← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§559.18-561.7

快乐的不连续性、疲劳与新颖性

围绕亚里士多德《尼各马可伦理学》第十卷第四章(1175a3–6)中关于人为何不能持续不断地体验快乐以及为何新事物仅在起初令人愉悦的难题,厄斯特拉提奥斯从活动的疲劳与灵魂精气的消耗、以及对求知的自然欲望及其满足后松弛的角度进行了解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.23

" Πῶς οὖν οὐδεὶς συνεχῶς ἥδεται; ἢ κάμνει." Ἐρωτήσας διὰ τί οὐ συνεχῶς ἡδόμεθα,1 ἀπεκρίθη πρὸς τὴν ἐρώτησιν εἰπὼν ἢ κάμνει. διὰ τοῦτο δὴ οὐ συνεχῶς ἡδόμεθα, διότι κοπιῶμεν. καὶ ἔστι καὶ τοῦτο δεικτικὸν τοῦ τὴν ἡδονὴν ἐπὶ ταῖς κατὰ φύσιν ἐνεργείαις γίνεσθαι. εἰ γὰρ ἐν ταῖς ἀργίαις οὐχ ἡδόμεθα, ἐν δὲ ταῖς ἐνεργείαις ἡδόμεθα, δῆλον ὅτι ἐπὶ ταῖς ἐνεργείαις ἡ ἡδονὴ γίνεται. τί δὴ οὖν οὐχὶ ὅταν ἐκ τοῦ κόπου τοῦ ἐκ τῆς ἐνεργείας ἡμῖν ἐπιγινομένου ἐπὶ τὸ μὴ ἐνεργεῖν τραπώμεθα, οὐχ ἡδόμεθα; ἀλλὰ τὸ λέγειν ὅτι οὐχ ἡδόμεθα τότε παρὰ τὴν ἡμῶν ἐστι τοῦτο συναίσθησιν· συναισθανόμεθα γὰρ ἡδονῆς τινος. ἢ ῥητέον ὅτι καὶ τὸ ἡσυχάζειν ἐνεργεῖν ἐστιν; εἰ γὰρ ζῶμεν ἡσυχάζοντες, ἡ δὲ ζωὴ ἐνέργεια, ὡς ἐν τῷ πρὸ τούτου βιβλίῳ δέδεικται, καὶ ἡ ἡσυχία ἄρα ἐνέργειά ἐστι. τὴν μὲν οὖν ἑπομένην ἡδονὴν ταῖς κατ’ ἐνέργειαν αἰσθήσεσιν ἐν ταῖς ἡσυχίαις οὐχ ἡδόμεθα, τὴν δ’ ἑπομένην τῇ ἀθρόᾳ πρὸς τὴν φύσιν ἐπανόδῳ ἡδόμεθα. καὶ οὐ χρὴ διασπαράττειν τὰς τοῦ Ἀριστοτέλους ῥήσεις. περὶ γὰρ τῆς ἑπομένης ἡδονῆς ταῖς κατ’ ἐνέργειαν αἰσθήσεσι καὶ νοήσεσιν ἐζήτηται αὐτῷ τὸ πῶς οὐ συνεχῶς ταύτας τὰς ἡδονὰς ἡδόμεθα. ἐπεὶ οὖν ἐπὶ ταῖς ἐνεργείαις αἱ ἡδοναὶ γίνονται, ὅσα ἀεὶ καὶ συνεχῶς ἐνεργεῖν δύναται, ταῦτα δηλονότι καὶ συνεχῶς ἥδονται, ὡς αἱ νοεραὶ φύσεις· ὧν δὲ ἡ ἐνέργεια μή ἐστι συνεχὴς ἀλλὰ διακόπτεται, τούτων καὶ τὸ ἥδεσθαι διαλιμπάνει. οὐχ ἡδόμεθα οὖν συνεχῶς, διότι μὴ συνεχῶς ἐνεργοῦμεν· οὐκ ἐνεργοῦμεν δὲ συνεχῶς, διότι κάμνομεν· κάμνομεν δὲ διὰ τὸ τὰς αἰσθήσεις πρὸς τὰ ἐκτὸς καὶ τὰ αἰσθητὰ ἐν ταῖς ἐνεργείαις φέρεσθαι καὶ πολὺ τοῦ ψυχικοῦ πνεύματος ἐκκενοῦσθαι. διὰ γὰρ ὡς ὀχήματός τινος καὶ διὰ τοῦτο καλουμένου ψυχικοῦ πνεύματος ἀπὸ τῆς ἀρχῆς εἰς ὅλον τε τὸ σῶμα καὶ εἰς τὸ ἐκτὸς ἡ αἰσθητικὴ διαδίδοται καὶ φέρεται δύναμις. ὅταν οὖν πολὺ τοῦτο ἐνεργούντων ἡμῖν ἀπορρεύσῃ, κάμνει τὸ ζῷον καὶ ἐνεργεῖν οὐ δύναται. πολὺ δὲ τοῦ τοιούτου πνεύματος ἀποχεῖται ἀναγινωσκόντων, ἀκουόντων, ὁρώντων τρεχόντων βαδιζόντων, ὅλως ἐνεργούντων.

“那么,为何没有人能够持续不断地感到快乐?难道是因为疲倦吗?” 在询问了我们为何不能持续不断地感到快乐之后,他回答这个提问说:“难道是因为疲倦吗?”我们之所以不能持续不断地感到快乐,正是由于这一缘故,即因为我们疲惫不堪。而这一点也表明,快乐是伴随符合本性的活动而产生的。因为,如果我们处于无所作为的状态中并不感到快乐,而在活动中感到快乐,那么显然快乐是伴随活动而产生的。那么,当我们因活动而在我们身上引起的疲倦而转向不活动时,我们为何不是不感到快乐呢?但在那时说我们不感到快乐,是与我们自身的直接意识相违背的;因为我们确实直接意识到了某种快乐。或者是否应当说,处于静止休息也是在活动?因为如果我们处于静止休息时活着,而正如前一卷所指出的,生命乃是一种活动,那么静止休息也同样是一种活动。因此,在静止休息中,我们所体验到的并不是伴随现实中的感觉而来的那种快乐,而是伴随一并回归本性而来的快乐。而且我们不应当割裂亚里士多德的言论。因为他所探究的,乃是关于伴随现实中的感觉与理智思考而来的快乐,即我们为何不能持续不断地享有这些快乐。因此,既然诸快乐产生于诸活动之上,那么凡是能够始终且持续不断地活动的事物,它们显然也持续不断地感到快乐,犹如那些理智本性一样;但对于活动并非持续不断而是有所中断的事物,它们体验快乐的过程也会出现间歇。因此,我们之所以不能持续不断地感到快乐,是因为我们不能持续不断地活动;而我们之所以不能持续不断地活动,是因为我们疲倦;而我们之所以疲倦,是因为在诸活动中诸感觉朝向外部事物与感觉对象运动,并且大量的灵魂精气被排空耗尽。因为通过作为某种运载工具且由此被称为“灵魂精气”的媒介,感觉能力从支配源头散布并传递到整个身体以及外部。因此,当我们活动时,只要这精气大量流失,动物便会疲倦且无法继续活动。而在阅读、聆听、观看、奔跑、行走时,总而言之在活动时,此类精气大量流失。

§9.24

"Ἔνια δὲ καὶ τέρπει καινὰ ὄντα, ὕστερον δὲ οὐχ ὁμοίως." Τοῦ μὴ συνεχῶς ἡμᾶς ἥδεσθαι τὸν κόπον αἰτιασάμενος2 (ἐκκρούει γὰρ τὴν ἐνέργειαν ὁ κόπος, ἐφ’ ᾗ τὴν ἡδονὴν γίνεσθαι λέγομεν), ἐπεὶ ἑώρα τινὰ τέρποντα ἡμᾶς καὶ κεκοπωμένους ὄντας, καὶ ἔμελλέ τις διὰ τοῦτο ἀπαντᾶν καὶ ψεῦδος εἶναι λέγειν τὸ τὸν κόπον αἴτιον εἶναι τοῦ μὴ συνεχῶς καὶ ἀδιακόπως ἥδεσθαι, ὡς ἐκκρούοντα τὴν ἐνέργειαν, ᾗ ἕπεται ἡ ἡδονή (ὁρῶμεν γὰρ πολλάκις τινὰς καίτοι κεκμηκότας ἐνεργοῦντας καὶ χαίροντας, μηδαμῶς τοῦ κόπου τὴν ἐνέργειαν μηδὲ τὴν ἐπ’ αὐτῇ γινομένην χαρὰν κωλῦσαι δυνηθέντος), ὡς οὖν τῆς ἐνεργείας τούτους κωλῦσαι ὁ κόπος οὐκ ἴσχυσεν, ἀλλ’ ἐνεργοῦσι κάμνοντες, δῆλον ὡς οὐδ’ ἄλλον οὐδένα ἡ τοῦ κόπου ῥοπὴ τῆς ἐνεργείας ἀπάξαι δυνήσεται. πρὸς ταύτην δὴ τὴν ἔνστασιν ἀπαντῶν λέγει ἔνια δὲ καὶ τέρπει καινὰ ὄντα. ὃ δὲ λέγει δῆλον ἔσται ἀναμνήσασιν ἡμᾶς αὐτοῦ τῆς ἀρχῆς τῶν Μετὰ τὰ φυσικά· ἔστι δὲ τοιαύτη τις “πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει. σημεῖον δὲ ἡ τῶν αἰσθήσεων ἀγάπησις.” ἐπεὶ οὖν φύσει ὀρεγόμεθα τοῦ γινώσκειν καὶ κατὰ φύσιν ἡμῖν ἡ ἔφεσις αὕτη πάρεστιν ὡς καὶ τὸ αἰσθάνεσθαι καὶ λογίζεσθαι, εὐλόγως κἂν κεκμηκότες ὦμεν, ἀναρρωνύμεθα πρὸς τὴν ἀντίληψιν τοῦ ἀγνοουμένου· τοιαῦτα δ’ ἐστὶ τὰ καινὰ καὶ ἀρτιφανῆ. ἄγνωστα γάρ ἐστι, τῆς δὲ τούτων ἀντοχῆς, μᾶλλον δὲ ἀντιλήψεως καὶ γνώσεως, φύσει ὀρεγόμεθα. ἡ τοιαύτη δὲ ὄρεξις καὶ ἔφεσις μαλάσσει καὶ ἀσθενῆ τὸν κόπον ἐμποιεῖ καὶ οἱονεὶ ἀνεπαίσθητον καὶ ἀπάγειν ἀπὸ τῆς πρὸς τὰ καινὰ ἐνεργείας οὐ συγχωρεῖ. καὶ εἶδον ἐγώ τινας τέλειον ἀσθενεῖς, τινὰς δὲ καὶ κατακόπους ἔκ τινων ὄντας πράξεων ἀόκνως βαδίζοντας καὶ μεθ’ ἡδονῆς ἐπὶ τὴν τῶν λεόντων θέαν [καὶ βαδίζοντας]. οὕτω τὴν πρώτην, εἶτα παρημελημένως. τὰ μὲν οὖν πρῶτα, τουτέστιν ὅταν πρώτως φανῇ, παρακέκληται καὶ ἐπισύρεται καὶ σπεύδει πρὸς αὐτὰ ἡ διάνοια μὲν πρὸς τὰ διανοητά, ἡ δὲ αἴσθησις πρὸς τὰ αἰσθητά, ἔπειτα δὲ οὐ μετὰ διατάσεως καὶ συντονίας, ἀλλὰ ἀσθενῶς καὶ παρημελημένως, ὡς ἤδη γνῶσιν καὶ κατάληψιν ἔχοντες τῶν πραγμάτων.3 διὸ καὶ ἡ ἡδονὴ ἀμαυροῦται. εἴρηται γὰρ ὅτι ὁποῖαι ἂν ὦσιν αἱ ἐνέργειαι, τοιαῦται καὶ αἱ ἐπ’ αὐταῖς ἡδοναί.

“有些事物在新鲜时使人愉悦,但后来却不再同样如此。” 在把我们不能持续不断地感到快乐归因于疲劳之后(因为疲劳会阻碍活动,而我们说快乐正是伴随活动而产生的),由于他看到有些事物即使在我们疲惫不堪时也能使我们愉悦,并且有人很可能会因此提出反驳,说疲劳是由于阻碍了快乐所伴随的活动而导致我们不能持续不断且不间断地感到快乐,这一说法是错误的(因为我们常常看到有些人尽管已经疲倦,却依然在活动并感到欢喜,疲劳丝毫未能阻止活动,也未能阻止伴随活动而产生的喜悦;既然疲劳无力阻止这些人活动,他们反而在疲倦中仍在活动,那么显然疲劳的分量也绝不能使任何其他人脱离活动)——面对这一反驳,他回答说:“有些事物在新鲜时使人愉悦”。如果让我们自己回想起他的《形而上学》开篇,他所说的话便会十分清楚;那句话大致如下:“求知是人类的本性。诸感觉受到喜爱便是一个表征。”因此,既然我们在本性上渴望认识,并且这一向往如同感觉与推论一样符合本性地存在于我们之中,那么理所当然地,即便我们已经疲倦,我们仍会重新振作以把握未知之物;而新鲜且初次显现之物正是如此。因为它们是未知的,而我们在本性上渴望抓住它们,或者更确切地说,渴望把握并认识它们。这样的欲望与向往软化了疲劳,使之变得微弱且仿佛不可察觉,并且不容许它将我们从朝向新事物的活动中引开。我本人就曾见过某些极度衰竭的人,还有一些甚至因某些行为而疲惫不堪的人,却毫不迟疑且满怀喜悦地步行前去观看狮子。起初是如此,但后来就变得漫不经心。因此,起初,即当事物初次显现时,理智朝向理智对象、感觉朝向感觉对象被激发、被吸引并急切奔赴;但后来却不再带着紧绷与专注,而是微弱且漫不经心地对待,犹如已经获得了对诸事物的认识与把握的人一样。因此,快乐也逐渐暗淡。因为人们已经说过,活动是怎样的,其上的快乐也就是怎样的。

语法注3 条
  1. 9.23τί δὴ οὖν οὐχὶ ὅταν ἐκ τοῦ κόπου τοῦ ἐκ τῆς ἐνεργείας ἡμῖν ἐπιγινομένου ἐπὶ τὸ μὴ ἐνεργεῖν τραπώμεθα, οὐχ ἡδόμεθα;

    双重否定疑问结构:τί δὴ οὖν οὐχί(“那么为何不是……”)在插入的时间从属从句(ὅταν... τραπώμεθα)之后,对否定谓语 οὐχ ἡδόμεθα(“我们不感到快乐”)整体加以否定。该句引入了一个预想的反驳,即指出当人们因疲劳而停止活动休息时同样会体验到快乐这一经验事实。

  2. 9.24Τοῦ μὴ συνεχῶς ἡμᾶς ἥδεσθαι τὸν κόπον αἰτιασάμενος

    句首的主格分词 αἰτιασάμενος(在归因……之后)因后接极其冗长的插入成分(由 ἐπεὶ ἑώρα... 引导的一系列说明原因、预想反驳及其理据的从属句)而与主动词发生严重离隔,造成统语上的破格(破格句)。整个句子的主干最终由末尾的 πρὸς ταύτην δὴ τὴν ἔνστασιν ἀπαντῶν λέγει(面对这一反驳,他回答说)加以回收与接续。

  3. 9.24ὡς ἤδη γνῶσιν καὶ κατάληψιν ἔχοντες τῶν πραγμάτων

    意义一致(constructio ad sensum):尽管前述分句在语法上的主语是阴性单数名词 ἡ διάνοια(理智思考)与 ἡ αἴσθησις(感觉),但分词 ἔχοντες 却采用了阳性复数主格,在意义上指代进行认知活动的人类主体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:559.18-561.7