- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:552.29-553.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注视者根据亚里士多德《尼各马可伦理学》1174b3及以下的内容指出,除圆周运动外的大多数运动在时间中都是不圆满的,而快乐在不可分割的“现在”中即是圆满的,因而不同于运动和生成,并解释了文本中省略的前置词句式。
" Ἔοικε δ’ οὐκ ἐν ἅπαντι χρόνῳ τελεία εἶναι, ἀλλ’ αἱ πολλαὶ ἀτελεῖς." Τὸ πολλαὶ πρόσκειται διὰ τὰς κυκλοφορίας. αὗται γὰρ αἱ κινήσεις ἀεὶ ἐν τέλει, καὶ εἴρηται πῶς ἐν τῷ πρώτῳ τῆς Περὶ οὐρανοῦ πραγματείας. οὐκ ἔστιν οὖν ἡ ἐπ’ εὐθείας κίνησις ἐν ἅπαντι τῷ χρόνῳ τελεία ἀλλὰ διαφέρουσιν αἱ τῶν μερῶν κινήσεις τῷ εἴδει, καὶ εἰσὶν ἀτελεῖς ὡς πρὸς τὴν ὅλην. διαφέρουσι δὲ αἱ τῶν μερῶν, ὅτι καὶ ἡ ἀρχή, ὅθεν ἤρξατο κινεῖσθαι τὸ κινούμενον, διαφέρει τοῦ τέλους, ἐν ᾧ ἠρέμησεν. εἰ δ’ ἡ ἀρχὴ καὶ τὸ τέλος διαφέρουσιν, δῆλον ὅτι καὶ τὸ μέρος τὸ ἐγγύτερον τῆς ἀρχῆς ἕτερόν ἐστι τοῦ πορρωτέρω τῆς ἀρχῆς, τοῦ δὴ καὶ ἐπὶ τέλους. τὰ μὲν οὖν μέρη τῆς κινήσεως διαφέρει, διὸ πρὶν ἂν ἅπαντα αὐτῆς τὰ μέρη γίνηται, ἀτελής ἐστι· τῆς δ’ ἡδονῆς, ὡς εἴρηται, τέλειον ἐν ἅπασι τοῖς τοῦ χρόνου μέρεσι τὸ εἶδος καὶ ἔστι τῶν ὅλων τι καὶ τελείων ἡ ἡδονὴ καὶ οὐ τῶν κατ’ ἐπισύνθεσιν μέρους καὶ αὖθις ἕτερον τὸ εἶδος καὶ τὴν τελειότητα λαμβανόντων. τὸ δὲ δῆλον δὲ ὡς ἕτερά τ’ ἂν εἴη ἀλλήλων, περὶ τῆς ἡδονῆς εἶπε. δῆλον γάρ, φησίν, ὅτι ἡ ἡδονὴ ἑτέρα ἐστί καὶ τῶν κινήσεων καὶ τῶν γενέσεων. δόξειε δ’ ἂν τοῦτο καὶ ἐκ τοῦ μὴ ἐνδέχεσθαι κινεῖσθαι μὴ ἐν χρόνῳ. οὐ χρόνον τὸ ἄτομον εἶπε νῦν.1 δέδεικται δ’ ἐν τῇ Φυσικῇ ἀκροάσει ἐν τῷ ἕκτῳ βιβλίῳ, ὅτι ἐν τῷ ἀμερεῖ καὶ ἀτόμῳ νῦν οὔτε κινεῖσθαί τι οὔτε ἠρεμεῖν δύναται, ἀλλ’ οὐδὲ γίνεσθαι ἢ φθείρεσθαι. εἰ οὖν ἐν τῷ ἀτόμῳ νῦν ἥδεσθαι ἐνδέχεται, ἤτοι εἰ ἐν αὐτῷ ἐστι τέλειος ἡ ἡδονή, κινεῖσθαι δὲ ἢ γίνεσθαι οὐχ ἐνδέχεται, οὐκ ἔστιν ἡ ἡδονὴ κίνησις ἢ γένεσις. εἰ οὖν ἐν μιᾷ ὅλῃ ὥρᾳ τις διετέλεσεν ἐν περιχαρείᾳ, ἐν ταύτῃ δὲ τῇ ὥρᾳ ἐγένετό τι, τὸ μὲν γινόμενον ἐν ἅπασι καὶ τοῖς μέρεσι καὶ τοῖς νῦν τῆς ὥρας ἀτελὲς ἦν, ἐν ἑκάστῳ δὲ τούτων παντέλειος καὶ ὅλη ὑπῆρχεν ἡ ἡδονή. οὐκ ἔστιν ἄρα ἡ ἡδονὴ κίνησις ἢ γένεσις. ἡ μὲν οὖν διάνοια τοιαύτη· ἐν δὲ τῇ λέξει τῇ οὐ γὰρ πάντων ταῦτα λέγεται λείπει ἡ ‘κατὰ’ πρόθεσις, ἵν’ ᾖ ‘κατὰ πάντων ταῦτα λέγεται.’2 λέγει δὲ ταῦτα τὴν κίνησιν καὶ τὴν γένεσιν. οὐ γὰρ κατὰ πάντων κατηγορεῖται ἡ κίνησις καὶ ἡ γένεσις ἀλλὰ κατὰ τῶν μεριστῶν καὶ μὴ ὅλων· ἔστι δὲ μεριστὰ καὶ μὴ ὅλα τὰ ἐκ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον διὰ γενέσεως ἰόντα καὶ μὴ ἐν τῷ νῦν ὅλον τὸ εἶναι ἔχοντα.
“而且[运动]似乎并非在任何时间中都是圆满的,而是绝大多数都是不圆满的。” 加上“绝大多数”,是因为圆周运动的缘故;因为这些运动总是处于终极之中的,至于何以如此,已在《论天》论考的第一卷中谈及。因此,直线上的运动并非在任何时间中都是圆满的,其各部分的运动在形式上相异,且相对于整体而言是不圆满的。各部分的运动之所以相异,是因为运动之物开始运动的起点,也与它静止下来的终点相异。如果起点与终点相异,显而易见,较靠近起点的部分,也不同于较远离起点的部分即处于终点的部分。运动的各部分既然相异,因此在它的所有部分生成完毕之前,运动是不圆满的;但正如已经谈到的,快乐的形式在时间的所有部分中都是圆满的,快乐乃是属于整体和圆满之物,而非属于依靠部分的相继叠加而再次获得形式与圆满性的事物。至于“显而易见它们相互之间也是不同的”这一句话,是他关于快乐而说的;因为他说,显而易见快乐不同于运动,也不同于生成。这似乎也可以从不可能不在时间中运动这一点看出来。他把不可分割的“现在”说成并非时间。在《自然哲学》第六卷中已经证明,在无部分的、不可分割的“现在”中,没有任何事物能够运动或静止,甚至也不能生成或毁灭。因此,如果能够在不可分割的“现在”中体验快乐,也就是说如果快乐在其中是圆满的,而运动或生成却是不可能的,那么快乐就不是运动,也不是生成。因此,如果某人在极大的喜悦中度过了整整一个小时,而在这一小时内生成了某物,那么正在生成之物在这一个小时的所有部分以及所有“现在”中都是不圆满的,而快乐在这些之中的每一个里却都是全然圆满且作为整体而存在的。所以,快乐既不是运动,也不是生成。主旨便是如此;但在“因为并非关于所有事物述说这些”这句话中,缺少了前置词“关于”,以致应当读作“关于所有事物述说这些”。他所说的“这些”,是指运动和生成。因为运动和生成并非关于所有事物被述谓,而是关于具有部分而非整体的事物被述谓;而具有部分且非整体的事物,乃是通过生成而从不圆满走向圆满、且在“现在”中并不拥有其全部存在的事物。
- 9.18οὐ χρόνον τὸ ἄτομον εἶπε νῦν
此句为双宾格结构,其中 τὸ ἄτομον νῦν(不可分割的“现在”)作直接宾语,οὐ χρόνον(非时间)作述谓性补足语。这呼应了亚里士多德将“现在”规定为不能发生运动的非时间性界限的观点。
- 9.18ἐν δὲ τῇ λέξει τῇ οὐ γὰρ πάντων ταῦτα λέγεται λείπει ἡ ‘κατὰ’ πρόθεσις, ἵν’ ᾖ ‘κατὰ πάντων ταῦτα λέγεται.’
注疏者对语法补充所作的说明。针对亚里士多德原文中单独使用的属格 πάντων,注疏者断定此处省略了前置词 κατά,并指出其原本句法结构应为表示述谓的前置词短语 κατὰ πάντων(关于所有事物)。
