← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§53.15-54.36

自身的多义性与基于分有论对理念的反驳

针对亚里士多德的反问“或者除理念之外别无他物[是因其自身的善]”(1096b19–21),欧斯特拉提乌斯批评亚里士多德利用“因其自身”的多义性制造诡弁,并针对亚里士多德以白色为喻论证诸善缺乏统一定义的观点,运用新柏拉图主义的分有论(区分被分有者与超越的不可分有理念)进行了反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.64

" Ἢ οὐδ’ ἄλλο οὐδὲν πλὴν τῆς ἰδέας." Εἰπὼν τὰ εἰρημένα εἶναι καθ’ αὑτὸ ἀγαθὰ ὡς τούτου ὁμολογουμένου ἐπήγαγε ταῦτα ἐπιμεμφόμενος. τὸ γὰρ ἢ οὐδ’ ἄλλο οὐδὲν πλὴν τῆς ἰδέας εἰρωνευομένου ἐστίν, ὡς εἰ ἔλεγεν, ἢ πάντα παρήσομεν τὰ ὄντα ὁμολογουμένως καθ’ αὑτὸ ἀγαθά, καὶ αὐτῆς τῆς ἐνεργείας καταφρονήσομεν καὶ μόνην ἐροῦμεν τὴν ἰδέαν καθ’ αὑτὸ ἀγαθόν. ἰδοὺ γὰρ παρ’ αὐτὴν ἀποπέφανται ἕτερα καθ’ αὑτὸ ἀγαθά, ὥστε περιττὴ ἡ θέσις τῆς ἰδέας. εἰ μὲν γὰρ οὐδὲν ἦν καθ’ αὑτὸ ἀγαθὸν τῶν ἐναργῶν, ἀναγκαῖον ἂν ἦν ἴσως ἕν τι τίθεσθαι καθ’ αὑτὸ ἀγαθόν, εἰς ὃ τὰ πολλὰ ἀναφερόμενα ἀγαθὰ δι’ ἐκεῖνο ἐλέγοντο. νῦν δὲ πολλῶν τοιούτων εὑρισκομένων ἡ τοῦ ἑνὸς ἐκείνου θέσις ματαία. ἀλλ’ εἰ καὶ καθ’ αὑτὸ θείη τις,1 ὦ Ἀριστότελες, ἀγαθὸν ὡς καὶ σὺ φῂς τὸ φρονεῖν καὶ τὸ νοεῖν καὶ τὴν ἐκ τοῦ θεωρεῖν ἡδονὴν καὶ τὴν ἐκ τῶν ἐμφρόνων τιμὴν ἀλλ’ οὐχ οὕτω καθ’ αὑτὰ ὡς ἑαυτῶν ὄντα καὶ καθ’ ἑαυτὰ ὑφεστῶτα καὶ ἑτέρων ὡς εἰκόνων ὄντα ἀρχέτυπα, καὶ δρῶντα οὕτως ὡς ἑαυτοῖς ἀπογεννᾶν ὅμοια, ὡς Πλάτων τὰς ἰδέας ἐτίθετο, ἀλλ’ ὡς ἄλλων ὄντα καὶ ἐν ἑτέροις ἢ ἑτέρωθεν προβαλλόμενα καὶ μηδένων ὄντα ἀρχέτυπα, καθ’ αὑτὰ δὲ λεγόμενα οὐχ’ ὡς οὐσίας ἀλλ’ ὡς δι’ ἑαυτὰ διωκόμενα, ὥστε περιττόν σοι καὶ τοῦτο τὸ σόφισμα ἐξ ὁμωνύμου τάχα παρεισαγόμενον διὰ τὸ πλεοναχῶς τὸ καθ’ αὑτὸ λέγεσθαι.

“或者除理念之外别无他物[是因其自身的善]。” 在指出上述事物是因其自身之善以后,他将其作为不争的事实加以接受,随后带着责难之意附加上了这些话。因为“或者除理念之外别无他物”乃是出于反讽,仿佛他在说:“难道我们将略过所有公认是因其自身之善的事物,轻视现实活动本身,而只宣称理念才是因其自身之善吗?”因为看哪,除了理念之外,其他因其自身之善已被阐明存在,从而理念的设定便成了多余的。因为如果显明的事物中没有任何因其自身之善,那么或许有必要设定某个单一的因其自身之善,众多的善由于被归入它而因它被称为善。但如今既然发现了许多这样的善,那单一之物的设定便是徒劳的。然而,亚里士多德啊,即使有人如同你所说的那样,将运用明智、理解、来自观照的快乐以及来自明理之人的荣誉设定为因其自身的善,但它们之因其自身,并不像柏拉图设定诸理念那样,是属于自身、因其自身自存、作为其他如同影像之物的原型、并以产生与自身相似者的方式发生作用的,而是属于他物、存在于他物之中或源自他处、并非任何事物的原型,且被称为因其自身并非作为实体,而是作为因其自身而被追求;因此,你的这一诡辩同样是多余的,这或许是由于“因其自身”有多重含义,从而借助同名异义悄悄引入的。

§1.65

"Εἰ δὲ καὶ ταῦτ’ ἐστὶ τῶν καθ’ αὑτὰ ἕως τοῦ ἀλλὰ πῶς δὴ λέγεται." Ἕτερον ἐπιχείρημα πρὸς τοὺς τὰ εἴδη δοξάζοντας· εἰ ἑκάστη τῶν ἰδεῶν μία οὖσα ἐν πολλοῖς θεωρεῖται τοῖς ἐκείνης μετέχουσι, δεῖ ταῦτα ὡς μιᾶς κοινωνοῦσιν ἰδέας οὕτω κοινωνεῖν καὶ λόγου τοῦ κατ’ οὐσίαν ἑνός. ἐπεὶ οὖν πολλὰ τὰ καθ’ αὑτὰ ἀγαθά, ἃ τῆς τοῦ ἀγαθοῦ ἰδέας μετέσχηκε, δεῖ ταῦτα καὶ ἕνα ἔχειν λόγον τὸν τί ἐστιν αὐτοῖς τὸ ὄνομα ᾗ ἀγαθὰ σημαίνοντα. ἀλλὰ τοῦτο οὐκ ἔστιν. οὐδ’ ἄρα μία τις ἰδέα ὑφ’ ἣν ἀναφέρεται πάντα τὰ καθ’ αὑτὰ ἀγαθά. ὡς γὰρ ἐν χιόνι φησὶ καὶ ψιμμυθίῳ οὐκ ἄλλος καὶ ἄλλος λόγος ὁ τῆς λευκότητος ἀλλ’ εἷς καὶ ὁ αὐτός, οὕτω τιμῆς καὶ φρονήσεως καὶ ἡδονῆς εἷς ὁ λόγος τῆς ἀγαθότητος· ἀλλὰ μὴν ἕτεροι καὶ διαφέροντες τούτοις οἱ λόγοι ᾗ ἀγαθά ἐστιν· οὐκ ἄρα μία τις ἰδέα τοῦ ἀγαθοῦ, ὑφ’ ἣν τὰ πολλὰ καθ’ αὑτὰ ἀγαθὰ ἀναφέρεται. πρῶτον μὲν δεῖ τῷ λόγῳ ἀκολουθῆσαι αὐτοῦ καὶ δεῖξαι ὡς αὐτὸς τὴν τοῦ παρόντος ἐπίλυσιν σοφίσματος προϋπέθετο. εἰ γὰρ κατ’ αὐτὸν ἐκεῖνά ἐστι καθ’ αὑτὰ ἀγαθά, ὅσα καὶ μονούμενα διώκεται, ἁρμόζει δὲ οὗτος ὁ λόγος κατ’ αὐτὸν τοῖς ἀπηριθμημένοις τε ἅπασι καὶ τοῖς ὅσα τοιαῦθ’ ἕτερα, πῶς οὐκ ἂν εἴη εἷς ὁ λόγος τοῖς ἅπασιν ᾗ ἀγαθά ἐστιν; οὐ γὰρ ᾗ τιμὴ καὶ φρόνησις καὶ ἡδονή, ζητεῖται, εἰ εἷς ὁ λόγος αὐτῶν, ἀλλ’ ᾗ ἀγαθά ἐστιν. οὗτος δὲ εἷς καὶ ὁ αὐτὸς παρ’ αὐτοῦ ἀποδέδοται. οὐκ ἄρα οὐδ’ ἐντεῦθεν κωλύεται ἰδέα τις εἶναι τοῦ καθ’ αὑτὸ ἀγαθοῦ, ὑφ’ ἣν ἀναφέρεται τὰ καθ’ αὑτὰ ἀγαθά. ἔπειτα εἰ ἕκαστον τούτων οὐκ ἰσομέτρως λέγεται ἀγαθὸν ὡς οὐδὲ λευκὰ τὰ λευκά·2 ὡς γὰρ ταῦτα κατὰ μετοχὴν ἑνὸς χρώματος τῆς λευκότητος λευκὰ λέγεται καὶ ὁ μὲν ὅρος εἷς τῆς λευκότητος, ἡ δὲ ταύτης μετοχὴ οὐχ ὡσαύτως ἐν ἅπασίν ἔστιν, οὕτω καὶ μία ἰδέα τῶν ἀγαθῶν, ἧς πάντα μετέσχηκε τὰ καθ’ αὑτὰ ἀγαθά, ὡς εἶναι τὸν μὲν λόγον αὐτοῖς τὸν αὐτὸν ὡς τοῦ αὐτοῦ μετέχουσιν εἴδους, εἶναι δ’ ἄλλο τὸ μετεχόμενον καὶ ἄλλο τὸ καθ’ αὑτὸ θεωρούμενον καὶ ἐν ἀμεθέκτῳ ὑπάρξει ὑφεστηκὸς καὶ νοούμενον, πρὸς ὃ τὰ πολλὰ καὶ ἀλλήλων διάφορα ὡς ὁμοιώματα ἀναφέρεται. ὅτι γὰρ ἕκαστον τῶν πολλῶν ἀγαθῶν κατὰ μετοχὴν ἀγαθόν ἐστι καὶ λέγεται, δῆλον ἐκ τοῦ μὴ ὡσαύτως εἶναι ἀγαθὸν τούτων ἕκαστον. μετοχῆς δὲ οὔσης, δῆλον ὡς ἔσται κατὰ τὸ ἀμέθεκτον, ὑφ’ ὃ αἱ μετοχαὶ ἀναχθήσονται. ταῦτα οὐχ ὡς τὰς ἰδέας τιθέντες λέγομεν, ἐπεὶ οὐδ’ εἰς λύσιν ἴσως δυσχερῆ τὰ λεγόμενα τοῖς ἀναιρεῖν τὰς ἰδέας θέλουσιν, ἀλλ’ ὡς τὸν Ἀριστοτέλη δεικνύντες ἐπίτηδες ἀσθενῶς ἐπιχειροῦντα ἵν’ εἴη μᾶλλον συνιστῶν ἢ ἀνασκευάζων τὸ δοξαζόμενον.

“如果这些事物也属于因其自身之物,直至‘但究竟如何被称为’。” 这是针对笃信通型(相)之人的另一论证。如果诸理念的每一者虽然单一,却在其分有者这众多事物中被观照,那么这些分有者既然共同拥有单一的理念,也就必须同样共同拥有在本质上单一的定义。既然分有了善的理念的因其自身的诸善有许多,那么这些事物就必须同样拥有单一的定义,以表明其名称就其为善而言意味着什么。但事实并非如此。因此,并不存在所有因其自身之善都被归入其下的某种单一理念。因为他说,正如在雪和白粉中,白色的定义并非各不相同,而是一而且同一,荣誉、明智与快乐亦当如此,其善性的定义亦当为一;然而,就它们为善而言,它们的定义却是互不相同且有差异的;因此,并不存在众多因其自身之善所归入的善的某种单一理念。首先,必须遵循他本人的论证,指出他自己预先假定了对当前这一诡辩的解答。因为如果按照他的观点,凡那些即使被孤立起来亦被追求的事物都是因其自身之善,而这一陈述按照他的看法既适用于所有被列举的事物,也适用于凡此类其他的全部事物,那么就它们为善而言,难道对所有这些事物不会有单一的定义吗?因为我们所探究的,并不是就它们作为荣誉、明智与快乐而言其定义是否为一,而是就它们作为善而言。而这一定义已经被他本人赋予为一而且同一。因此,即便从这里出发,也丝毫不妨碍存在因其自身之善的某种理念,所有因其自身之善都归入其下。其次,即使这些事物中的每一者并不在同等程度上被称为善,正如白色之物也并非[同等为白,理念亦不因此被否定]。因为正如这些事物因分有单一的颜色即白色而被称作白色的,且白色的定义虽是一,但对白色的分有却并非在所有事物中都一样;同样也存在诸善的一个单一理念,所有因其自身之善都分有了它,以至于对它们而言作为分有同一相的事物定义是相同的,但被分有者是一回事,而因其自身被观照并在不可分有的实存中自存且被理解者——众多的、彼此相异的事物作为模造物归属于它——又是另一回事。因为众多善中的每一者乃是通过分有而是善且被称为善的,这一点从这些事物中的每一者并非以同样方式为善中显而易见。既然存在分有,那么显而易见,这必定是相对于不可分有者而言的,而分有将被归入该不可分有者之下。我们说这些话,并不是出于设定理念的立场——因为对于想要取消理念的人来说,所说的这些或许也不是难以解答的——而是为了表明亚里士多德在故意进行软弱的论证,以至于他宁可说是在确立而非推翻这一受到笃信的学说。

语法注2 条
  1. 1.64ἀλλ’ εἰ καὶ καθ’ αὑτὸ θείη τις

    句法骨架以让步条件从句 ἀλλ’ εἰ καὶ καθ’ αὑτὸ θείη τις ... ἀγαθόν(中间插入对亚里士多德的呼告 ὦ Ἀριστότελες)开始,经过漫长的对比性扩展成分(ἀλλ’ οὐχ οὕτω καθ’ αὑτὰ ὡς ... ἀλλ’ ὡς ... καθ’ αὑτὰ δὲ λεγόμενα ...),最终由表示推论结果的连词 ὥστε 引出主句结论(ὥστε περιττόν σοι καὶ τοῦτο τὸ σόφισμα ...)。中间的成分详细对比了所假定的善事物在何种意义上是“因其自身”(因自身而值得追求),与柏拉图理念意义上的“因其自身”(超越自存的原型)截然不同。

  2. 1.65ἔπειτα εἰ ἕκαστον τούτων οὐκ ἰσομέτρως λέγεται ἀγαθὸν ὡς οὐδὲ λευκὰ τὰ λευκά·

    这是紧接在条件从句 ἔπειτα εἰ(“其次,即使……”)之后主句动词省略或构架中断(anakolouthon)的结构。它没有给出严格的主句,而是直接转入 ὡς γὰρ ταῦτα ... οὕτω καὶ μία ἰδέα ...(“因为正如这些……同样也有一个单一的理念……”)这一对比解释句。承接前文“理念的存在丝毫不受妨碍”的结论,此处省略了诸如“[理念的存在同样不被排除]”这一主句含义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:53.15-54.36