← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§549.20-550.34

无乐之择对享乐主义的驳斥与快乐的基底

通过指出即便没有快乐人们也会选择感觉、知识和美德来驳斥快乐即善的享乐主义,继而为了阐明快乐的本质与规定,开始探讨快乐依托于何种基底(灵魂的活动)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.15

" Περὶ πολλά τε [πολλὴν] σπουδὴν ποιησαίμεθα ἄν, καὶ εἰ μηδεμίαν ἐπιφέρει ἡδονήν." Εἰπόντος τοῦ προσεχῶς ῥηθέντος λόγου, ὅτι εἴπερ ἦν ἀγαθὸν ἡ ἡδονή, ἐξ ἅπαντος ἂν ἡ τεῦξις καὶ αὐτῆς ἐσπουδάζετο (οὐ γὰρ δεῖ τὸ ἀγαθὸν ἐκ τοῦδε μὲν πορίζεσθαι ἐκ τοῦδε δὲ μὴ ἐπικτᾶσθαι, ἀλλ’ ἐκ παντὸς τοῦ δυναμένου ἡμῖν αὐτὸ περιποιήσασθαι), πρὸς δὴ τοῦτο ἐπάγει τὰ παρόντα ἐντρεπτικὰ τυγχάνοντα. ἔστι δὲ ἡ τῶν λεγομένων δύναμις τοιαύτη· ὥσπερ οὐ πάντα φεύγομεν ὅσα οὐκ ἐμποιεῖ τέρψιν καὶ ἡδονήν, οὕτως οὐδὲ πάντα ἀσπαζόμεθα οἷς ἕπεται ἡδονή. τίς γὰρ οὐ βούλεται βλέπειν ἢ ἀκούειν, καίτοι μηδεμίαν ἡδονὴν ἐπιφέροντα; εἰ δὲ μὴ τοῦτό τις προσίεται, ἀλλά γε τὴν κτῆσιν τῶν ἀρετῶν ἴσασιν οἱ μεμνημένοι, ὅτι ἐπίπονός ἐστι καὶ ἐργωδεστάτη· “στενὴ γάρ, φησὶν ὁ δεσπότης ἁπάντων τῶν ὄντων, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν.” ταύτην οὖν, καίτοι ἀνήδονον οὖσαν τὴν κτῆσιν αὐτῆς λέγω, ὅμως τὸ μακαριώτατον τέλος ἁπάντων τῶν ἁγίων συνέζησε καὶ ἐπέδραμεν αὐτῇ,1 μνημονεύειν τε θέλομεν, κἂν ἀνήδονοι τυγχάνωσιν αἱ μνῆμαι. εἰ δέ τις λέγει ὅτι ἐξ ἀνάγκης ἡδόμεθα καὶ ὁρῶντες καὶ τὴν ἐπὶ τὰς ἀρετὰς φέρουσαν βαδίζοντες καὶ μνημονεύοντες, οὐδέν, φησί, διαφέρει. ἑλοίμεθα γὰρ ἂν αὐτάς, καὶ εἰ μὴ ἐπιφέροιεν ἡδονήν. σημεῖον δὲ τοῦδε· οἱ γὰρ ἐν εἱρκταῖς ζοφώδεσι κεκλεισμένοι, καίπερ οὐχ ἡδόμενοι τὸ σκότος ὁρῶντες, ὅμως τὸ ὁρᾶν αἱροῦνται, καίτοι τοῦ ὁρωμένου σκότους καὶ ἀνηδόνου τυγχάνοντος. ταῦτα εἰπὼν συμπεραίνεται τὸν περὶ τοῦ ἀγαθὸν ἢ μὴ ἀγαθὸν εἶναι τὴν ἡδονὴν λόγον, λέγων ὅτι μὲν οὔτε ἀγαθὸν ἡ ἡδονὴ οὔτε πᾶσαι αἱ ἀρεταὶ δῆλον.2 ἔστι δὲ ἡ λέξις ἐλλιπής· εἴη δ’ ἂν τὸ πλῆρες τοιοῦτον· ὅτι μὲν κἂν συγχωρήσωμεν καὶ τὰ ἀπὸ τῶν ἐπονειδίστων ἐνεργειῶν ἐγγινόμενα πάθη ἡδονὰς λέγεσθαι, οὐ πᾶσα ἡδονὴ ἀγαθόν, οὐδὲ πᾶσα ἀρετὴ δῆλον· καὶ ὅτι διαφέρουσι τῷ εἴδει καὶ οὐκ εἰσὶ πᾶσαι ὁμοειδεῖς, δῆλον καὶ τοῦτο.

“而且对于许多事情,即使它们不带来任何快乐,我们也会付出[极大的]热忱。” 既然刚才所述的论证指出,如果快乐确实是善,那么追求快乐本身也会热切地从一切来源去争取(因为不应当从这一途径获取善却不从那一途径获取,而应当从一切能够为我们带来善的事物中去获取),针对这一点,[亚里士多德]引出了眼下这些具有驳斥力的论据。而所说内容的要义如下:正如我们并不逃避一切不产生愉悦和快乐的事物,我们同样也不迎合一切伴随着快乐的事物。因为谁会不希望去看或去听呢,即使这些并不带来任何快乐?即便有人不接受这一点,但关于美德的获得,那些记得的人至少知道它是充满辛劳且极其费力的:“因为众生之主说,引向生命的路是狭窄而局促的。”因此,对于这种美德——虽然我说其获得是不伴随快乐的——所有圣徒的最受祝福的归宿依然与它同在并奔向它;而且我们也愿意去记忆,即使这些记忆恰好是不伴随快乐的。如果有人说,我们在观看、在走通向美德之路以及在记忆时必然感到快乐,他说,“这毫无分别”。因为即使它们不带来快乐,我们也会选择它们。此事的明证如下:那些被关在幽暗牢狱中的人,尽管看见黑暗并不感到快乐,却仍然选择去看,即使所看见的黑暗恰恰是不伴随快乐的。说了这些之后,他总结了关于快乐是善还是非善的论证,指出显而易见快乐既不是善,也并非一切美德都[是快乐]。然而这一文辞是有所省略的;其完整的表述当是如此:“即使我们承认从可耻的现实活动中产生的情感也被称为快乐,显而易见也并非一切快乐都是善,并非一切美德[都是快乐]”;并且它们在种上彼此不同,并非全属同一种,这也同样是显而易见的。

§9.16

"Τί δ’ ἐστὶν ἢ ποῖόν τι, καταφανέστερον γένοιτ’ ἂν ἀπ’ ἀρχῆς ἀναλαβοῦσι." Σαλεύσας τοὺς λέγοντας λόγους μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν, ἐντεῦθεν ζητεῖ τὴν φύσιν καὶ τὴν οὐσίαν αὐτῆς τί ἐστιν. ἐξ αὐτῆς γὰρ γνωσόμεθα καὶ πότερον ἀγαθόν ἐστιν ἢ φαῦλον· καὶ γὰρ καὶ ἐπὶ τοῦ3 χρόνου εὑρὼν τί ἐστιν, οὕτως εὗρε καὶ ὁποῖόν τί ἐστιν. ἢ οὖν ὃ λέγει τοιοῦτόν ἐστι· πρῶτον δεῖ ἡμᾶς εὑρεῖν τὸ τί ἐστι καὶ τίς ἡ φύσις, ἤτοι τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι αὐτῆς, εἶθ’ οὕτως ὁποῖόν τί ἐστιν, οἷον ἀγαθὸν ἢ φαῦλον (οἱ γὰρ εἰρημένοι λόγοι οὐδὲν μᾶλλον ἀγαθὸν ἢ φαῦλον αὐτὴν ἀπέφαινον), ἢ τὸ τί ἐστιν ἀντὶ τοῦ τῶν ἁπλῶν ἐστιν εἴρηται καὶ καθ’ αὑτὰ νοουμένων, ὁποῖόν ἐστιν ἡ ὅρασις καὶ ἡ ὄσφρησις, ἢ μᾶλλον ὁποῖόν ἐστι τὸ λευκόν, τὸ μέλαν. τὸ δὲ ποῖόν τι εἶπεν ἀντὶ τοῦ ἢ τῶν ἐξ ἀνάγκης σὺν ἄλλοις νοουμένων, οἷά ἐστι τὰ ἐν ὡρισμένοις ὑποκειμένοις ὄντα, ὡς ἡ σιμότης, ὡς τὸ περιττόν, ὡς τὸ ἀπλατές. λευκὸν μὲν γὰρ χωρίς τινος ὡρισμένου ὑποκειμένου νοεῖν δυνάμεθα, σιμότητα δὲ δίχα ῥινὸς ἢ περιττὸν ἢ ἀπλατὲς χωρὶς ἀριθμοῦ καὶ γραμμῆς οὐ δυνάμεθα. ζητητέον οὖν καὶ περὶ ἡδονῆς· τῶν ἐν ἀορίστοις ὑποκειμένοις τὸ εἶναι ἐχόντων ἐστὶν ἢ τῶν ἐν ὡρισμένῳ; δείξει δέ, ὅτι τῶν ἐχόντων τὸ ὑποκείμενον ὡρισμένον ἐστί, τὸ δ’ ὑποκείμενον αὐτῇ ἐστιν ἡ τῆς ψυχῆς ἐνέργεια. ἐπὶ γὰρ ταῖς κατὰ φύσιν ἐνεργείαις ἔστι τε καὶ οὐκ ἔστι. διὸ καὶ δοκεῖ ἐνέργεια εἶναι, λέγω δὴ διὰ τὸ ἅμα ταῖς ἐνεργείαις παρεῖναί τε καὶ ἀπεῖναι καὶ διὰ τὸ ὥσπερ ἑκάστην τῶν ἐνεργειῶν ἐν ἑκάστῳ τῶν ἐν τῷ χρόνῳ νῦν ὅλην τε καὶ τελείαν εἶναι, ὡς μαθησόμεθα, οὕτως καὶ τὴν ἡδονήν.

“它是什么或者具有何种性质,对于从头重新考察的人而言会变得更加清楚。” 在动摇了主张快乐不是善的论证之后,他自此开始探求快乐的本性和实体究竟是什么。因为从其本性出发,我们也将认识它是善还是劣;事实上,正如在探讨时间时,由于发现了它是什么,从而也发现了它具有何种性质。因此,他所说的或者是这样的:我们首先必须发现它是什么及其本性如何,即它的形式和本质(其所是),然后依此发现它具有何种性质,例如是善还是劣(因为前述论证表明它既不更偏向善也不更偏向劣);或者,“它是什么”是指属于单纯且就自身被思维的事物,例如视觉和嗅觉,或者更像是白色和黑色;而他说“具有何种性质”,则是指属于必然与其他事物一同被思维的事物,诸如存在于确定基底之中的事物,如塌鼻、奇数、无宽度。因为我们能够脱离某种确定的基底去思维白色,但脱离鼻子就无法思维塌鼻,脱离数和线就无法思维奇数或无宽度。因此,关于快乐也必须探求:它属于存在于不确定基底之中的事物,还是属于存在于确定基底之中的事物?而他将证明,快乐属于拥有确定基底的事物,且它的基底就是灵魂的现实活动。因为快乐随符合本性的现实活动而存在与不存在。因此它似乎也是一种现实活动,我指的是由于它与现实活动一同呈现和消失,并且正如我们将要学到的,每一种现实活动在时间中的每一个“当下”都是整体且圆满的,快乐亦是如此。

语法注3 条
  1. 9.15ταύτην οὖν, καίτοι ἀνήδονον οὖσαν τὴν κτῆσιν αὐτῆς λέγω, ὅμως τὸ μακαριώτατον τέλος ἁπάντων τῶν ἁγίων συνέζησε καὶ ἐπέδραμεν αὐτῇ

    句首的 ταύτην 是一个悬空宾格(accusativus pendens),承接前句的 τὴν κτῆσιν τῶν ἀρετῶν,在插入句 καίτοι... λέγω 之后,由支配与格的动词 συνέζησε 和 ἐπέδραμεν 所要求的与格代词 αὐτῇ 加以呼应。该句的主语为 τὸ μακαριώτατον τέλος ἁπάντων τῶν ἁγίων。

  2. 9.15λέγων ὅτι μὲν οὔτε ἀγαθὸν ἡ ἡδονὴ οὔτε πᾶσαι αἱ ἀρεταὶ δῆλον

    在引用亚里士多德原文(1174a8–10: ὅτι μὲν οὖν οὔτε τἀγαθὸν ἡ ἡδονὴ οὔτε πᾶσα αἱρετή, δῆλον...)时,以弗所的米迦勒引述了他所依据的写本中的讹误异文,即将 αἱρετή(值得选择的)误传为 αἱ ἀρεταί(美德)。米迦勒紧接着指出“此文辞是有所省略的”(ἔστι δὲ ἡ λέξις ἐλλιπής),并在此基础上重构并补全了其论证结构。

  3. 9.16ἢ οὖν ὃ λέγει τοιοῦτόν ἐστι... ἢ τὸ τί ἐστιν ἀντὶ τοῦ...

    以弗所的米迦勒对亚里士多德的词句“Τί δ’ ἐστὶν ἢ ποῖόν τι”(它是什么或者具有何种性质)给出了两种并列的构词与义理诠释。第一个 ἢ 将其理解为本质(形式、其所是)与性质(善或劣)的对比;第二个 ἢ 则将其理解为单纯自立被思维的事物与必须结合特定基底被思维的事物(如塌鼻、奇数等)之间的对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:549.20-550.34