← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§548.5-549.19

通过朋友与阿谀者的区别论证快乐的种种差异

埃乌斯特拉提奥斯依据亚里士多德的文本,考察了反对者依据朋友与阿谄者的区别、孩童的生活以及拒绝因丑事而悦乐来论证快乐非善的论据,并解释说这些例子证明的并非快乐的低劣性,而是快乐在种上的多样性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.14

" Ἐμφανίζειν δὲ δοκεῖ καὶ ὁ φίλος, ἕτερος ὢν τοῦ κόλακος." Καὶ ἀπὸ τοῦ κόλακος συνάγειν ἐπειρῶντο μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν. εἰ γὰρ ὁ κόλαξ τῶν φαύλων καὶ ἐπονειδίστων ἡδέων ἐστί, καὶ ἡ ἀπ’ αὐτοῦ ἡδονὴ φαύλη· οὐκ ἄρα ἀγαθὸν ἡ ἡδονή. καὶ πρὸς τοῦτο ἀπαντῶν ὁ Ἀριστοτέλης δυνάμει λέγει, ὅτι τὸ τοῦ κόλακος οὐ δείκνυσι φαύλην τὴν ἡδονήν, ἀλλ’ ὅτι, ἐπεὶ διαφέρει τοῦ φίλου, διαφέρουσι καὶ αἱ ἀπ’ αὐτῶν ἡδοναί, καὶ ἔστιν ἡ τοῦ φίλου ἡδονὴ ἑτέρα τῷ εἴδει τῆς τοῦ κόλακος ἡδονῆς. τί οὖν διαφέρει ὁ φίλος τοῦ κόλακος; πάνυ πολύ. καὶ εἴρηται, ὅτε περὶ κόλακος ἔλεγε. διαφέρει δὲ καὶ ὅτι ὁ φίλος οὐκ ἀεὶ τὰ πρὸς ἡδονὴν λέγει ἢ πράττει πρὸς τὸν φίλον, ἀλλ’ ἔστιν ὅπῃ καὶ λυπεῖ, ὅταν εἰδῇ ὅτι μικρὰ λυπήσας τὸν φίλον μέλλει ὠφελήσειν, ὁ δὲ κόλαξ ἀεὶ τοῦ ἡδέος στοχάζεται, καὶ τοῦτο σκοπιμώτατόν ἐστιν ἐκείνῳ. διὸ καὶ ὁ μὲν φίλος ἐπαινεῖται ὡς τὰ κάλλιστα τῷ φίλῳ βουλόμενος καὶ αὐτοῦ τοῦ φίλου ἕνεκεν, ὁ δὲ κόλαξ ψέγεται. τοῦτο δὲ τὸ τὸν μὲν ἐπαινεῖσθαι, τὸν δὲ ψέγεσθαι, οὐκ ἂν ἐγίνετο εἰ μὴ διέφερον ἀλλήλων. εἰ δὲ διαφέρουσι, καὶ αἱ ἀπ’ αὐτῶν ἄρα ἡδοναί. διαφέρουσι δὲ καὶ διὰ τὸ πρὸς ἕτερα ὁμιλεῖν τὸν κόλακα, καὶ οὐ πρὸς ἃ διανοεῖται (ἕτερα γὰρ διανοεῖται, ἄλλα δὲ λέγει), τοῦ δὲ συμφωνεῖ τὰ ῥήματα τοῖς τῆς ψυχῆς διανοήμασιν. οὐδεὶς δ’ ἂν ἕλοιτο ζῆν παιδίου διάνοιαν ἔχων. εἰ οὖν ἡ ἡδονὴ ἀγαθόν, ἦν ἂν καὶ πᾶς βίος ἡδὺς καὶ πᾶσα ζωὴ ἡδεῖα ἀγαθή· ἀλλὰ μήν εἰσι βίοι ἡδεῖς φαῦλοι, ὁμοίως καὶ ζωαὶ ἡδεῖαι φαῦλαι· οὐκ ἄρα ἡ ἡδονὴ ἀγαθόν. πρὸς γὰρ τὸ μὴ εἶναι ἀγαθὸν τὴν ἡδονὴν καὶ οὗτος ὁ λόγος ἀποτείνεται. πόθεν δὲ δῆλον, ὅτι εἰσὶ βίοι καὶ ζωαὶ ἡδεῖαι μὴ ἀγαθαί; ἡ τῶν παίδων, φησί, ζωὴ καὶ ὁ βίος δηλοῖ τοῦτο. ἡδόμενοι γὰρ διατελοῦσι, καί εἰσιν οἱ βίοι αὐτῶν οὐκ ἀγαθοί. τίς γὰρ ἂν ἕλοιτο ζῆν τε καὶ φρονεῖν ὡς οἱ παῖδες; ὃ ταὐτόν ἐστι τῷ τίς γὰρ ἂν ἕλοιτο ἥδεσθαι τὴν τῶν παίδων ἡδονήν; ἐκεῖνος γὰρ ἂν ἕλοιτο τὴν τῶν παίδων ἡδονὴν ἥδεσθαι ὁ φρονῶν ὡς ἐκεῖνοι, εἰ χρὴ λέγειν τοὺς παῖδας φρονεῖν. τοῦτο θεὶς οὐκ ἀντεῖπε πρὸς αὐτό,1 ὡς φανερὸν ὄν, ὅτι οὐδὲ διὰ τούτου δείκνυται φαῦλόν τι οὖσα ἡ ἡδονή, ἀλλ’ ὅτι εἰσὶ διάφορα εἴδη τῆς ἡδονῆς. οὐδὲ χαίρειν ποιῶν τι τῶν αἰσχίστων· καὶ τοῦτο ὡς κατασκευαστικὸν τοῦ εἶναι φαύλην τὴν ἡδονὴν ἐπῆγον. ὃ δὲ λέγει τοιοῦτον ἂν ᾖ. τὴν τῶν ἀγαθῶν τεῦξιν οὐ διὰ τοῦδε μὲν τοῦ τρόπου σπουδάζομεν λαβεῖν, διὰ τοῦδε δὲ οὐ σπεύδομεν, ἀλλὰ πάντα αἱρούμεθα δι’ ὧν ἡμῖν πιστεύομεν δύνασθαι τἀγαθὰ προσγενέσθαι, καὶ οὔ φαμεν ὅτι διὰ μὲν τοῦδε τοῦ τρόπου ἢ διὰ τῆσδε τῆς πράξεως ληπτέον αὐτά, διὰ τοῦδε δὲ ἢ τοῦδε οὐ ληπτέον, ἀλλὰ διὰ παντὸς τρόπου καὶ πάσης πράξεως καὶ πάσης ἐνεργείας, ἐξ ὧν δύναται τοῦτο γενέσθαι, ἐπιτυχεῖν σπουδάζομεν τοῦ ἀγαθοῦ, οἷον εἰ ἔστιν ἀγαθὸν ἡ κατ’ ἐχθρῶν νίκη, δυνατὸν δὲ αὐτοὺς νικῆσαι οὐκ ἐκ προφανοῦς πολέμου ἀλλ’ ἔκ τινος δόλου, οὐκ ἀποσειόμεθα τοῦτο, αἱρούμεθα δὲ τὸν πόλεμον. ἀλλὰ τὸν μὲν πόλεμον χαίρειν ἐῶμεν·2 αἱρούμεθα δὲ τὴν ἀλωπεκῆν·3 καὶ ἔμπαλιν μὴ δυνάμενοι διὰ ταύτης ἀλλὰ διὰ πολέμου, ἐπὶ τὸν πόλεμον ὁρῶμεν· εἰ δὲ δι’ ἀμφοτέρων, ἐπ’ ἀμφότερα κλίνομεν. οὕτως οὖν καὶ ἐπὶ τῆς ἡδονῆς. εἰ οὖν ἀγαθὸν κἂν δι’ αἰσχίστων πράξεων καὶ ἐπονειδίστων, κἂν διὰ καλῶν καὶ ἐπαινετῶν προσγενέσθαι ἡμῖν ἠδύνατο, ἐπράττομεν ἂν ἐπίσης πάντα μηδαμῇ δυσωπούμενοι. οὐ πράττομεν δὲ τὰ αἴσχιστα διὰ τὴν ἡδονήν, καίτοι εὐμαρέστερον ὂν διὰ τούτων μάλιστα ἡσθῆναι ἐνίοτε ἢ διὰ τῶν καλῶν καὶ ἐπαινετῶν πράξεων καὶ ποιήσεων· οὐκ ἔστιν ἄρα ἡδονὴ ἀγαθόν. εἰ γὰρ ἦν ἀγαθόν, ἐσπεύδομεν ἄν, ὡς εἴρηται, διὰ πάντων ἥδεσθαι καὶ πορίζεσθαι αὐτὴν ἀπὸ παντὸς ἡδέος, καὶ ἐπονειδίστου καὶ ἐπαινετοῦ, δι’ οἵου δηλονότι ἦν εὐμαρέστερον ἢ ὅλως δυνατὸν αὐτῆς τυχεῖν.

“朋友既然不同于阿谄者,似乎也阐明了这一点。” 他们也试图从阿谄者得出快乐不是善的结论。因为如果阿谄者属于低劣和可耻的令人愉悦之事,那么从他而来的快乐也是低劣的;因此快乐不是善。针对这一点,亚里士多德实质上指出,阿谄者的情况并未表明快乐是低劣的,而是表明既然他不同于朋友,从他们而来的快乐也就彼此不同,并且朋友的快乐在种上不同于阿谄者的快乐。那么,朋友与阿谄者究竟有何不同?差异极大。这在他论及阿谄者时已经讲过。而且其不同还在于:朋友并不总是对朋友说出或做出迎合快乐之事,而是在某些情形下甚至会带来痛苦,只要他知道通过给朋友带来微小的痛苦将会有所裨益;相反,阿谄者则始终以令人愉悦之事为目标,而这对他来说是至高目的。因此,朋友作为为朋友意愿最美好之事且为了朋友自身而如此意愿的人受到赞扬,而阿谄者则受到谴责。而这一者受赞扬、另一者受谴责的事实,若非他们彼此不同,是绝不会发生的。如果他们彼此不同,那么从他们而来的快乐也同样彼此不同。他们的不同还在于:阿谄者交谈的目的与他心中所想不同(因为他心里想的是一套,口中说的却是另一套),而另一者的言辞则与他灵魂中的思想相一致。此外,也没有人会愿意在持有小孩思虑的情况下活着。如果快乐是善,那么一切令人愉悦的生活和一切令人愉悦的生存也将是善的;然而确实存在低劣的令人愉悦的生活,同样也存在低劣的令人愉悦的生存;因此快乐不是善。因为这一论证也是指向快乐不是善的。那么从何处显明存在着不善的令人愉悦的生活和生存呢?他说,孩童们的生存和生活阐明了这一点。因为他们始终在享受快乐,然而他们的生活并不是善的。因为谁会愿意像孩童那样生活并思考呢?这与“谁会愿意享受孩童的快乐”是同一回事。因为只有像他们那样思考的人(如果确实应当说孩童也在思考的话),才会愿意享受孩童的快乐。他提出了这一点之后并未反驳它,因为这是显而易见的:即使通过这一点,也不能证明快乐是某种低劣之物,反而表明快乐有不同的种。“也不愿在做某种最丑恶之事时感到高兴”:他们也提出了这一条,作为确立快乐是低劣之事的论据。而他所说的会是这样:对于善事的获得,我们并不是热衷于通过这种方式获取而不急于通过那种方式获取,而是选择我们相信善事能够由此产生的一切手段,并且我们不会说必须通过这种方式或这种行为来获取它们,而不能通过那一种或另一种获取;相反,通过能使善事产生的一切方式、一切行为和一切现实活动,我们都热切争取获得善。例如,如果对敌人的胜利是善,而战胜他们有可能不是通过公开的战争,而是通过某种诡计,我们决不会拒绝这诡计而选择战争。相反,我们把战争置之不理,而选择披上狐皮[施展诡计];反之,若不能通过狐皮而必须通过战争,我们便着眼于战争;若两者皆可,我们便兼取两者。因此在快乐的事情上也是如此。所以,如果快乐是善,并且无论是通过最丑恶可耻的行为还是通过美好且值得赞赏的行为都能够产生于我们,我们就会毫无顾忌地同样去行一切事。但我们并没有为了快乐去行最丑恶的事,尽管有时通过这些最丑恶之事感受快乐,比通过美好且值得赞赏的行为与制作感受快乐要容易得多;因此快乐不是善。因为如果它是善,正如所说的那样,我们就会急切地通过一切手段去感受快乐,并从一切令人愉悦之事中——不论是可耻的还是值得赞扬的——为自己谋取快乐,只要显然通过该手段更容易或者完全可能获得它。

语法注3 条
  1. 9.14τοῦτο θεὶς οὐκ ἀντεῖπε πρὸς αὐτό

    分词 θεὶς 和主动词 οὐκ ἀντεῖπε 的主语在文脉上是指亚里士多德。注疏者在此解释了为何亚里士多德在提出了反对者的这一主张(孩童生活的快乐)之后,却没有对它提出直接的反驳。

  2. 9.14χαίρειν ἐῶμεν

    成语性表达 χαίρειν ἐάω 意为“向……道别”、“置之不理”或“弃置一旁”。在此处用于描述放弃正面的战争(πόλεμος)而采取狡计。

  3. 9.14τὴν ἀλωπεκῆν

    阴性形容词充当名词,省略了 δορά(皮),构成谚语性成语“披狐皮”,比喻与武力战争相对立的“狡计、策略”(δόλος)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:548.5-549.19