- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:557.19-558.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提奥斯依据亚里士多德提出的医生与健康的类比,阐明了感觉对象与快乐完成活动的不同方式——前者作为外在和在先者将潜能引向现实,后者则作为内在附随物促进并维持活动,并进一步探讨了受动的双重性(破坏性受动与完满性受动)。
οὐ γάρ ἐστιν ἐκτὸς αὐτῆς οὐδὲ προτέρα ταύτης, ἀλλ’ ἅμα τε ἔστι καὶ οὐκ ἔστι,1 καὶ χωρισθῆναι τῆς ἐνεργείας, ἐφ’ ᾗ ἐστιν, οὐ δύναται. τελειοῦν δὲ λέγεται τὴν ἐνέργειαν ἡ ἡδονὴ ὡς συναύξουσα. ἡ γὰρ ἐπὶ τῷ γεωμετρεῖν ἡδονὴ συναύξει τὰς κατὰ τὸ γεωμετρεῖν ἐνεργείας καὶ ἡ ἐπὶ τῷ κιθαρίζειν τὰς κατὰ τὴν κιθαριστικήν. ὡς γὰρ ὁ ἰατρός, φησί, καὶ ἡ ὑγίεια αἰτία τοῦ ὑγιαίνειν τὸ ζῷον, ἀλλ’ ὁ μὲν ἰατρὸς ἐκτός ἐστι τοῦ ὑγιαίνοντος καὶ πρότερος ᾗ ἰατρός (ὅτε γὰρ ἐνόσει ὁ ὑπ’ αὐτοῦ ὑγιασθείς, ἰατρὸς μὲν ἦν ὁ ἰασάμενος τὸν νοσοῦντα, ὁ δὲ ὑγιασθεὶς ὑγιὴς οὐκ ἦν), ἡ δὲ ὑγίεια οὐκ ἐκτός ἐστι τοῦ ὑγιαίνοντος ἀλλ’ ἐν αὐτῷ ἐστιν ὡς μέρος ἢ ἕξις. ἐν γὰρ τῇ συμμετρίᾳ τῶν ἐν αὐτῷ χυμῶν ἡ ὑγίεια καὶ τὸ ὑγιαίνειν ἐστὶ καὶ σύνεστιν αὐτῷ ἀχωρίστως ἡ ὑγίεια, ἕως ἂν ὑγιαίνῃ, οὕτως καὶ ἡ ἡδονὴ συνυπάρχει τῇ ἐνεργείᾳ, ἐφ’ ᾗ γίνεται, ἕως ἄν ἡ ἐνέργεια σώζηται καὶ ἔστιν. ὡς οὖν ἄλλως μέν ἐστιν ὁ ἰατρὸς αἴτιος τοῦ ὑγιαίνειν τὸ ζῷον, ἄλλως δὲ ἡ ὑγίεια (ὁ μὲν γὰρ τοῦ ἐπιγενέσθαι ἐν τῷ ζῴῳ τὴν ὑγίειαν γέγονεν αἴτιος, ἡ δὲ ὑγίεια τοῦ κατὰ φύσιν καὶ ἀμέμπτως ἐνεργεῖν, καὶ ὁ μὲν κεχώρισται τοῦ ὑγιαίνοντος, ἡ δὲ σὺν αὐτῷ ὡς ἕξις τις αὐτοῦ ἢ εἶδος· τοῦ γὰρ ὑγιαίνοντος ᾗ ὑγιαίνων ἐστὶν εἶδος ἡ ὑγίεια, ὡς καὶ τοῦ λευκοῦ ᾗ λευκὸς τὸ λευκόν· οὔτε γὰρ λευκὸς δίχα λευκοῦ λευκὸς εἶναι δύναται οὔθ’ ὑγιαίνων δίχα ὑγιείας), οὕτω καὶ τὸ αἰσθητὸν καὶ ἡ ἡδονὴ οὐχ ὡσαύτως τελειοῦσι τὴν αἴσθησιν, ἀλλὰ τὸ μὲν αἰσθητὸν τελειοῖ αὐτὴν ὡς ἐκκαλούμενον καὶ ἄγον αὐτὴν ἀπὸ τοῦ δυνάμει εἰς ἐνέργειαν, ἐκτὸς ὂν καὶ πρότερον τῆς ἐνεργείας τῆς περὶ αὐτό. ἀντιληπτικὴ γὰρ αὐτοῦ καὶ κριτικὴ γίνεται τότε. ἡ δὲ ἡδονὴ τελειοῖ τὴν ἐνέργειαν ὡς συναύξουσά τε καὶ συντηροῦσα καὶ μένειν οἱονεὶ ἀναπείθουσα. ὅτι δὲ καθ’ ἑκάστην αἴσθησιν κατὰ φύσιν ἐνεργοῦσαν καὶ πρὸς τὸ κάλλιστον τῶν ὑπ’ αὐτὴν αἰσθητῶν ἕπεται ἡδονή, οἶμαι μηδένα ἀγνοεῖν. καὶ ἐπεὶ ἀντίκεινται τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις, ὡς τὰ πρός τι, καὶ ἡ μὲν αἴσθησις πάσχει, ποιεῖ δὲ τὸ αἰσθητὸν ἀνάγκη, ὅταν ἅμα ὦσι, τὸ μὲν ποιεῖν, τὴν δὲ πάσχειν, τουτέστιν ἀνάγκη ἐνέργειαν εἶναι κρατίστην καὶ ἡδίστην.2 ὅτι δὲ τὸ πάσχον διττόν ἐστι, τό τε φθειρόμενον καὶ τὸ εἰς τελειότητά τινα καὶ εἶδος καὶ ἐκ τοῦ δυνάμει εἰς ἐνέργειαν ἀγόμενον, τῶν καθωμιλημένων ἐστί, καὶ ὅτι τὸ μὲν πρότερον τὸ ἐξιστῶν τῆς οἰκείας φύσεως καὶ εἰς φθορὰν ἄγον, ὀδυνηρόν ἐστι καὶ λυπηρόν, τὸ δὲ ἕτερον ἡδὺ καὶ προσηνές, καὶ τοῦτο τῶν μυριολέκτων ἐστίν.
因为[快乐]既不在活动之外,也不先于活动,而是[与活动]同在并同时消逝,且无法与它所依凭的活动相分离。快乐被说成完成活动,是作为促进其增长者而言的。因为从事几何学带来的快乐促进了符合几何学的活动,弹奏齐特拉琴带来的快乐则促进了符合齐特拉琴技艺的活动。因为据他说,正如医生与健康都是动物处于健康的原因,但医生对于处于健康者而言是外在的,且就作为医生而言是先在的(因为当被他治愈的人患病时,医治病人的人已经是医生,而被治愈的人却还不健康),而健康则不在处于健康者之外,而是作为一部分或品质状态存在于他自身之中一样。因为健康与处于健康存在于他自身体液的调和之中,并且只要他处于健康,健康便不可分离地与他同在;同样,只要活动得到保持并存在,快乐也就与它在其中生起的活动共存。因此,正如医生是动物处于健康的原因与健康是其原因的方式不同(因为前者成为了健康在动物中产生的原因,而健康则是依照本性且无可挑剔地进行活动的原因;前者与处于健康者相分离,而后者作为他的某种品质状态或形式与他同在——因为对于处于健康者而言,就其处于健康来说,健康是其形式,正如对于白色物而言,就其是白色的来说,白是其形式;因为白色物脱离了白便无法是白色的,处于健康者脱离了健康也无法处于健康)——同样,感觉对象与快乐也并非以相同的方式完成感觉。相反,感觉对象完成感觉,是由于它唤起感觉并将它从潜能引向现实,感觉对象对于围绕它展开的活动而言是外在的且先于它的;因为在那时,感觉才成为对它的感知与判别。而快乐完成活动,则是由于它一同促进活动、一同维持活动,并仿佛说服它持续留存。至于伴随着每一个依循本性活动并朝向其所属最优秀之感觉对象的感觉,都会随之产生快乐,我认为无人不知。并且,由于感觉对象与感觉作为关系对偶而互相对立,感觉承受作用,而感觉对象施加作用,因此当它们在一起时,必然是一方施加作用而另一方承受作用,也就是说,活动必然是最好且最令人愉悦的。而承受作用者有两种,一种是被破坏的,另一种则是被引向某种完满与形式、从潜能被引向现实的,这属于众所周知的常识;前者使〔其〕偏离本然的本性并导致毁灭,是令人痛苦而苦恼的,而后者则是令人愉悦且亲切舒适的,这也是被成千上万次谈及的事。
- 9.21ἅμα τε ἔστι καὶ οὐκ ἔστι
副词 ἅμα 同时统摄 ἔστι 与 οὐκ ἔστι,表达快乐与活动的共存与共逝关系,即“[与活动]同时存在,并同时不复存在”。这并非指自相矛盾的“既存在又不存在”,而是表明快乐在时间上的存续严格依附于活动。
- 9.21καὶ ἐπεὶ ἀντίκεινται τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις, ὡς τὰ πρός τι, καὶ ἡ μὲν αἴσθησις πάσχει, ποιεῖ δὲ τὸ αἰσθητὸν ἀνάγκη, ὅταν ἅμα ὦσι, τὸ μὲν ποιεῖν, τὴν δὲ πάσχειν, τουτέστιν ἀνάγκη ἐνέργειαν εἶναι κρατίστην καὶ ἡδίστην.
该句的句法骨架由引导原因的从属从句 ἐπεὶ ἀντίκεινται... καὶ ἡ μὲν αἴσθησις πάσχει, ποιεῖ δὲ τὸ αἰσθητόν(既然感觉对象与感觉相对立,且感觉承受作用而感觉对象施加作用)和主节的无人称结构 ἀνάγκη(必然……)构成。主节中包含条件从句 ὅταν ἅμα ὦσι,后接宾格与不定式结构 τὸ μὲν ποιεῖν, τὴν δὲ πάσχειν 作为 ἀνάγκη 的主语补足语,随后的 τουτέστιν ἀνάγκη 及其带出的宾格不定式 ἐνέργειαν εἶναι κρατίστην καὶ ἡδίστην 则是对这一必然结论的同位说明与深化阐述。
