- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:553.24-554.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐明快乐与视觉如同点一样是在“现在”中而非在时间中成立,并就亚里士多德文句的省略提出两种补充解释(补充否定运动与生成,或补充固有快乐的存在),并倾向于后者。
οὔτε δὲ ἡ ἡδονὴ ἐν χρόνῳ γίνεται ὡς ἡ οἰκία οὔθ’ ἡ ὅρασις οὔθ’ ἡ στιγμὴ ἀλλ’ ἐν τῷ νῦν· ὁμοίως καὶ ἡ στιγμὴ καὶ ἡ ἁφή ἐστιν καὶ οὐκ ἔστιν· ὡς καὶ τοῦτο δέδεικται ἐν τοῖς Περὶ κινήσεως. τὸ οὖν οὐκ ἔστι δὴ οὐδὲ τούτων τῆς στιγμῆς καὶ τῆς μονάδος κίνησις ἢ γένεσις ταὐτόν ἐστι τῷ οὐδὲ αὗται διὰ κινήσεως ἢ γενέσεως ἐκ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι ἔρχονται. καὶ ἡ μὲν αἴσθησις αὐτή, ἤτοι ἡ ὅρασις, ἀντίληψίς ἐστιν ὁρατοῦ καὶ χρόνῳ συμπαρατείνεται. οὐ γὰρ ἅμα τῷ ἰδεῖν τι εὐθὺς καὶ ἀφιστάμεθα τοῦ βλέπειν, ἀλλ’ ἔστι ὅτε μέχρι τινὸς διατελοῦμεν ὁρῶντες, 〈ὃ πρώτως ἐν τῷ ἀτόμῳ νῦν τελοῦντες εἴδομεν· κατὰ τοῦτο οὖν, λέγω δὴ καθὸ χρόνον τινὰ διατελοῦμεν ὁρῶντες,〉 τὸ ὁρατὸν ἐν χρόνῳ καὶ ἐν κινήσει ἐστὶν ἡ ὅρασις. πάσης οὖν αἰσθήσεως πρὸς τὸ αἰσθητὸν ἐνεργούσης χρόνος καὶ κίνησις συνεπινοεῖται αὐτῆς τῆς ὁράσεως ἐν πᾶσι τοῖς τοῦ χρόνου μέρεσι τελείας οὔσης. μήποτ’ οὖν ἐλλιπής ἐστιν ἡ λέξις ἡ αἰσθήσεως δὲ πάσης πρὸς τὸ αἰσθητὸν ἐνεργούσης, καὶ λείποι ἂν τὸ οὐκ ἔστι κίνησις οὐδὲ γένεσις, καὶ δεῖ προσθέντας ὁμοίως αὐτὸ καὶ ἐν τῷ αἰσθήσεως προσυπακούσαντας τοῦ ‘οὐ’ ἀρνητικοῦ μορίου καὶ τοῦ ‘δὲ’ συνδέσμου τὴν ὅλην λέξιν τοιαύτην τινὰ ποιεῖν1 ‘οὐδὲ αἰσθήσεως πάσης πρὸς τὸ αἰσθητὸν ἐνεργούσης ἐστὶ κίνησις ἢ γένεσις.’ οὔτε γὰρ ἡδονῆς ἐστιν, ὡς εἴρηται, γένεσις οὔτ’ αἰσθήσεως τῆς κατ’ ἐνέργειαν. ἢ τὸ λέγομεν διὰ τοῦ αἰσθήσεως δὲ πάσης πρὸς τὸ αἰσθητὸν ἐνεργούσης τοιοῦτον ἂν εἴη· πάσης αἰσθήσεως οὐ τῆς ἐν ἕξει θεωρουμένης ἀλλὰ τῆς κατ’ ἐνέργειαν καὶ ἤδη περὶ τὸ οἰκεῖον ἐνεργούσης αἰσθητόν ἐστιν οἰκεία ἡδονή. δεῖ γὰρ προσυπακούειν τοῦ ἔστιν οἰκεία ἡδονή.2 πάσῃ γὰρ τῇ κατ’ ἐνέργειαν αἰσθήσει ἀνεμποδίστως καὶ κατὰ φύσιν ἐνεργούσῃ περὶ τὸ οἰκεῖον αἰσθητὸν συμπέπλεκται οἰκεία ἡδονή· καὶ ἔστιν ἄλλη μὲν ἡ τῷ ὁρᾶν συνοῦσα ἡδονὴ καὶ ἑτέρα ἡ τῷ ὀσφραίνεσθαι καὶ ἑτέρα ἡ τῷ γεύεσθαι. καὶ χρὴ ἀντὶ τοῦ δέ συνδέσμου τὸν ‘δή’ σύνδεσμον γράφειν, οἷον ‘αἰσθήσεως δὴ πάσης πρὸς τὸ αἰσθητὸν ἐνεργούσης’, καὶ εἴη ἂν ὃ λέγει δυνάμει τοιοῦτον· δῆλον δὴ ἐκ τῶν εἰρημένων, ὅτι πάσῃ τῇ κατ’ ἐνέργειαν αἰσθήσει ἀνεμποδίστως ἐνεργούσῃ συνέζευκταί τις ἡδονή. καὶ ἐπεὶ καθ’ ἕκαστον μέρος χρόνου καὶ καθ’ ἕκαστον νῦν ἡ ὅρασις ὅλη καὶ τελεία ἐστί, ὁμοίως δὲ καὶ ἡ ἡδονή, ταὐτὸν τρόπον τινά ἐστιν ἡ κατ’ ἐνέργειαν αἴσθησις τῇ σὺν αὐτῇ ἡδονῇ καὶ οὐ κεχώρισται αὐτῆς. εἰ δὲ ἀχωρίστως σύνεστιν αὐτῇ, δῆλον ὡς ἐκ πάσης αἰσθήσεως πρὸς τὸ οἰκεῖον αἰσθητὸν ἐνεργούσης, ἔστιν οἰκεία ἡδονή· καὶ ἡ ἐξήγησις αὕτη μᾶλλον συνᾴδουσα οἷς ἐφεξῆς ἐπάγει.
快乐既不像房屋那样在时间中生成,视觉和点也不是如此,而是在“现在”中[生成];点和接触同样是既存在又不存在;正如这一点也在《论运动》中被证明的那样。因此,“这些事物,即点和单子,确实既没有运动也没有生成”这一句话,等同于“这些事物也不是通过运动或生成从非存在走向存在的”。而感觉本身,即视觉,是对可见之物的把握,并与时间一同延伸。因为我们并不是在看见某物的瞬间就立刻停止观看,而是有时会持续观看一段时间,——〈我们在不可分割的“现在”中初次运作时所看见的事物;因此就此而言,我指的是就我们持续观看一段时间而言,〉可见之物是在时间之中的,视觉是在运动之中的。因此,当任何感觉朝向可感觉之物活动时,时间和运动都被一并构想出来,尽管视觉本身在时间的所有部分中都是圆满的。那么,难道“而当所有感觉朝向可感觉之物活动时”这一文句是有所残缺的,所缺少的乃是“既没有运动也没有生成”,而我们应当同样补充上这一点,并在“感觉”一词前预先领会否定小词“不”和连词“也”,使整句话成为类似“当所有感觉朝向可感觉之物活动时,也既没有运动也没有生成”这样的句子吗?因为正如已经谈到的,既没有快乐的生成,也没有现实活动中的感觉的生成。或者,我们通过“而当所有感觉朝向可感觉之物活动时”所表达的意思乃是如此:对于每一种感觉——不是在潜能状态中被考察的,而是在现实活动中并且已经围绕着其固有的可感觉之物活动的感觉——都存在着一种固有的快乐。因为必须预先领会“存在着固有的快乐”。因为对于每一种在现实活动中毫无阻碍地、依本性围绕着固有的可感觉之物活动的感觉而言,都编织着一种固有的快乐;伴随观看的快乐是一回事,伴随嗅闻的快乐是另一回事,伴随品尝的快乐又是另一回事。而且应当用连词“dē”代替连词“de”,写作“既然一切感觉确实都朝向可感觉之物活动”,而他所表达的潜台词大概是这样的:从所说的内容来看显而易见,对于每一种在现实活动中毫无阻碍地活动的感觉而言,都结合着某种快乐。而且既然在时间的每一个部分和每一个“现在”中,视觉都是整体且圆满的,快乐同样也是如此,那么现实活动中的感觉在某种方式上就与伴随它的快乐是同一的,并且不与它分离。如果它不可分离地与它共存,那么显而易见,从每一种朝向固有的可感觉之物活动的感觉中,都存在着固有的快乐;而这种解释更契合于他接下来所阐述的内容。
- 9.18δεῖ προσθέντας ὁμοίως αὐτὸ καὶ ἐν τῷ αἰσθήσεως προσυπακούσαντας τοῦ ‘οὐ’ ἀρνητικοῦ μορίου καὶ τοῦ ‘δὲ’ συνδέσμου τὴν ὅλην λέξιν τοιαύτην τινὰ ποιεῖν
由无人称动词 δεῖ 支配的“宾格加不定词”结构,不定词 ποιεῖν 的逻辑主语为不特定的人(“我们”),分词 προσθέντας 和 προσυπακούσαντας 为阳性复数宾格与之保持一致。动词 προσυπακούω(预先领会/心领补足)支配属格补足语(τοῦ ‘οὐ’ ἀρνητικοῦ μορίου καὶ τοῦ ‘δὲ’ συνδέσμου)。
- 9.18δεῖ γὰρ προσυπακούειν τοῦ ἔστιν οἰκεία ἡδονή
此处动词 προσυπακούειν 再次以属格支配需要预先心领补充的句子,由中性属格冠词 τοῦ 引出直接引语(ἔστιν οἰκεία ἡδονή)。
