2. 9.26ὥστε ἐὰν μὴ αἱ κατ’ ἀρετὴν ἐνέργειαι αἱρεταί ... αἱ δὲ ἡδοναὶ οὐδέποτε αἱρεταί

    由条件从词 ἐὰν μὴ 与后文 αἱ δὲ ... 构成的相关结构。正文的 ἐὰν μὴ 若按文意解作双重否定的条件从句(“除非符合德性的活动并非值得选择的,而与恶德伴随的快乐绝非值得选择”),需在 αἱρεταί 前补出否定词,通常则视为 ἐὰν μὲν(与 αἱ δὲ 相对)的抄写讹误。无论哪种理解,都在为后文的主句 δῆλον ὅτι... 提供形成对比的前提条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:562.19-563.28