- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:555.30-556.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉惕俄斯解释了亚里士多德关于说是感觉本身活动还是感觉所在的动物活动并无差异的观点,区分了完全的状态与最完全的状态,并将活动与快乐的这一等级秩序从感觉延伸至推论思考和理智观照。
" Αὐτὴν δὲ λέγειν ἐνεργεῖν, ἢ ἐν ᾧ ἐστι, μηθὲν διαφερέτω." Ἐπεὶ ἡ κατ’ ἐνέργειαν αἴσθησις καὶ ἡ κατ’ ἐνέργειαν ἡδονὴ ἡμεῖς ἐσμεν οἱ αἰσθανόμενοι καὶ ἡδόμενοι, αὐτὸς δὲ τὴν αἴσθησιν ἔλεγεν ἐνεργεῖν καὶ ἥδεσθαι, φησὶν οὐδὲν διαφέρειν,1 εἴτε τὴν αἴσθησιν αὐτὴν λέγει τις ἐνεργεῖν καὶ ἥδεσθαι εἴτε τὸ ζῷον ἐν ᾧ αἴσθησις. ὅταν γὰρ ὁ ὁρῶν κατὰ ταύτην τὴν αἴσθησιν ἔχῃ εὖ καὶ περὶ τὰ κάλλιστα τῶν ὁρατῶν ἐνεργῇ, τελείως ἐνεργεῖ καὶ τελείως ἥδεται. αἱ γὰρ ἀπὸ τῶν τελειοτάτων ἕξεων ἐνέργειαι καὶ περὶ τὰ κάλλιστα τῶν ὑπ’ αὐτὰς αἰσθητῶν γινόμεναι τελειόταταί εἰσι καὶ ἥδισται. καθ’ ἕκαστον δὴ τῶν αἰσθανομένων, ὅταν ἄριστα διάκειται καὶ εὖ ἔχῃ, ὄντος δηλονότι καὶ τοῦ αἰσθητοῦ βελτίστου, βελτίστη καὶ ἡ ἐνέργεια, ἥτις βελτίστη ἐνέργεια καὶ τελειοτάτη ἐστίν, ὥστε καὶ ἡδίστη. τὸ γὰρ βέλτιστον καὶ τελειότατον καὶ ἥδιστον. τῆς μὴν δὴ τελειοτάτης ἕξεως (λέγει δὲ τελειοτάτην τὴν ἐσχάτην καὶ παντέλειον καὶ ἧς οὐκ ἔστιν ὑπερβολή), ταύτης οὖν ἡ ἐνέργεια, ὅταν γίνηται περὶ τὸ κάλλιστον τῶν ὑπ’ αὐτήν, ἡδίστη καὶ τελειοτάτη ἐστί. τῆς τελείας δέ (λέγει δὲ τελείαν τὴν μήπω τὸ ἔσχατον καὶ τελειότατον εἶδος οὖσαν, ἥτις ἕξις μέν ἐστιν ὡς ἐχομένη καθάπερ τι εἶδος, οὖσα δὲ ὁδὸς πρὸς τὴν τελείαν ἕξιν) καὶ ἡ ἐνέργεια ἡδεῖα μέν ἐστιν, ἡδίστη δ’ οὐκ ἔστιν. ὡς οὖν ἐπὶ τῶν αἰσθήσεων, οὕτω καὶ ἐπὶ τῆς διανοίας καὶ τῆς θεωρίας. εἴη δ’ ἂν λέγων διάνοιαν τὴν ἐπιστημονικὴν γνῶσιν, θεωρίαν δὲ τὴν νοερὰν ζωὴν καὶ ἐνέργειαν. καὶ γὰρ καὶ ἐν τούτοις ἐστὶ τὸ μᾶλλον καὶ ἧττον. καὶ οἱ μέν εἰσι τὰς ἕξεις παντέλειοι, οἱ δὲ ὑπ’ ἐκείνους· ὥστε καὶ ἐνεργήσουσι κατὰ τὴν ὑπεροχὴν ἢ τὴν ὕφεσιν τῶν ἕξεων. ἄλλως γὰρ ἐνεργήσει ὁ τὴν αἴσθησιν ἀφεὶς κάτω καὶ εἰς ἑαυτὸν στραφεὶς καὶ τῆς τοιαύτης ἐπιστροφῆς2 τοῖς νοητοῖς ἑαυτὸν ἐνιδρύσας, καὶ ἄλλως ὁ ἔξω βλέπων καὶ ἄλλως ὁ ἐκ προτάσεως εἰς ἐπιφορὰς ἐπανιών. ὥστε καὶ διάφοροι αἱ τούτων ἡδοναὶ καὶ οὐχ αἱ αὐταὶ ἔσονται. καὶ ἔστιν ἡ μὲν νοερὰ ζωὴ τελειοτάτη καὶ ἡδίστη, αἱ δ’ ἄλλαι τέλειοι καὶ ἡδεῖαι, ἥδισται δὲ οὐδαμῶς.
“而说是它自身在活动,还是它所存在于其中的东西[在活动],并无分别。” 因为现实状态下的感觉和现实状态下的快乐,正是感知着和感受着快乐的我们自身,而他自己此前却说感觉在活动和感受快乐,所以他说,无论人们说是感觉自身在活动和感受快乐,还是感觉所存在于其中的动物在活动和感受快乐,并无分别。因为当看见者按照这一感觉处于良好状态并就可见物中最美之物活动时,他便是完全地活动并完全地感受快乐。因为从最完全的状态出发、并在落在它们之下的感觉对象中最美之物上产生的活动,是最完全且最令人愉悦的。因此,在各个感知者身上,当它处于最好状态且情况良好时——感觉对象显然也是最好的——活动也是最好的,而这一最好的活动也就是最完全的,因而也是最令人愉悦的。因为最好的东西既是最完全的,也是最令人愉悦的。确实,关于最完全的状态(他所说的最完全,是指那极限的、全备的且无可超越的状态),当这种状态的活动在落在它之下的最美之物上产生时,便是最令人愉悦且最完全的。而关于完全的状态(他所说的完全,是指那尚未成为极限且最完全之相的状态,它一方面由于像某种相一样被把持着而是一种状态,但另一方面又是通往完全状态的道路),其活动固然是令人愉悦的,但并不是最令人愉悦的。因此,正如在各种感觉上如此,在推论思考和观照上亦是如此。而他所说的推论思考当指科学知识,观照当指理智的生命与活动。因为在这些事物中同样存在着较多与较少。有些人就状态而言是全备的,而另一些人则在他们之下;因而他们也将按照状态的超越或减退而活动。因为把感觉抛在下方、转向自身并通过这种转向将自身奠基于可知对象之中的人,活动方式是一种;向外看的人是另一种;而从前提进至结论的人又是另一种。因而这些人的快乐也将是多样的,而不是相同的。理智的生命是最完全且最令人愉悦的,而其余的生命则是完全且令人愉悦的,但绝非最令人愉悦的。
- 9.20Ἐπεὶ ἡ κατ’ ἐνέργειαν αἴσθησις καὶ ἡ κατ’ ἐνέργειαν ἡδονὴ ἡμεῖς ἐσμεν οἱ αἰσθανόμενοι καὶ ἡδόμενοι, αὐτὸς δὲ τὴν αἴσθησιν ἔλεγεν ἐνεργεῖν καὶ ἥδεσθαι, φησὶν οὐδὲν διαφέρειν
整个句子的主要动词是 φησίν,前半部分的 Ἐπεὶ... 是表原因的从属从句。在从属从句内部,αὐτὸς δὲ... 与 ἡμεῖς ἐσμεν... 形成转折对照,指明虽然实质上感知和享受的是我们自身,但亚里士多德本人此前却将感觉本身作为主体来表述其活动与快乐。
- 9.20τῆς τοιαύτης ἐπιστροφῆς
作表示手段或原因的属格(或隐含 ἐκ/διά 意义的表来源/出发点的属格),修饰分词 ἐνιδρύσας,意为“通过这种转向 / 作为这种转向的结果”。
