← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§556.22-557.19

感觉对象的完成作用与文本校订

针对亚里士多德关于“快乐完成活动”的论断(1174b23),注解者考察了原文引句中可能存在的词句省略与校订方案,并解释了感觉对象如何通过将潜在的感觉提升为现实活动来完成感觉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.21#1

" Τελειοῖ δὲ τὴν ἐνέργειαν ἡ ἡδονή. οὐ τὸν αὐτὸν δὲ τρόπον ἥ τε ἡδονὴ καὶ τὸ αἰσθητόν τε καὶ ἡ αἴσθησις, σπουδαῖα ὄντα." Τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις ἐκ παραλλήλου κεῖται. ἔθος γὰρ τῷ Ἀριστοτέλει καὶ τὰ τεχνητὰ τέχνας καλεῖν καὶ τὰ αἰσθητὰ αἰσθήσεις. λείποι δ’ ἂν τῇ λέξει τὴν αἴσθησιν.1 καὶ εἴη ἂν τὸ πλῆρες τοιοῦτον· οὐ τὸν αὐτὸν δὲ τρόπον τελειοῖ τὴν ἐνέργειαν ἡ ἡδονὴ καὶ τὴν αἴσθησιν τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις. μήποτε δὲ χρὴ ἀντὶ τοῦ καὶ ἡ αἴσθησις γράφειν τὴν αἴσθησιν, ἵν’ ᾖ ἡ λέξις τοιαύτη· τελειοῖ δὲ τὴν ἐνέργειαν ἡ ἡδονή· οὐ τὸν αὐτὸν δὲ τρόπον ἥ τε ἡδονὴ καὶ τὸ αἰσθητὸν τὴν αἴσθησιν. κἂν οὕτως ἔχοι, οὐδὲν ἂν ἐλλείποι. ἀλλὰ πῶς τὸ αἰσθητὸν τελειοῖ τὴν αἴσθησιν; ἢ δηλονότι ὡς ἄγον αὐτὴν ἀπὸ τῆς δυνάμεως εἰς τὸ ἐνεργεῖν καὶ ποιοῦν αὐτὴν ἐνέργειαν, δυνάμει οὖσαν πρότερον πρὸ τοῦ ἀντιλαμβάνεσθαι αὐτοῦ. ἡ γὰρ κατ’ ἐνέργειαν αἴσθησις, ὡς ἐν τῷ Περὶ ψυχῆς δέδεικται, ταὐτόν ἐστι τῷ κατ’ ἐνέργειαν αἰσθητῷ, ἤτοι ταὐτόν ἐστιν τῷ εἴδει τῷ ἐν τῇ ὕλῃ ὄντι. ἔστι γὰρ ἡ αἰσθητικὴ ψυχὴ δύναμις, καθ’ ἣν τὸ ἔχον αὐτὴν οἷόν τέ ἐστιν ὁμοιούμενον τοῖσδε τοῖς αἰσθητοῖς διά τινος ἀλλοιώσεως τῇ πρὸς αὐτὰ ἐνεργείᾳ κρίνειν αὐτά. καὶ ὥσπερ ἡ θρεπτικὴ δύναμις τροφῆς δεῖται πρὸς τὸ ἐνεργεῖν (περὶ γὰρ τὴν τροφὴν ἡ ἐνέργεια αὐτῆς), οὕτως ἡ αἰσθητικὴ δύναμις δεῖται τῶν αἰσθητῶν. περὶ γὰρ ταῦτα ἡ ταύτης ἐνέργεια καὶ τούτοις τῶν αἰσθητῶν ἐστιν ἀντιληπτικὴ καὶ κριτική. διὸ μὴ παρόντων αὐτῶν οὐκ ἐνεργεῖ, ἀλλ’ ἐστὶ δυνάμει αἴσθησις καὶ ἀνάλογον ἔχουσα τοῖς ἔχουσι μέν τινα ἐπιστήμην, μὴ ἐνεργοῦσι δὲ κατ’ αὐτήν. ὁμοίως γὰρ ἐκεῖνοι δυνάμει ἐπιστήμονες καὶ ἡ ἀνενέργητος αἴσθησις, ἤτοι αὐτὸ τὸ αἰσθητικὸν2 ζῷον. ὡς γὰρ ἡ ἐπιστήμη αὐτός ἐστιν ὁ ἐπιστήμων, οὕτω καὶ αἴσθησις αὐτός ἐστιν ἐν ᾧ ἐστιν ἡ αἴσθησις· οὗτος γάρ ἐστιν ὁ κατ’ αὐτὴν ἐνεργῶν. ἐν πᾶσι γὰρ τὰ τὰς δυνάμεις καὶ τὰ τὰς ἕξεις ἔχοντά εἰσι τὰ ἐνεργοῦντα κατ’ αὐτάς. ὥστε τὸ λέγειν, ὅτι τὸ αἰσθητὸν τὴν δυνάμει αἴσθησιν εἰς ἐνέργειαν ἄγει, ταὐτόν ἐστι τῷ λέγειν, ὅτι τὸν ἔχοντα τὴν αἴσθησιν καὶ μὴ ἐνεργοῦντα, ἀλλὰ δυνάμει ὄντα αἰσθητικὸν ἐνεργείᾳ, ποιεῖ αἰσθητικὸν καὶ τελειοῖ αὐτόν· τέλος δὲ δυνάμεως καὶ οἷον εἶδος ἡ ἐνέργεια. διὰ γὰρ τὰς ἐνεργείας ἡμῖν ὑπὸ τοῦ δημιουργοῦ ἐδόθησαν αἱ δυνάμεις, ἵνα ἐνεργῶμεν κατ’ αὐτάς. καὶ ἔστι τὸ αἰσθητὸν ἐκτὸς αὐτοῦ τοῦ αἰσθανομένου καὶ ἐνεργοῦντος καὶ πρότερον τῆς κατ’ ἐνέργειαν αἰσθήσεως, ἡ δ’ ἡδονὴ οὐχ οὕτως ἔχει πρὸς τὴν ἐνέργειαν.

“快乐完成活动。但快乐与感觉对象以及感觉,即使它们是优秀的,也并非以相同的方式[完成活动]。” “感觉对象与感觉”是作为同等指称并置的。因为亚里士多德习惯于将人造物称为技术,并将感觉对象称为感觉。而文句中或许缺失了“感觉”[作宾语]。完全的文句应当是这样的:“快乐完成活动,与感觉对象和感觉完成感觉,并非以相同的方式”。或者,也许应当用“感觉”[宾格]代替“以及感觉”[主格],以便文句成为这样:“快乐完成活动;但快乐〔完成活动〕与感觉对象〔完成〕感觉并非以相同的方式”。如果是这样,就不会有任何缺失了。但是,感觉对象如何完成感觉呢?显然是由于它将感觉从潜能引向活动,并使先前在感知它之前处于潜能的感觉成为现实活动。因为现实状态下的感觉,正如在《论灵魂》中所指出的,与现实状态下的感觉对象是同一的,即与质料之中的相是同一的。因为感觉灵魂是一种潜能,依凭它,拥有它者能够通过某种变异而变得与这些感觉对象相似,并通过朝向它们的活动来判别它们。正如摄取营养的潜能为了活动需要食物一样(因为它的活动是围绕食物展开的),感觉的潜能同样需要感觉对象。因为它的活动是围绕这些对象展开的,并且它借由这些而能够感知和判别感觉对象。因此,当它们不存在时,它便不活动,而只是潜能上的感觉,并且类似于那些拥有某种知识却不按照它活动的人。因为正如那些人是潜能上的知者一样,未活动的感觉亦是如此,也就是感觉动物自身。因为正如知识就是知者自身一样,感觉也就是感觉所居于其中的主体自身;因为这正是按照它活动的主体。因为在所有事物中,拥有潜能和品质状态者正是按照它们活动的主体。因此,说感觉对象将潜能上的感觉引向现实活动,等同于说它使拥有感觉而不活动、在潜能上具有感觉能力的人在现实中具有感觉,并完成了他;而活动正是潜能的目的和某种形式。因为造物主为了活动而将诸潜能赋予我们,以便我们能按照它们活动。并且,感觉对象独立于正在感知和活动的主体自身之外,并且先于现实状态下的感觉;但快乐对于活动而言却并非具有这种关系。

语法注2 条
  1. 9.21λείποι δ’ ἂν τῇ λέξει τὴν αἴσθησιν

    在以潜在希求法(ἂν λείποι)构成的评注表达中,所欠缺的宾语成分 τὴν αἴσθησιν(“感觉”)以原样宾格被直接引用。与格 τῇ λέξει 表示范围(“在文句中”)。

  2. 9.21δυνάμει ὄντα αἰσθητικὸν ἐνεργείᾳ, ποιεῖ αἰσθητικὸν

    这是由 ποιεῖ 支配的双重宾格结构,其中第二宾格谓词是后置的 αἰσθητικόν,修饰分词短语 τὸν ἔχοντα...。状语性与格 ἐνεργείᾳ 修饰后置的 ποιεῖ αἰσθητικόν(“使之在现实中成为能感觉的”),与前面的 δυνάμει ὄντα αἰσθητικόν(“在潜能上是能感觉的”)形成鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:556.22-557.19