← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§554.23-555.29

最佳对象与感官协调带来的快乐完全性

厄斯特拉修阐释了亚里士多德关于感觉活动与其相伴的快乐达到完全状态的论述,指出正如感觉对象的美具有等级,唯有健全器官与最美对象的结合才能带来最完全的快乐,并说明不完全的活动与较小的快乐在其发生的时间内何以亦可被视作完整的整体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.19

" Τελείως δὲ τῆς εὖ διακειμένης πρὸς τὸ κάλλιστον τῶν ὑπὸ τὴν αἴσθησιν κειμένων." Οὐ πάντα τὰ ὁρατὰ ἐπίσης εἰσὶ καλά, οὐδ’ ἐν ἅπασιν ὁμοίως ἐμφαίνεται τὸ κάλλος καὶ ἀγλαΐα. οὐ γάρ ἐστιν ἡ τοῦ οὐρανοῦ διακόσμησις οὕτως ἀποτετορνευμένη πανταχόθεν, καὶ μετὰ πάσης εὐμετρίας καὶ εὐταξίας ἀπειργασμένη ἐπίσης καλὴ τῇ χρυσίνῃ ἢ ξυλίνῃ σφαίρᾳ, οὐδὲ ἡ τοῦ ἡλίου φωταγωγὸς δύναμις τὰ πάντα καταυγάζουσα καὶ τῆς οἰκείας πληροῦσα αἴγλης ὡσαύτως ἐστὶ καλὴ καὶ ἡ ἀπὸ τῆς σελήνης φωταυγία· ἀλλ’ οὐδὲ ὁ ταὼς καὶ ὁ κολοιός· οὐδ’ αὖ τῆς αὐτῆς μετέχουσι καλλονῆς καὶ ὡραιότητος ὅ τε διεξοδικὸς λόγος (ἔστι γὰρ καὶ ἐν λόγοις κάλλους ἰδέα) καὶ ἡ διαστηματικὴ φωνὴ ἡ θεωρουμένη ἐν ἅπασι τοῖς μουσικοῖς μέλεσι καὶ ῥυθμοῖς. τοῦτο δὴ καὶ ἐπὶ τῶν γευστῶν αἰσθητῶν καὶ ὀσφρητῶν καὶ ἁπτῶν ἔστιν εὑρεῖν. εἰ δὲ ταῦτα οὕτως ἔχει, οὐκ ἄδηλόν ἐστιν, ὅτι οὐχ ὁμοίως ἕλκουσι πάντα τὰ αἰσθητὰ πρὸς ἑαυτὰ οὐδ’ ὁμοίως θέλγουσι καὶ κινοῦσι καὶ εὐφραίνουσιν αὐτάς.1 οὐδ’ ὡσαύτως ἐπιγηθεῖ τις ὁρῶν σῶμα ἐν συμμετρίᾳ ὂν τῶν μερῶν πρὸς ἄλληλα μετὰ τῆς εὐχροίας καὶ τὸ ἐναντίον τούτῳ, ἀλλὰ δῆλον ὡς ἐκ τῶν καλλίστων ὁρατῶν ἄλλη τις ἐπιγίνεται ταῖς ἐνεργείαις ἡδονή, ἐκ δὲ τοῦ μετ’ αὐτὰ ἄλλη. ὁμοίως καὶ ἐπὶ τῶν ἀκουστῶν. λέγει τοίνυν ὅτι πάσῃ τῇ κατ’ ἐνέργειαν αἰσθήσει 〈κατ’ ἐνέργειάν ἐστιν ἤδη πρὸς τὸ οἰκεῖον αἰσθητὸν ἐνεργοῦσα, οἷον ἡ νῦν ὁρῶσα τὸ ὁρατὸν καὶ γευομένη τοῦ γευστοῦ, πάσῃ δὲ τῇ κατ’ ἐνέργειαν αἰσθήσει〉 ἕπεται ἡδονή, καὶ πᾶσα αἴσθησις ἀντιλαμβανομένη τοῦ οἰκείου αἰσθητοῦ ἥδεται, τελείως δὲ ἐνεργοῦσα (ἐνεργεῖ δὲ τελείως ἡ εὖ διακειμένη, εὖ δὲ διάκειται, ἧς τὸ οἰκεῖον αἰσθητήριον ὑγιαίνει), τελείως οὖν καὶ ἀνεμποδίστως καὶ κατὰ φύσιν ἐνεργοῦσα τελείως καὶ ἥδεται καὶ μάλιστα ἥδεται, ὅταν ἀντιλαμβάνηται τοῦ καλλίστου τῶν οἰκείων αἰσθητῶν. ἄν τε γὰρ τὸ ὁρώμενον τὸ κάλλιστον ὑπάρχῃ τῶν ὁρατῶν, μὴ καλῶς δὲ καὶ ἀμέμπτως ἡ ὅρασις ἀντιλαμβάνηται αὐτοῦ νοσοῦσα, οὐχ ἡσθήσεται τελείως, ἄν τε αὕτη εὖ διάκειται, τὸ ὁρώμενον δὲ μὴ εἴη κάλλιστον, οὐδ’ οὕτως ἡ ἡδονὴ τελεία ἔσται. λέγει δὲ τελείαν αἴσθησιν, ἥτις ἐπίτασιν οὐκ ἐπιδέξασθαι δύναται. ὡς γὰρ τελείως θερμὸν λέγεται τὸ ἄκρως θερμὸν οἷον τὸ πῦρ, οὗ θερμότερον ἐπινοῆσαί τις οὐ δύναται, οὕτω καὶ τελεία ἡδονή ἐστιν, ἧς οὐκ ἔστι σφοδροτέρα οὐδὲ πλέον ταύτης τέρπειν δυναμένη. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια τοιαύτη· ἡ δὲ λέξις ἡ λέγουσα τοιοῦτον δὲ μάλιστα δοκεῖ ἡ τελεία ἐνέργεια σημαίνοι ἂν ὅτι ἡ τελεία ἐνέργεια ἡδίστη δοκεῖ· καὶ οὐ δοκεῖ μόνον, ἀλλὰ καὶ ὄντως ἡδίστη ἐστίν. αἱ δὲ ἀτελεῖς τὸ ἡδὺ μὲν ἔχουσι καὶ ἡδεῖαι μέν εἰσιν, ἥδισται δὲ οὐκ εἰσιν, ἀλλὰ κἂν ἀτελεῖς εἰσιν, ὅμως ἐκεῖνο τὸ τότε παρὸν τῆς ἐνεργείας καὶ τὸ τῆς ἐπ’ αὐτῇ ἡδονῆς2 ἐν ἅπασι τοῖς τοῦ χρόνου ἐκείνου μορίοις ὅλον τι καὶ ὡς τέλειόν ἐστιν. ὡς γὰρ ἀπὸ ἐλάττονος ἕξεως μείζων ἕξις γίνεται καὶ ὅμως εἰσὶ καὶ λέγονται ἀμφότεραι ἕξεις καὶ ἡ μείζων καὶ ἡ ἐλάττων, καὶ κατ’ αὐτὸ τοῦτο καθὸ ἕξεις τέλειαί εἰσιν, οὕτω καὶ ἡ ἐλάττων ἡδονὴ καὶ ἡ μείζων ὡς ὅλαι τινὲς καὶ ὡς τέλειαι θεωροῦνται ἐν ᾧ χρόνῳ κατ’ αὐτὰς ἡδόμεθα.

“而处于良好状态的[感觉]朝向落在该感觉之下的最美之物[的活动],则是完全的。” 并非所有可见之物都同等优美,亦非在所有事物中都同样显露出美与辉煌。因为被如此从各处旋削成球状、带着一切适度与秩序而制作出的天体之排布,并不与金制或木制的球体同等优美;照亮万物并以其特有光辉充溢一切的太阳的放光之力,亦不与来自月亮的光辉同样优美;孔雀与寒鸦亦复如是;而条理分明的论述(因为在论述中亦有美的理念)与在一切音乐曲调和节奏中所观照的具有音程的声音,亦未分有同样的美丽与风姿。在可尝、可嗅和可触的感觉对象上,确实亦能发现这一点。如果这些情况是如此,那么显而易见的是,并非所有的感觉对象都同样地将[感官]引向自身,亦非同样地诱惑、打动并愉悦它们。一个人在观看部分相互对称且具有红润气色的身体时,与观看与其相反之物时,所欢欣的程度并不相同;而是显而易见,从最美的可见物中,活动上产生某种相异的快乐,而从仅次于它们之物中,则产生另一种快乐。在可听之物上亦是如此。因此他说,凡现实状态下的感觉〈现实状态下的〔感觉〕就是已经朝向其特有的感觉对象而活动着的,例如当下正在看可见物、尝可尝物的感官,而凡现实状态下的感觉〉皆伴随有快乐,并且一切在把握其特有感觉对象时的感觉都会感到快乐,但当它完全地活动时(处于良好状态的感觉是完全地活动的,而特有的感觉器官健康的感觉则是处于良好状态的)——因此,当它完全地、不受阻碍地且依自然而活动时,它便完全地感到快乐,并在把握其特有感觉对象中最美之物时感到最大的快乐。因为,无论被见之物是可见物中最美的,而视力患病因而未能完好且无可挑剔地把握它,它就不会完全地感到快乐;抑或视力本身处于良好状态,而被见之物并非最美,快乐即便如此也不会是完全的。而他所说的完全的感觉,是指不能接受加强的感觉。正如极度热的事物,如人们不能设想有比之更热的火,被称为完全热的;同样,完全的快乐也是不存在比之更强烈、亦没有能比它更能取悦者的快乐。所说之言的意旨便是如此;而说“完全的活动最被视为如此”的文句,则当表示完全的活动被视为最令人愉悦的;并且它不仅被如此看待,而且事实上就是最令人愉悦的。而不完全的活动虽然具有令人愉悦之物且确是愉悦的,但并非最令人愉悦的;然而即便它们是不完全的,彼时当下的活动状态及其所伴随的快乐状态,在该时间的全部部分中,仍然是某种整体且可以说是完全的。因为正如从较弱的状态产生较强的状态,而较强的与较弱的两者却依然存在且都被称为状态,并正是在它们作为状态这一方面而言是完全的,同样,较小的快乐与较大的快乐,在我们依它们而感到快乐的时间内,也都被视为某种整体且可以说是完全的。

语法注2 条
  1. 9.19αὐτάς

    阴性复数宾格代词 αὐτάς 并非指代前文的中性主语 τὰ αἰσθητά,而是指代语境中隐含的动作接受者,即诸“感觉”(αἰσθήσεις)。

  2. 9.19ἐκεῖνο τὸ τότε παρὸν τῆς ἐνεργείας καὶ τὸ τῆς ἐπ’ αὐτῇ ἡδονῆς

    带有冠词的中性主格短语并列结构(ἐκεῖνο τὸ ... παρὸν ... καὶ τὸ ...),作谓语动词 ἐστι 的主语。后一分句中的 τὸ 省略补充了前文的 παρόν,意指“彼时活动之当下的状态以及伴随其产生的快乐之状态”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:554.23-555.29