← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§561.8-562.18

灵魂与生命的同一及快乐对活动的完善

针对亚里士多德将对快乐的渴望与对生命的渴望相联系(1175a10),欧斯特拉提乌斯论证了灵魂、生命、活动与实现乃是同一的,并阐明伴随各项活动的特有快乐如何使该活动与生命得以完满与持久。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.25

" Ὀρέγεσθαι δὲ τῆς ἡδονῆς οἰηθείη τις ἂν ἅπαντα ὅτι καὶ τοῦ ζῆν." Ἐπεὶ ἡ ἡδονὴ χωρὶς ἐνεργείας εἶναι οὐ δύναται, καὶ ὅπου ἡδονή, ἐκεῖ ἐξ ἀνάγκης καὶ ἐνέργεια (ἔστι δὲ ἡ ζωὴ ἐνέργεια), φύσει τῆς ἡδονῆς ὀρεγόμεθα ὡς συνεπιφερούσης τὴν ἐνέργειαν, ἤτοι τὴν ζωήν. ζωὴ δὲ ὅτι ἡ ψυχή ἐστι, πάντες ἴσμεν. ζῆν γὰρ λέγομεν ὅσα πέφυκεν ἐξ ἑαυτῶν τρέφεσθαι καὶ γεννᾶν ὅμοια ἑαυτοῖς· ζῷα δὲ λέγομεν τὰ πρὸς τῷ τρέφεσθαι ἐξ ἑαυτῶν καὶ γεννᾶν ὅμοια καὶ αἴσθησιν ἔχοντα· τὸ δὲ αἰσθάνεσθαι καὶ ζῆν ἀπὸ ψυχῆς· ἡ ψυχὴ ἄρα ζωή. δείξειε δ’ ἄν τις τὴν ψυχήν, ἤτοι τὴν ζωήν, ἐνέργειαν οὕτως. ἐκεῖνά φαμεν ζῆν, οἷς ἂν παρῇ ψυχή, ὥσπερ νεκρὰ καὶ ἄζωα, οἷς οὐ πάρεστι ψυχή. εἰ δὲ τοῦτο, ψυχὴ καὶ ζωὴ ταὐτά ἐστιν. ἔστι δὲ ψυχὴ ἐντελέχεια ἡ πρώτη σώματος φυσικοῦ ὀργανικοῦ, δυνάμει ζωὴν ἔχοντος, ἡ δὲ ἐντελέχεια ἐνέργεια· ἡ ζωὴ ἄρα ἐνέργεια. ἀλλὰ δὴ καὶ κατ’ αὐτὸ τὸ ζωτικὸν ἰδίωμα ἐνέργειά τίς ἐστιν, οἷον γὰρ ζέουσά τίς ἐστιν οὐσία καὶ ἀεὶ ἀναβλύζουσα δυνάμεις ζωτικάς. τὸ δὲ οἷον ζέειν καὶ ἀναβλύζειν καὶ ἀναπέμπειν ἀπὸ ἐνεργείας ἐστί. καὶ διὰ τοῦτο ἑκάστῳ τῶν ζῴων εἰσὶν οἰκεῖαι καὶ κατὰ φύσιν ἐνέργειαι διὰ τὸ καὶ τὰς ζωὰς διαφέρειν, ἀφ’ ὧν αἱ δυνάμεις καὶ ἐνέργειαι. καί εἰσιν ἀνθρώπων τινὲς ἐνέργειαι κατὰ τὴν ἀνθρώπου γινόμεναι ζωὴν καὶ φύσιν. αὗται δέ εἰσι τὸ ἐπιστρέφειν ἐντὸς ἀπὸ τῆς τῶν ἔξω πτοίας καὶ εἰς ἑαυτόν, τὸ ἐξομοιοῦν ἑαυτὸν τοῖς κρείττοσι, τὸ ὁλικῶς ἀντέχεσθαι τῶν ἀεὶ μενόντων, τὸ ζῆν νοερῶς. ὁμοίως εἰσὶ καὶ ἵππου ἐνέργειαι γινόμεναι κατὰ τὴν τοῦ ἵππου φύσιν, οἷον τὸ συντόνως καὶ εὐψύχως θέειν, καὶ κυνὸς κατὰ τὴν τοῦ κυνός, καὶ τῶν ἄλλων ὡσαύτως ζῴων. ἀλλὰ τὰ μὲν ἄλλα τῶν ζῴων κατὰ φύσιν ζῶντα τῶν κατὰ φύσιν ὡς ἐπίπαν οὐκ ἐκπίπτει, πρὸς αὐτὰ καὶ μόνα τὰ κατὰ φύσιν τῆς φύσεως ποδηγούσης καὶ πρὸς μηδὲν ἄλλο. ὁ δὲ μὴ διαστραφεὶς ἡμῶν λόγος μηδὲ κακωθεὶς ἀλλ’ ἀδιαλώβητος μεμενηκὼς καὶ διὰ τοῦτο καὶ εἰς ἑαυτὸν νεύων καὶ τὴν ἑαυτοῦ ἀγλαΐαν τοὺς λόγους ἑκάστου τῶν ὄντων ἀναθεωρεῖ1 καὶ ἐνεργείας ἐνεργεῖ καθαρὰς καὶ σεμνάς, καὶ περὶ ταῦτα καὶ ἐν τούτοις ἐνεργεῖ, ἃ καὶ μάλιστα ἀγαπᾷ, οἷον ὁ μὲν μουσικὸς τῇ ἀκοῇ περὶ τὰ μέλη. λέγει δὲ μουσικὸν τῇ ἀκοῇ τὸν ἀλόγως χρώμενον τοῖς μουσικοῖς ὀργάνοις2 (τοιοῦτος δ’ ἐστὶν ἅπας ὁ τῆς σκηνῆς) καὶ χαίροντα τοῖς ἐκ τῶν τοιῶνδε φθόγγων ἀποτελουμένοις ἐμμελέσιν ἤχοις, φιλομαθῆ δὲ λέγει τὴν διάνοιαν τὸν εἰδότα τοὺς ἁρμονικοὺς λόγους, οἷον ὅτι ἥδε ἡ ἁρμονία ἡ διὰ τεσσάρων ἐστὶ καὶ αὕτη ἡ διὰ πασῶν. διττὸς οὖν ὁ μουσικὸς ὅ τε τοὺς λόγους εἰδὼς καὶ ὁ χρώμενος τοῖς ὀργάνοις. ὁ μὲν οὖν μουσικὸς τῇ ἀκοῇ ἐνεργεῖ περὶ ταῦτα, ὁ δὲ φιλομαθὴς περὶ τὰ μαθήματα, ὁ δὲ ἀριθμητικὸς περὶ τὴν τῶν ἀριθμῶν καὶ τῶν τοῖς ἀριθμοῖς συμβεβηκότων θεωρίαν καὶ ἁπλῶς ἕκαστος ᾧ χαίρει, περὶ ἐκεῖνο ἐνεργεῖν ἐπείγεται· ἡ δὲ ἑπομένη ἡδονή, ἅτε οἰκεία οὖσα, τελειοῖ τὴν ἐνέργειαν καὶ τὴν ζωήν, ἧς ὀρέγονται. τοῦ μὲν γὰρ ἐφιεμένου ζῆν μουσικῶς τὴν τοιαύτην ζωὴν τελειοῖ ἡ μουσική,3 τὴν δὲ γεωμετρικὴν ζωὴν καὶ ἐνέργειαν ἡ ἐπ’ αὐτῇ ἡδονή, τὴν δὲ ἀρίστην καὶ εὐδαίμονα ζωὴν ἡ ἐπ’ αὐτῇ ἡδονή. πρὸς τοῦτο γὰρ ὁρῶν, ταῦτα προανακρούεται καὶ προλέγει, ἵνα διὰ τούτων συνάξῃ, ὅτι ἡ εὐδαίμων ζωὴ ἐνέργεια οὖσα τελειοῦται πρὸς τῆς οἰκείας ἡδονῆς. αἱρετὸν οὖν τὸ οὕτω ζῆν, οἷον μουσικῶς ἢ γεωμετρικῶς ἢ εὐδαιμόνως. καὶ τελειοῖ τὴν τοιαύτην ζωὴν ἡ οἰκεία ἡδονή. ἔστι δὲ τὸ τελειοῖ ταὐτὸν τῷ αὔξει καὶ βεβαιοῖ καὶ μονιμώτερον καὶ χρονιώτερον ἀποτελεῖ.

“人们或许会认为,一切事物渴望快乐是因为它们也渴望生命。” 既然快乐不能脱离活动而存在,凡是有快乐之处必然也有活动(而生命乃是一种活动),那么我们之所以在本性上渴望快乐,乃是因为它连带引入了活动,即生命。而大家都知道灵魂就是生命。因为,凡是在本性上能够由自身摄取滋养并产生与自身类似之物的,我们都说它们活着;而凡是在由自身摄取滋养并产生类似之物之外还具有感觉的,我们都称之为动物;而感觉与活着都源自灵魂;因此灵魂就是生命。并且,有人也可以通过下述方式证明灵魂即生命乃是一种活动。凡是有灵魂临在其中的,我们说它们活着,正如凡是没有灵魂临在的,我们称之为死物与无生命之物。如果真是这样,灵魂与生命便是同一的。但灵魂乃是具有潜在生命的自然有机身体的第一实现,而实现就是活动;因此生命就是活动。不仅如此,单就其生命特质本身而言,它也是一种活动;因为它宛如某种沸腾的实体,不断涌出生命的能力。而这种宛如沸腾、涌出与向上送达,正是源于活动。正因如此,由于诸能力与活动由之而出的生命各不相同,每一种动物也都有其特有且符合本性的诸活动。而且也有某些属于人类的活动,是按照人类的生命与本性而产生的。这些活动就是:从对外部事物的惊扰中折返转向内部并朝向自身,使自身同化于更优越的事物,全面执守永恒持存的事物,理智地生活。同样,也有按照马的本性而产生的马的活动,例如紧凑而振奋地奔跑,以及按照狗的本性而产生的狗的活动,其他动物亦是如此。然而其他动物按照本性生活,大体上不会脱离符合本性的事物,因为本性只引导它们朝向这些且仅朝向符合本性的事物,而不朝向任何其他事物。相反,我们的理性若未被扭曲也未受损害,而是保持完好无损,并由此倾向自身,便会观照自身的绚烂光彩,即各个存在物的理性原则,并施行纯洁而崇高的活动,且正是在那些它最为喜爱的事物上以及在这些事物之中活动,正如凭听觉的音乐家在曲调上活动一样。他所说的“凭听觉的音乐家”,是指不凭理性运用乐器的人(所有舞台表演者皆属此类),并因从这类乐音中产生的谐调之声而欢喜;而他所说的“在思想上爱学问的人”,则是指通晓和声比例的人,例如知道这一和声是四度,那一和声是八度。因此音乐家有两类:一类是通晓理性比例的人,另一类是运用乐器的人。凭听觉的音乐家便围绕这些事物活动,爱学问的人围绕学业活动,算术家围绕对数以及数的附随属性的观照活动,简言之,每个人都急于围绕自己所喜悦的事物活动;而相随的快乐作为特有的快乐,使他们所渴望的活动与生命得以完满。因为对于渴望音乐般生活的人来说,音乐使这种生命完满,而几何学般的生命与活动由伴随它的快乐使其完满,至善且幸福的生命由伴随它的快乐使其完满。因为正是着眼于此,他才演奏这些序曲并预先陈述,以便由此推论出:幸福的生命既然是活动,便由特有的快乐使其完满。因此,如此生活是值得选择的,例如音乐般地、几何学般地或幸福地生活。而特有的快乐使这种生命完满。所谓“使完满”,就等于增益、巩固并使其更加持久与久远。

语法注3 条
  1. 9.25τὴν ἑαυτοῦ ἀγλαΐαν τοὺς λόγους ἑκάστου τῶν ὄντων ἀναθεωρεῖ

    名词短语 τὴν ἑαυτοῦ ἀγλαΐαν 与 τοὺς λόγους ἑκάστου τῶν ὄντων 并列作为动词 ἀναθεωρεῖ 的直接宾语。后者作为同位语对前者的内容进行解释,即“自身的绚烂光彩,即各个存在物的理性原则”。

  2. 9.25λέγει δὲ μουσικὸν τῇ ἀκοῇ τὸν ἀλόγως χρώμενον τοῖς μουσικοῖς ὀργάνοις

    双重宾格结构(把……称为……)。动词 λέγει 省略的主语是亚里士多德,注疏者在此解释亚里士多德原文(1175a13-14)中的用语 ὁ μὲν μουσικὸς τῇ ἀκοῇ,即“他把盲目运用乐器的人称为‘凭听觉的音乐家’”。

  3. 9.25τοῦ μὲν γὰρ ἐφιεμένου ζῆν μουσικῶς τὴν τοιαύτην ζωὴν τελειοῖ ἡ μουσική

    主语是 ἡ μουσική,直接宾语是 τὴν τοιαύτην ζωήν。位于句首的属格分词短语 τοῦ ἐφιεμένου ζῆν μουσικῶς 作为关涉属格或所有属格修饰整个分句,即“对于渴望音乐般生活的人来说,音乐使这种生命完满”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:561.8-562.18