- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:551.34-552.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者结合亚里士多德所列举的营造与位移运动等例证,阐明运动与生成的各个部分彼此之间以及与整体之间在形式上均有差异,并阐明快乐与运动不同,始终与自然的现实活动不可分割地同时存在。
ὡς γὰρ τὰ μέρη τῆς οἰκίας πρὸς τὴν ὅλην οἰκίαν ἀτελῆ, οὕτω καὶ ἡ τοῦ θεμελίου οἰκοδόμησις καὶ ἡ τοῦ τοίχου καὶ ἡ ἑκάστου τῶν μερῶν πρὸς τὴν ὅλην οἰκοδόμησιν, ἐν ᾗ ἡ ὅλη ἀπηρτίσθη καὶ τέλος ἀπείληφεν, ἀτελεῖς εἰσιν, αἵτινες, φησίν, εἰσὶ καὶ ἕτεραι τῷ εἴδει ἀλλήλων καὶ τῆς ὅλης.1 ὡς γὰρ ὁ θεμέλιος ἕτερος τῷ εἴδει τοῦ τοίχου καὶ οὗτος τῆς οἰκίας, οὕτω καὶ ἡ τοῦ θεμελίου γένεσις ἑτέρα τῆς τοῦ τοίχου καὶ ἀμφότεραι τῆς γενέσεως τῆς ὅλης οἰκίας. ῥάβδωσιν δὲ κίονος λέγει τὴν κατὰ μῆκος τοῦ κίονος πῆξιν, ἥτις γίνεται ὅταν πρὸς ὀρθὰς γωνίας ἵσταται· καὶ ἔστι τελεία καὶ ὅλη γένεσις ἡ τοῦ ὅλου καὶ παντελείου ναοῦ, αἱ δὲ τῶν μερῶν ἀτελεῖς. τρίγλυφα δέ ἐστι τὰ τριχὰ ἐν τοῖς πέρασιν ἐγγεγλυμμένα ξύλα (καλοῦσι δ’ αὐτὰ οἱ πολλοὶ μοῦτλα)· ὧν καὶ αὐτῶν τριγλύφων ἡ κίνησις ἢ γένεσις διαφέρει τῆς γενέσεως, ἐν ᾗ πᾶς ὁ ναὸς τέλος ἀπειλήφει. διαιρεῖ δὲ τὴν φορὰν ὡς καὶ ἐν τῇ Περὶ ζῴων πορείας εἰς πτῆσιν καὶ βάδισιν καὶ ἅλσιν· καὶ λέγει μὴ μόνον ἑτέραν εἶναι τὴν βάδισιν τῆς πτήσεως, ἀλλὰ καὶ ἐν τῇ βαδίσει ἄλλην εἶναι ἀποφαίνεται καὶ ἄλλην ἑκάστην τῶν μερῶν αὐτῆς. ἥ τε γὰρ ἐν τῷ τρίτῳ μέρει τοῦ σταδίου βάδισις ἑτέρα τῆς ἐν τῷ ἡμίσει μέρει βαδίσεως καὶ αὕτη τῆς ἐν τῷ διμοίρῳ καὶ αἱ τρεῖς τοῦ ἐν ὅλῳ χωρὶς ἑκάστη καὶ ἑκάστη.2 ὁμοίως καὶ ἡ ἐν τῇ γραμμῇ τῇ ἐν τῷ θεάτρῳ βάδισις (πᾶσα γὰρ γραμμὴ ἐν τόπῳ) ἑτέρα τῆς βαδίσεως τῆς γεγονυίας ἐν τῇ γραμμῇ τῇ ἐν ἀγορᾷ. ἀλλὰ περὶ κινήσεως δι’ ἀκριβείας εἰρῆσθαι λέγει ἐν τοῖς Περὶ κινήσεως, ἤτοι τῷ ἕκτῳ καὶ ἑβδόμῳ καὶ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως. ἰστέον δέ, ὅτι τὰς μὲν κινήσεων πρὸς ἀλλήλας ἑτερότητας καὶ διαφορὰς παρέστησεν ἀπὸ διαφορᾶς τῶν μορίων οἷς κινούμεθα, οἷον ποδῶν καὶ πτερύγων τὴν βάδισιν καὶ πτῆσιν, τὴν δ’ ἅλσιν ἀπὸ τρόπου τῆς κινήσεως, τὰς δὲ γενέσεις ἁπλῶς ἀπὸ τῶν μορίων τῆς διαφορᾶς καὶ τοῦ ὅλου. εἶπε δὲ διαφέρειν οὐ παρέργως ἀλλ’ εἰς ἔνδειξιν τοῦ καὶ τὰς ἡδονὰς διαφέρειν κατὰ τὰς ἐνεργείας, τὰς δ’ ἐνεργείας κατὰ τὰ ἐνεργοῦντα. καὶ ὥσπερ ἡ οἰκοδόμησις οὐ κεχώρισται τοῦ οἰκοδομουμένου ἀλλ’ ἅμα τέ ἐστιν οἰκοδομούμενον καὶ οἰκοδόμησις (οὐ γὰρ ἐνδέχεται οἰκοδομούμενον μὲν εἶναι, οἰκοδόμησιν δὲ μὴ εἶναι), οὕτω καὶ ἅμα τῇ κατὰ φύσιν ἐνεργείᾳ ἀνεμποδίστῳ ἐστὶν ἡδονή, καὶ ἅμα τῇ ἡδονῇ ἡ κατὰ φύσιν ἀνεμπόδιστος ἐνέργεια.
因为正如房屋的各部分相对于整栋房屋是不圆满的,基础的建造、墙壁的建造以及各个部分的建造,相对于整栋房屋得以完成并达到终极的整体建造活动而言,同样也是不圆满的;他说,这些建造活动彼此之间以及与整体之间在形式上也是不同的。因为正如基础与墙壁在形式上相异,而墙壁又与房屋在形式上相异,基础的生成与墙壁的生成同样相异,并且二者都与整栋房屋的生成在形式上相异。他所谓的“柱身凹槽”,是指顺着柱子长度方向的固立,这发生在柱子被垂直树立的时候;完整而圆满的生成乃是整个且全然圆满的神殿的生成,而各部分的生成则是不圆满的。三歧角板是指末端刻有三道凹线之木料(大众称之为挑梁);这些三歧角板自身的运动或生成,与整座神殿达到终极的那种生成也是相异的。他又如在《动物行步》中那样,将位移运动区分为飞行、步行和跳跃;他不仅指出步行不同于飞行,而且断言在步行内部,它的各个部分也各不相同。因为在跑道的三分之一处的步行,不同于在二分之一处的步行,而后者又不同于在三分之二处的步行,并且这三者各自单独地不同于在整体中的[步行]。同样,在剧场内的线条上的步行(因为每一条线都在某个地方),也不同于在集市内的线条上所产生的步行。但他指出,关于运动已经在《论运动》即《自然哲学》第六、七、八卷中得到了精确的论述。应当知晓的是,他之所以揭示运动彼此间的差异与区别,是从我们借以运动的器官之差异出发的(例如从足与翼揭示步行与飞行),跳跃则是从运动的方式出发,而生成则纯粹是从各部分与整体的差异出发。他谈及它们相异并非泛泛之论,而是为了表明快乐也依照现实活动而相异,而现实活动则依照活动着的主体而相异。正如建造活动并不脱离正在被建造之物,而是正在被建造之物与建造活动同时存在(因为不可能有正在被建造之物存在而建造活动却不存在),依乎本性的无阻碍的现实活动与快乐同样是同时存在的,快乐与依乎本性的无阻碍的现实活动也是同时存在的。
- 9.17αἵτινες, φησίν, εἰσὶ καὶ ἕτεραι τῷ εἴδει ἀλλήλων καὶ τῆς ὅλης
关系代名词 αἵτινες(阴性复数主格)的先行词并非紧邻的单数名词 οἰκοδόμησιν,而是前面并列出现的各个部分的建造活动(ἡ τοῦ θεμελίου οἰκοδόμησις καὶ ἡ τοῦ τοίχου καὶ ἡ ἑκάστου τῶν μερῶν),呼应亚里士多德原文(1174a21-22)的 αἱ δὲ τῶν μερῶν ἕτεραι τῷ εἴδει ἀλλήλων καὶ τῆς ὅλης。
- 9.17καὶ αἱ τρεῖς τοῦ ἐν ὅλῳ χωρὶς ἑκάστη καὶ ἑκάστη
属格短语 τοῦ ἐν ὅλῳ 以中性冠词作名词化用法,意义上对应上文的 βαδίσεως(“在整体中的[步行]”)。其后的 χωρὶς ἑκάστη καὶ ἑκάστη 作为主语 αἱ τρεῖς 的分配同位语(distributive apposition),表明这三种局部的步行各自独立地与整体相区别。
