- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:558.13-559.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
欧斯特拉提乌斯针对亚里士多德第1174b31行展开注解,阐明快乐完成活动的方式不同于内在品质或形式完成其质料基底,而是如同青春容光附随于鼎盛之年那样作为后起的目的完成活动。
" Τελειοῖ δὲ τὴν ἐνέργειαν ἡ ἡδονὴ οὐχ ὡς ἕξις ἐνὑπάρχουσα." Ἐνέργειαν λέγειν ἢ ἐνεργοῦντα οὐδὲν διαφέρει. εἴρηται γὰρ ὅτι ἐπιστήμη καὶ αἴσθησις καὶ οἰκοδομικὴ ὁ ἐπιστήμων καὶ αἰσθητικὸς καὶ ὁ οἰκοδόμος ἐστίν· ὁμοίως καὶ κατ’ ἐνέργειαν αἴσθησις καὶ κατ’ ἐνέργειαν οἰκοδομική εἰσιν ὁ ἤδη αἰσθανόμενος καὶ ὁ νῦν οἰκοδομῶν. λέγει δὲ ὅτι οὐχ ὡσαύτως τελειοῖ ἡ ὑγίεια τὸν ὑγιαίνοντα καὶ ἡ γεωμετρία τὸν γεωμέτρην καὶ συλλήβδην αἱ ἕξεις τὰ ἑκτὰ καὶ ἡ ἡδονὴ τὴν ἐνέργειαν,1 ἀλλ’ αἱ μὲν ἕξεις προυπαρχόντων τῶν δεκτικῶν ἐπιγινόμεναι αὐτοῖς, οἷον ὡς εἴδη καὶ τελειότητες δυνάμει ὄντων, ἐνεργείᾳ τε ποιοῦσιν αὐτὰ καὶ ἐνεργεῖν κατ’ αὐτὰς παρασκευάζουσιν. ἥ τε γὰρ κιθαριστικὴ ἐγγινομένη τῷ δυνάμει ὄντι κιθαριστῇ ἐνεργείᾳ τε κιθαριστὴν ἐποίησε καὶ κιθαρίζειν κατ’ αὐτὴν ἀπειργάσατο· ὁμοίως καὶ ἡ γεωμετρία τὸν γεωμέτρην· ἀλλὰ καὶ ἡ αἴσθησις ἐπὶ τῇ τῶν ζῴων διαπλάσει ἐπιγεγονυῖα τοῖς δυνάμει οὖσιν αἰσθητικοῖς χυμοῖς ἐνεργείᾳ τὸ ἐξ αὐτῶν γεγονὸς αἰσθητικὸν ἐποίησε. προϋποκειμένων τοίνυν τῶν δυνάμει ὄντων κιθαριστῶν καὶ γεωμετρῶν καὶ αἰσθητικῶν αἱ ἕξεις ἐπιγεγονυῖαι ὡς εἴδη ἐν ὕλῃ τελειοῦσιν αὐτὰ καὶ ἐνεργεῖν κατ’ αὐτὰς ποιοῦσιν· ἐπὶ δὲ τῆς ἡδονῆς οὐχ οὕτως ἔχει. οὐ γὰρ προυπαρχούσης τῆς ἐνεργείας ἐπιγίνεται ἡ ἡδονή, 〈καὶ δυνάμει πρότερον οὔσης ἡδείας μετὰ τοῦτο ἐνεργείᾳ γίνεται ἡδεῖα. οὐ δὴ οὖν οὐδαμῶς προυπάρχει ἡ ἐνέργεια καὶ ἐπιγίνεται αὐτῇ ἡ ἡδονή〉, ἀλλ’ ἅμα ἐπ’ αὐτῇ γίνεται. ἐκεῖνα μὲν γὰρ ὁ οἰκοδόμος καὶ ὁ κιθαριστὴς καὶ ὁ αἰσθητικὸς δι’ ἀλλοιώσεως καὶ μεταβολῆς καὶ γενέσεως ἐκ τοῦ δυνάμει ὄντα τόδε τι γεγόνασιν ἐνεργείᾳ,2 ὃ ἦσαν δυνάμει, καὶ ἐτελείωσαν τὰ ὑποκείμενα καὶ ἔταξαν καὶ μέτρον ἐπέθηκαν, ὥσπερ τὰ εἴδη εἰς τὴν ὑποκειμένην αὐτοῖς ὕλην. οὕτω μὲν οὖν αἱ ἕξεις καὶ τὰ εἴδη τελειοῦσι τὰ ὑποκείμενα αὐτοῖς, ἡ δὲ ἡδονὴ τελειοῖ τὴν ἐνέργειαν ὡς ἐπιγινόμενόν τι τέλος. τοῦτό ἐστιν ὡς ἐπ’ αὐτῇ γινόμενον οἷον τέλος. ἅμα γὰρ αὐτῇ ἐστι καὶ τέλος, ὡς καὶ ἡ ἐνέργεια ἐν ἅπασι τοῖς τοῦ χρόνου μέρεσι, καὶ ὥσπερ, φησί, τῇ ἀκμῇ ἐπιγίνεται ἡ ὡραιότης, οὕτω καὶ τῇ ἐνεργείᾳ ἡ ἡδονὴ καὶ τελειοῖ αὐτήν. ὥσπερ γὰρ ἡ ὡραιότης ἐπιτερπέστερα τὰ ἀκμάζοντα τῶν σωμάτων καὶ ἡδύτερα ποιεῖ καὶ ποθεινότερα καὶ ἐρασμιώτερα ὁρᾶσθαι, οὕτω καὶ ἡ ἡδονὴ τὴν ἐνέργειαν μᾶλλον ἐφετὴν ἐργάζεται καὶ μᾶλλον αὐτῆς ἔχεσθαι ἡμᾶς διατίθησιν. ἕως ἂν οὖν, ὡς εἴρηται, τά τε νοητὰ ἢ αἰσθητὰ κράτιστα ὦσι καὶ ἐφετὰ καὶ ἡ αἴσθησις ὡσαύτως ἔχῃ καὶ ἡ νόησις (τούτου γάρ ἐστι δηλωτικὸν τὸ καὶ πρὸς ἄλληλα ἐχόντων τὸν αὐτὸν τρόπον) καὶ ἡ μὲν νοῇ, ἡ δὲ αἰσθάνηται, ἀνάγκη καὶ ἡδονὴν ὑπάρχειν ἐπὶ ταῖς ἐνεργείαις. ὥσπερ γὰρ τὸ κάλλος καὶ ἡ ὡραιότης, ἕως ἄν ἡ τῶν μερῶν καὶ μελῶν πρὸς ἄλληλα καὶ πρὸς τὸ ὅλον σώζηται συμμετρία, σύνεστιν αὐτῇ (ταύτῃ γὰρ τῇ συμμετρίᾳ ἐπινήχεται οἷον φῶς τι ἢ ἄνθος ἐπιλάμπον ἢ ἐπανθοῦν), οὕτως καὶ ἡδονὴ ἀεὶ σύνεστι τῇ ἐνεργείᾳ, τῇ κρατίστῃ δηλαδή.
“快乐完成活动,并非作为内在的品质状态。” 说“活动”还是说“活动者”并无差别。因为人们已经说过,知识、感觉和建筑术就是知者、感觉者和建筑者;同样,现实中的感觉和现实中的建筑术,也就是已经在感觉者和正在建造者。而他的意思是:健康完成处于健康者、几何学完成几何学者、总而言之诸品质状态完成其承受载体的方式,与快乐完成活动的方式并不相同。相反,诸品质状态是在接纳它们的载体预先存在的前提下加诸其上的,如同潜在存在之物的形式与完成态一样,它们既使这些载体成为现实,又使它们准备好依循这些品质状态进行活动。因为齐特拉琴技艺产生于潜在的齐特拉琴演奏者之中,便使他成为现实中的齐特拉琴演奏者,并促成他依循该技艺弹奏齐特拉琴;同样,几何学对于几何学者也是如此;不仅如此,感觉也是在动物身体成形时加诸潜在具有感觉能力的体液之上,从而使由这些体液生成之物在现实中成为具有感觉能力的。因此,当潜在的齐特拉琴演奏者、几何学者和感觉者作为基底预先存在时,诸品质状态作为质料中的形式加诸其上,便完成了它们,并使它们依循这些品质状态进行活动;但在快乐的情形中却并非如此。因为快乐并不是在活动预先存在之后才加诸其上的,〈〔活动〕也并非原先在潜能上是令人愉悦的,在此之后才在现实中成为令人愉悦的。因此,绝非活动预先存在而快乐随后加诸其上〉,而是与活动同时在它之上产生。因为上述那些——即建筑者、齐特拉琴演奏者和感觉者——乃是通过质变、变化和生成,从潜在存在着的这个具体之物,在现实中变成了它们原先在潜能中所是之物,并完成了它们的基底,赋予其秩序和尺度,正如诸形式对处于其下的质料所做的那样。因此,诸品质状态与形式就是这样完成居于其下的基底的,而快乐完成活动则是作为某种附带产生的目的。这就是说,它是作为仿佛某种目的那样伴随着活动而产生的。因为快乐与活动同时是目的,正如活动在所有时间部分中也都是目的那样;并且正如他说,青春容光附随于鼎盛之年,快乐同样附随于活动并完成它。因为正如青春容光使处于鼎盛期的身躯更加令人愉悦、更为甜美,在观看时更加令人向往和喜爱,快乐同样使活动更值得追求,并使我们倾向于更加专注于它。因此,正如所说,只要理智对象或感觉对象处于最佳且值得追求的状态,感觉和理智也同样如此(“当它们彼此间保持相同关系时”这句话所表明的正是这一点),并且一者在思想,另一者在感觉,那么伴随这些活动必然也存在着快乐。因为正如只要部分和肢体彼此之间以及对整体的调和比例得以保持,美和青春容光就与它同在(因为在这一调和比例之上,仿佛有某种照耀或盛开的光芒或花朵漂浮着),同样,快乐也始终与活动同在,也就是与最优秀的活动同在。
- 9.22οὐχ ὡσαύτως τελειοῖ ἡ ὑγίεια τὸν ὑγιαίνοντα καὶ ἡ γεωμετρία τὸν γεωμέτρην καὶ συλλήβδην αἱ ἕξεις τὰ ἑκτὰ καὶ ἡ ἡδονὴ τὴν ἐνέργειαν
这是由 οὐχ ὡσαύτως(并非以相同方式)引导的比较结构,通过 καὶ ... καὶ ... 的并列,将“健康完成处于健康者、几何学完成几何学者、诸品质状态完成其载体”这一组合,与“快乐[完成]活动”进行对照。紧随其后的 ἀλλ’ αἱ μὲν ἕξεις ... ἐπὶ δὲ τῆς ἡδονῆς οὐχ οὕτως ἔχει 正是对这种对比关系的具体展开。
- 9.22ἐκεῖνα μὲν γὰρ ὁ οἰκοδόμος καὶ ὁ κιθαριστὴς καὶ ὁ αἰσθητικὸς δι’ ἀλλοιώσεως καὶ μεταβολῆς καὶ γενέσεως ἐκ τοῦ δυνάμει ὄντα τόδε τι γεγόνασιν ἐνεργείᾳ
中性复数主语 ἐκεῖνα(前述的主体/诸例)后并列了同格的阳性单数主格 ὁ οἰκοδόμος καὶ ὁ κιθαριστὴς καὶ ὁ αἰσθητικὸς 作为具体例证;复数动词 γεγόνασιν 与分词 ὄντα 则呼应前述并列主语。介词短语 ἐκ τοῦ δυνάμει ὄντα τόδε τι 意为“从潜在作为这一个体事物”,其后的 ὃ ἦσαν δυνάμει 则指明它们在现实中(ἐνεργείᾳ)所成为者。
