← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§55.1-56.19

善的同名异义方式与向形而上学的移交

亚里士多德排除了善出于偶然的同名异义,在核心关联(源自一物并归于一物)与类比之中更倾向于后者;欧斯特拉提奥斯对此阐发了理念与摹像之间的不可逆关系以作辩驳,并解释了亚里士多德为何将善的同名异义性及理念论的全面探讨推延至形而上学(第一哲学)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.66

" Οὐ γὰρ ἔοικε τοῖς ἀπὸ τύχης ὁμωνύμοις." Ἀκολούθως τοῖς εἰρημένοις καὶ τὴν παροῦσαν ποιεῖται ζήτησιν. ἐπεὶ γὰρ ἔδοξε δεῖξαι οὐ κατὰ μίαν ἰδέαν πάντα λεγόμενα τὰ καθ’ αὑτὰ ἀγαθά, δεῖ δὲ τὴν κοινωνίαν ταύτης τῆς κλήσεως κατά τινα αἰτίαν ἤ τινα τρόπον λέγεσθαι, ἐξετάζει νῦν περὶ τούτου καί φησι κατὰ ποῖον τρόπον ἀγαθὰ κοινῶς λέγεται πολλὰ ὄντα καὶ κατὰ φύσιν διάφορα καὶ τοῖς λόγοις ἀλλήλων ἕτερα τὰ κοινῶς ἀγαθὰ καλούμενα. εἰ γὰρ ὄνομα μόνον ἔχουσι κοινόν, τὸν δὲ κατὰ τοὔνομα λόγον τῆς οὐσίας ἕτερον, ἔσται πάντως ὁμώνυμα. πολλῶν δὴ τρόπων ὄντων καθ’ οὓς τὰ ὁμώνυμα ὁμώνυμα γίνεται, τίς ἂν εἴη ὁ τρόπος καθ’ ὃν τὰ ἀγαθὰ ἀγαθὰ ὀνομάζεται; οὐ γὰρ ἄν τις ἐροῖ ἀπὸ τύχης αὐτὰ οὕτω λέγεσθαι. τὰ γὰρ οὕτως ὁμώνυμα οὐδεμίαν κοινωνίαν πραγματικὴν κατὰ τοὔνομα κέκτηται. ἦν γὰρ οὕτω λόγος αὐτοῖς τῆς κοινωνίας τῆς κατὰ τοὔνομα· τὰ δ’ ἀπὸ τύχης οὐ κατὰ λόγον. οὐ γὰρ ἂν ὑπῆρχεν οὐδ’ αὐτόματα.1 αὐτόματον γὰρ τὸ αὐτομάτως ὂν ἢ γινόμενον καὶ μὴ ἔχον λόγον ἢ αἰτίαν, καθ’ ἣν οὕτως ἔστιν ἢ γίνεται, οἷον εἴ τινος ἐν Αἰγύπτῳ Ἀλέξανδρον τὸν γεννηθέντα καλέσαντος, ἄλλος ἐν Ῥώμῃ τῷ αὐτῷ ὀνόματι καλέσει ἕτερον, οὐδετέρου εἰδότος τὸν ἕτερον τίς ἐστιν ἢ εἴ τινα κέκληκεν οὕτως. ἐπεὶ οὖν τοῖς ἀγαθοῖς καὶ πραγματική τις κοινωνία κατὰ τὴν ὀνομασίαν ἐστίν, οὐκ ἂν εἴη ὡς τὰ ἀπὸ τύχης ὁμώνυμα.

“因为它并不类似于出于偶然的同名异义之物。” 他顺应前述内容,亦展开了当下的探求。因为既然他似乎已经表明并非所有因其自身的善都是按照单一理念被言说的,而这一称谓的共通性又必须依照某种原因或某种方式被言说,所以他如今就此进行考察,并探讨这些被称为共通之善的事物,在数量众多、本性相异、且定义互不相同的情况下,究竟是以何种方式被共通地称为善的。因为如果它们仅仅拥有共通的名字,而依循该名字的本质定义各异,那么它们无论如何都将是同名异义的。既然同名异义之物成为同名异义的方式有许多种,那么诸善被称为善的方式究竟会是哪一种呢?因为绝不会有人说它们是出于偶然被如此言说的。因为依此方式同名异义的事物,在名称上并不具有任何实质性的共通性。[若非如此,]它们在名称上的共通性就会有理据;但出于偶然的事物并不循于理据。否则,它们甚至连自发之物都不是了。因为所谓自发之物,乃是自发地存在或产生、且不具有据以如此存在或产生的理据或原因之物;例如,若有人在埃及将出生的孩子命名为“亚历山大”,而另一个人在罗马用同样的名字称呼另一个孩子,两人彼此都不知道对方是谁,也不知晓对方是否如此称呼了某人。因此,既然诸善在名称上亦具有某种实质性的共通性,它们便不可能如同出于偶然的同名异义之物。

§1.67

"Ἀλλ’ ἆρά γε φησιν τῷ ἀφ’ ἑνὸς εἶναι ἢ πρὸς ἓν πάντα συντελεῖν." Πολλῶν ὄντων τρόπων καθ’ οὓς τίθεται τὰ ὁμώνυμα, ἕνα μόνον τὸν ἀπὸ τύχης παραιτησάμενος ὡς ἀνοίκειον, τοὺς λοιποὺς παρῆκεν, ὡς φανερῶς οὐ τῷ προκειμένῳ προσαρμόζοντας· δύο δὲ μόνους παρέλαβε, τόν τε ἀφ’ ἑνὸς καὶ πρὸς ἓν καὶ τὸν κατὰ ἀναλογίαν, ὡς καὶ πραγματικήν τινα κοινωνίαν ἔχοντας. τούτων δὲ προκρίνει τὸν δεύτερον. ἀφ’ ἑνὸς μὲν οὖν καὶ πρὸς ἓν ὁμώνυμα λέγεται, ὅσα ἀπό τινος ἀρχῆς μιᾶς καὶ αἰτίας ὁρμώμενα πρός τι ἓν τείνουσι τέλος, ὡς ἀπὸ ἰατρικῆς ὀνομάζονται τὰ ἰατρικὰ φάρμακα καὶ διαιτήματα καὶ βιβλία καὶ ὄργανα, καὶ εἴ τι ἄλλο ἀρχὴν μὲν ἔχον αὐτὴν ὡς ἐξ αὐτῆς ὁρμώμενον, τέλος δὲ ἓν ἔχον τὴν ὑγίειαν, ἧς ἡ ἰατρικὴ στοχάζεται. ἡ δὲ κατὰ ἀναλογίαν ὁμωνυμία δήλη ἀφ’ ὧν αὐτὸς τέθεικε παραδειγμάτων. ὡς γὰρ ἐν σώματι ὄψις ἀγαθὸν γνῶσιν τῶν ὄντων χορηγοῦν καὶ καλλῦνον τὸ ζῷον, οὕτως ὁ νοῦς τῇ ψυχῇ γνῶσιν τῶν νοητῶν διδοὺς καὶ ὡραΐζων αὐτὴν ὑπὲρ πᾶσαν δύναμιν, καὶ ἄλλο δὴ ἐν ἄλλῳ. ἀλλ’ οὐχ αἱ ἰδέαι οὑτωσί, Ἀριστότελες, ἀλλ’ ὡς αὐταὶ καὶ ἑαυτῶν καὶ ὡς ὅλα καὶ παραδείγματα καὶ ἓν ἑκάστῃ πρὸς πολλὰ κατὰ μετοχὴν τὴν αὐτῆς καὶ ἀναφορὰν τὴν πρὸς αὐτὴν καὶ ὁμοίωσιν παρὰ τῶν ταύτας εἰσαγόντων ἐτίθεντο οὐκ ἀντιστρεφούσης ἐνταῦθα τῆς ὁμοιώσεως.2 ἔνθα μὲν γὰρ πλείοσιν ἑνός ἐστι μετοχή, ἐκεῖ τὰ μετέχοντα ὅμοια πρὸς ἄλληλα τῷ ταὐτῷ τῆς μεθέξεως, ἔνθα δὲ εἰκὼν καὶ παράδειγμα, ἡ μὲν εἰκὼν ἐκεῖ τῷ παραδείγματι ὅμοιον ὅτι πρὸς ἐκεῖνο ἀπείκασται. τὸ δὲ παράδειγμα ὅμοιον οὐ χρὴ τῇ εἰκόνι λέγειν ἀλλ’ εἰκόνος ἀρχέτυπον.

“‘但难道,’他说,‘是由于源自一物,还是由于全部有助于一物?’” 尽管设立同名异义的方式有许多种,他在将唯一一种出于偶然的方式视作不当而予以排除后,便省去了其余方式,视其明显不适合当下的论题;他仅采用了两种方式,即源自一物并归于一物的方式,以及基于类比的方式,因为它们亦具有某种实质性的共通性。而在二者之中,他更倾向于后者。所谓源自一物并归于一物的同名异义之物,是指凡从某一单一的本原与原因出发,并导向某单一目的之物,正如医疗药物、起居食疗、医书与器械皆源自医学而被命名,凡其他以医学为本原而源出于医学、且以医学所追求的健康为唯一定向目的的事物皆属此类。而基于类比的同名异义,从他本人所列举的范例中已十分明了。因为正如视觉在身体中是一桩善事,它提供对存在之物的认知并美化动物;理智之于灵魂亦是如此,它赋予对可理知之物的认知并在一切能力之上修饰灵魂;在另一物中的另一事物亦同此理。然而亚里士多德啊,理念并非如此;相反,引入诸理念的人是将它们设定为自身且属于自身之物,作为整体与范式,并且依照对其自身的分有、对其自身的归属与摹拟,各为一个对应众多事物,而在此种情况下摹拟并非可逆的。因为在多数事物分有单一事物的地方,分有者之间由于分有的同一性而彼此相似;但在存在影像与范式的地方,影像是由于摹仿该范式而与范式相似。然而人不应当说范式与影像相似,而应当说它是影像的原型。

§1.68

"Ἀλλ’ ἴσως ταῦτα μὲν ἀφετέον τὰ νῦν." Περὶ τοῦ τρόπου τῆς ὁμωνυμίας, καθ’ ὃν ἀγαθὰ πάντα τὰ ἀγαθὰ λέγεται, παραιτεῖται νῦν ἐξετάζειν, ὡς οὐ τῆς ἠθικῆς ὂν φιλοσοφίας ἤ τινος ἄλλης ὑπὸ τὴν πρακτικὴν τὸ περὶ τούτων ἐξακριβοῦν ἀλλὰ τῆς μετὰ τὰ φυσικά,3 ἧς ἐν τῷ δ περὶ τῶν πλεοναχῶς λεγομένων ἐξακριβοῦται. διὸ καὶ ἐπάγει ὁμοίως δὲ καὶ περὶ τῆς ἰδέας. ἐν γὰρ τῷ β τῆς πραγματείας ἐκείνης καὶ τῷ μ καὶ τῷ ν ἐξετάζει περὶ τῶν ἰδεῶν. ἑνικῶς δὲ περὶ τῆς ἰδέας εἶπεν, ὅτι περὶ τῆς τοῦ ἀγαθοῦ μόνης ἰδέας ἐνταῦθα χρειῶδες αὐτῷ ζητῆσαι, ὡς περὶ τοῦ ἀνθρωπίνου ἀγαθοῦ προθεμένῳ εἰπεῖν.

“‘不过眼下或许应当搁置这些。’” 关于所有善皆被称为善的同名异义的方式,他如今拒绝继续考察,认为对这些问题详加审视并不属于伦理哲学或实践哲学之下的任何其他学科,而是属于形而上学;他在后者的第五卷中详尽考察了以多种方式言说的事物。因此他又补充道:“关于理念亦同样如此。”因为在那部著作的第三卷、第十三卷与第十四卷中,他考察了诸理念。而他以单数形式称“关于理念”,是因为对于旨在探讨人类之善的他而言,在此处唯独需要就善的理念进行探求。

语法注3 条
  1. 1.66ἦν γὰρ οὕτω λόγος αὐτοῖς τῆς κοινωνίας τῆς κατὰ τοὔνομα· τὰ δ’ ἀπὸ τύχης οὐ κατὰ λόγον. οὐ γὰρ ἂν ὑπῆρχεν οὐδ’ αὐτόματα.

    ἦν 为未完成过去时,表示与事实相反的假定之推论(“若是那样,它们便会有……”)。接下来的 οὐ γὰρ ἂν ὑπῆρχεν οὐδ’ αὐτόματα 由 ἄν 加直陈式未完成过去时构成反事实条件句的归结节,形成归谬论证:“因为[如果具有理据,]它们甚至连自发之物都不是了”。

  2. 1.67οὐκ ἀντιστρεφούσης ἐνταῦθα τῆς ὁμοιώσεως

    由现在分词 ἀντιστρεφούσης 构成的属格独立结构。它在逻辑上界定并指明理念与摹像之间的相似关系并非双向对称的,而是从摹像朝向原型的单向关系。

  3. 1.68ὡς οὐ τῆς ἠθικῆς ὂν φιλοσοφίας ἤ τινος ἄλλης ὑπὸ τὴν πρακτικὴν τὸ περὶ τούτων ἐξακριβοῦν ἀλλὰ τῆς μετὰ τὰ φυσικά

    带有 ὡς 的中性分词独立结构(宾格绝对或主格绝对)。中性分词 ὄν 的逻辑主语是冠词加不定式短语 τὸ περὶ τούτων ἐξακριβοῦν,而属格 τῆς ἠθικῆς φιλοσοφίας ... ἀλλὰ τῆς μετὰ τὰ φυσικά 作为表语属格(表示“属于伦理哲学……而是属于形而上学”)。该结构表达了亚里士多德的主观理由或判断。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:55.1-56.19