← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§551.1-551.34

快在瞬间的完全性以及作为现实活动而非运动

针对亚里士多德在《尼各马可伦理学》1174a14中关于视觉在任何时间都是圆满的论述,欧斯特拉提乌斯解释此处的“时间”是指无宽度的“当下”,并论证快乐与视觉一样在每个瞬间都是整体且圆满的,而非部分的堆积,因而是现实活动而非生成或运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.17#1

" Δοκεῖ γὰρ ἡ μὲν ὅρασις καθ’ ὁντινοῦν χρόνον τελεία εἶναι." Χρόνον τὸ ἀπλατὲς νῦν εἴρηκεν1 ὡς τοῦ χρόνου τι ὄν. ἐν ἑκάστῳ γὰρ νῦν τὸ ὁρᾶν τέλειόν ἐστι καὶ κατ’ ἐνέργειαν ὑφεστώς. εἰ γὰρ ἐν χρόνῳ τινὶ τόδε τι ὁρῶμεν, ἀλλ’ ἐν ἑκάστῳ τῶν τοῦ χρόνου μερῶν καὶ ἐν αὐτῷ τῷ ἀτόμῳ νῦν2 παντελῶς αὐτὸ βλέπομεν καὶ οὐ δέχεται τι ἡ ὅρασις, ὃ οὐκ εἶχεν ἐν τῷ προτέρῳ νῦν, ἐν τῷ μετὰ ταῦτα νῦν. ὅλη γὰρ ἅμα πάρεστι καὶ τὸ εἶναι αὐτῆς οὐκ ἀτελές. ὡς οὖν ἡ ὅρασις οὕτω καὶ ἡ ἡδονή. οὐδὲ γὰρ ἡ ἡδονὴ οἷον σωρεία τίς ἐστι καὶ ἐπισύνθεσις πολλῶν ἡδονῶν, οὐδὲ μενούσης τῆς προτέρας ἡ δευτέρα ἐπιγίνεται καὶ μετ’ αὐτὴν ἡ ἐφεξῆς, καὶ τά τε προηγούμενα καὶ τὰ ἑπόμενα μέρη πάρεστιν αὐτῇ ἅμα, ὥσπερ ἐπὶ τῆς ἐκβαλλομένης εὐθείας μενόντων τῶν προτέρων μερῶν ἐφίσταται τὰ δευτέρα καὶ οὕτω τελειοῦται ἡ γραμμή, ἀλλ’ ἐν ἅπασι τοῖς νῦν παντέλειός ἐστι καὶ οἵα ἦν ἐν τῷ προτέρῳ τοιαύτη καὶ ἐν τῷ ἐφεξῆς καὶ ἐν τῷ μετ’ αὐτὸ καὶ ἐν τῷ μετὰ τοῦτο, καὶ ἡ αὐτὴ καὶ μία ἐστὶν ἐν ἅπασι τοῖς νῦν. καὶ ταῦτα μὲν προλελέχθω πρὸς σαφήνειαν τῶν ῥηθησομένων. ὃ δὲ βούλεται συνάγειν ἐστίν, ὅτι ἐπεὶ ἡ ἡδονὴ τρόπον τινὰ ἐνέργειά ἐστι διὰ τὸ ἐπὶ ταῖς ἐνεργείαις συνίστασθαι, οὐκ ἔστι δὲ ἡ ἐνέργεια γένεσις, οὐδ’ ἄρα ἡ ἡδονὴ γένεσίς ἐστιν. ἀλλὰ πόθεν δῆλον ὅτι ἡ ἐνέργεια οὐκ ἔστι γένεσις; ἢ ἐκ τοῦ τὴν μὲν γένεσιν, ἕως ἂν τὸ γινόμενον γίνηται, ἀτελῆ τυγχάνειν, τὴν δὲ ἐνέργειαν καθ’ ἕκαστον νῦν ὅλην καὶ παντέλειον.3 οὐ γὰρ ἐνδεῖ τι τῇ ὁράσει ἐν οὐδενὶ τῶν νῦν, ὃ ἐς ὕστερον αὐτῇ προστεθὲν τελείαν ποιεῖ, ἀλλὰ τὸ αὐτὸ ὡσαύτως ὁρᾷ νῦν καὶ πρότερον· τέλειος γὰρ καὶ ἀεὶ ὅλη ὑφέστηκεν· ὁμοίως καὶ ἡ ἡδονή· καὶ τοῦτο γινώσκουσιν ὅσοι ἐφιστάνουσι τῷ πάθει. ὥστε καὶ ἡ ἡδονὴ τρόπον τινὰ ἐνέργειά ἐστι καὶ οὐ κίνησις ἢ γένεσις. ἐν χρόνῳ γὰρ πᾶσα γένεσις καὶ κίνησις καὶ ἐκ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον προβαίνει. οὐ γὰρ ὃ βεβαδίκαμεν ἐκ Θηβῶν Ἀθήναζε βαδίζοντες, τοῦτο αὖθις βαδίζομεν, ἀλλ’ ἄλλο μὲν βεβαδίκαμεν ἐν τῷ παρεληλυθότι, ἄλλο δὲ βαδίζομεν, οὐδ’ ἔστιν ὅλη ὁμοῦ ἡ ἐκ Θηβῶν Ἀθήναζε βάδισις ἀλλ’ ἕτερον καὶ ἕτερον αὐτῆς μέρος. τοιαῦται γὰρ πᾶσαι αἱ ἀτελεῖς κινήσεις. πᾶσαι τοίνυν αἱ εἰς τέλος προβαίνουσαι κινήσεις ἀτελεῖς εἰσι. τῆς γὰρ συμπάσης οἰκοδομήσεως, ἐν ᾗ ὅλη ἡ οἰκεία ἀπηρτίσθη, τὰ μέρη ἀτελῆ εἰσι· τέλειος δὲ ἡ ὅλη.

“因为视觉似乎在任何时间都是圆满的。” 他把无宽度的“当下”作为时间的一部分而称作“时间”。因为在每一个“当下”中,看见都是圆满的,并且作为现实活动而成立。因为即使我们在某个时间中看见这特定的事物,但在时间的各部分以及不可分的“当下”本身中,我们都是完全地看见它,视觉并没有在随后的“当下”中接纳某种在先前的“当下”中所没有拥有的东西。因为它是整体且同时呈现的,其存在并非不圆满。因此,正如视觉如此,快乐亦是如此。因为快乐既不是许多快乐的某种堆积和合成,也不是在前一个快乐留存的同时产生第二个、在其之后又产生随后的快乐,致使先行和后继的部分同时呈现于它——就如在延展的直线上,在先行诸部分留存的同时第二诸部分得以确立,线由此得以完成那样——而是在所有的“当下”中它都是全然圆满的,它在先前的“当下”中是怎样的,在随后的、在它之后的以及紧接着的“当下”中也是怎样的,并且在所有的“当下”中它都是同一且单一的。这些话权且作为预先说明,以使将要陈述的内容更加清楚。但他所意图得出的结论是:既然快乐由于依存于现实活动而在某种意义上是现实活动,而现实活动并不是生成,因此快乐也就不是生成。但凭什么可以清楚现实活动不是生成呢?这难道不是由于生成只要那正在生成之物仍在生成之中就是不圆满的,而现实活动在每一个“当下”中都是整体且全然圆满的吗?因为在任何一个“当下”中,视觉都不欠缺任何日后增添于其上使其圆满的东西,而是在当下和先前以同样的方式看见同一事物;因为它是圆满的,且始终作为整体而成立;快乐同样也是如此;所有关注这一情态的人都明白这一点。因此,快乐在某种意义上也是现实活动,而不是运动或生成。因为一切生成与运动都在时间之中,并且由不圆满走向圆满。事实上,从忒拜走向雅典时,我们并非再次走过那已经走过的路程,而是在过去已经走过一部分,正在走另一部分,从忒拜到雅典的行走并不是整体同时存在的,而是它的一个又一个部分存在。因为一切不圆满的运动都是如此。因此,凡走向终结的运动全都是不圆满的。因为在整栋房屋得以建成的全部营造活动中,各部分都是不圆满的,而整体才是圆满的。

语法注3 条
  1. 9.17Χρόνον τὸ ἀπλατὲς νῦν εἴρηκεν

    此处为双重宾格结构。引自题旨句的 Χρόνον 作谓述宾格,直接宾语为 τὸ ἀπλατὲς νῦν,意为“他把无宽度的‘当下’称作‘时间’”。

  2. 9.17καὶ οὐ δέχεται τι ἡ ὅρασις, ὃ οὐκ εἶχεν ἐν τῷ προτέρῳ νῦν, ἐν τῷ μετὰ ταῦτα νῦν.

    此处出现语序倒置(hyperbaton)。介词短语 ἐν τῷ μετὰ ταῦτα νῦν 因插入的关系从句(ὃ οὐκ εἶχεν...)而与主句动词 οὐ δέχεται 发生间隔,但在句法上它修饰主句动词,意为“不在随后的‘当下’中接纳”。

  3. 9.17τὴν δὲ ἐνέργειαν καθ’ ἕκαστον νῦν ὅλην καὶ παντέλειον.

    由介词 ἐκ τοῦ 引导的并列不定式结构后半部分。前半句为 τὴν μὲν γένεσιν... ἀτελῆ τυγχάνειν,后半句中不定式 τυγχάνειν(或 εἶναι)被承前省略,τὴν δὲ ἐνέργειαν 作宾格主语,ὅλην καὶ παντέλειον 作谓述宾格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:551.1-551.34