- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:547.1-548.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《尼各马可伦理学》1173b20中反驳以可耻快乐为由断定快乐非善的观点,欧斯特拉提奥斯从两条进路展开论证:其一,源自可耻对象的快乐只是表象上的快乐而非真正快乐;其二,伴随卓越者与低劣者不同现实活动的快乐在种上彼此区分。
" Πρὸς δὲ τοὺς προφέροντας τὰς ἐπονειδίστους ἡδονὰς λέγοιτ’ ἄν." Ὅτι μὲν ὁποῖα τὰ ἡδέα τοιαῦται καὶ αἱ ἀπ’ αὐτῶν ἡδοναί, δῆλον. εἰ δὲ τοῦτο, εἰσὶ δὲ ἡδέα φαῦλα, εἰσὶν ἄρα καὶ φαῦλαι ἡδοναί. ὥστε οὐκ ἔστιν ἡ ἡδονὴ ἀγαθόν. οὗτος δὲ ὁ λόγος οὐ συνάγει μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν, ἀλλ’ ὅτι εἰσὶ πλείω εἴδη τῆς ἡδονῆς καὶ διαφέρουσιν ἀλλήλων, ὥσπερ καὶ τὰ ἡδέα ἐξ ὧν αἱ ἡδοναί. καὶ ὡς τούτων τῶν ἡδέων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ φαῦλα, τὰ δὲ οὐδέτερα, οὕτω καὶ αἱ ἡδοναὶ τριχῇ τοῖς ἡδέσιν ἀνάλογον συνδιαιρεθήσονται, καὶ οὐκ ἔσται πᾶσα ἡδονὴ φαύλη. ἀλλ’ ὁ μὲν Ἀριστοτέλης οὐ τοῦτο ἐπήγαγεν αὐτοῖς, ἀλλ’ εὐθὺς ἐνέστη λέγων μὴ εἶναι μήτε τὰ φαῦλα ἡδέα, μήτε τὰ ἀπ’ αὐτῶν γινόμενα ἡδονάς. οὐ γάρ εἰσιν ἀληθῶς ἡδέα τὰ δοκοῦντα ἡδέα εἶναι τοῖς μοχθηροῖς ἀνθρώποις, ἀλλ’ ἡδέα μέν εἰσιν ἐκείνοις, ἁπλῶς δ’ οὐκ εἰσὶν ἡδέα. ὡς γὰρ οὐδὲ τὰ τοῖς πυρέττουσιν ὑγιεινὰ καὶ ἁπλῶς εἰσιν ὑγιεινά, οὐδὲ τὰ τοῖς ἰκτεριῶσι πικρὰ καὶ ἁπλῶς εἰσι πικρὰ ἀλλ’ ἐκείνοις μόνοις, οὐδὲ τὰ τοῖς ὀφθαλμιῶσι λευκὰ ἢ μέλανα καὶ ἁπλῶς εἰσι τοιαῦτα ὁποῖα αὐτοῖς δοκεῖ, οὕτως οὐδὲ τὰ τοῖς κακῶς ἔχουσιν ἡδέα ἤδη καὶ ἡδέα εἰσί. τῇ μὲν γὰρ τῆς Λιβύης ἀρχούσῃ Λαμίᾳ ὀνομαζομένῃ καὶ τὰς ἐγκύους ἀνατεμνομένῃ καὶ ἐκροφούσῃ ὠμὰ τὰ ἔμβρυα ἡδεῖα μὲν ἦν ἡ τοιαύτη ἐδωδή, ἀλλ’ ἐκείνῃ, ἁπλῶς δὲ ἀηδεστάτη. ἢ οὕτω λέγοιτ’ ἄν, ὅτι αἱ μὲν ἡδοναὶ αἱρεταί εἰσιν, οὐ μὴν αἱ ἀπό γε τούτων. τὸ ἀπό γε τούτων ἀντὶ τοῦ ἀπὸ τῶν ἐπονειδίστων. ὃ δὲ λέγει τοιοῦτον ἂν εἴη· δεῖ τὰς ἡδονὰς ἀγαθὰς καὶ αἱρετὰς λέγειν τὰς ἀπὸ τῶν ἀληθῶς ἡδέων (ἀληθῶς δέ εἰσιν ἡδέα αἱ ἐπιστῆμαι, αἱ ἀρεταί), τὰς δὲ ἀπὸ τῶν ἐπονειδίστων ἡδέων ἡδονάς, αἵπερ εἰσὶν αἱ ἀπὸ τῆς τῶν ἀρρένων ἀφροδίτης καὶ τὰς ἄλλας τὰς τοιαύτας, οὐχ ἡδονὰς ἁπλῶς ῥητέον1 ἀλλὰ φαινομένας ἡδονάς, οὔσας δὲ οὔ. ὡς γὰρ τὸ πλουτεῖν ἀπὸ τοῦ γεωργεῖν αἱρετόν ἐστιν, ἀπὸ δὲ τοῦ ἱεροσυλεῖν ἢ προδιδόναι πατρίδα κάκιστον, οὕτω καὶ τὸ ἥδεσθαι ἀπὸ τῶν ὄντως ἡδέων κάλλιστον, χείριστον δὲ τὸ ἀπὸ τῶν ἐπονειδίστων. ἢ οὖν μήτε τὰ ἐπονείδιστα ἡδέα [μεθ’ ἡδονὰς] ῥητέον μήτε ἡδονὰς τὰ ἀπ’ αὐτῶν πάθη, ἢ εἰ χρὴ τῇ συνηθείᾳ ἑπομένους καὶ τῇ τῶν πολλῶν δόξῃ καὶ φήμῃ ἡδονὰς καὶ ἡδέα τὰ ἐπονείδιστα λέγειν, ῥητέον ὅτι αἱ ἡδοναὶ διαφέρουσι τῷ εἴδει· ἕτεραι γὰρ τῷ εἴδει αἱ τῶν σπουδαίων καὶ τῶν κατὰ φύσιν ζώντων καὶ ἕτεραι 〈αἱ〉 τῶν ἀκολάστων καὶ φαύλων. ᾧ γὰρ διαφέρουσιν οἱ σπουδαῖοι τῶν φαύλων τούτῳ καὶ αἱ ἡδοναί,2 ἃς διώκουσι καὶ ἃς ἥδεσθαι βούλονται. καὶ δειχθήσεται τοῦτο διὰ πλειόνων ἐν τῷ παρόντι βιβλίῳ. ὅτι δὲ διαφέρουσιν αἱ ἡδοναί, δῆλον ἐκ τοῦ μήτε τοὺς ἀδίκους τὰς τῶν δικαίων ἡδονὰς θέλειν ἥδεσθαι μήτε τοὺς δικαίους τὰς τῶν ἀδίκων. τῶν γὰρ ἑτέρων τῷ εἴδει ἕτεραι τῷ εἴδει καὶ αἱ ἐνέργειαι, ὥστε καὶ αἱ ἡδοναὶ αἱ ἐπὶ ταῖς ἐνεργείαις γινόμεναι ἕτεραι τῷ εἴδει εἰσίν.
“对于提出可耻快乐的人,可以说:” 显而易见,令人愉悦的事物是怎样的,从它们而来的快乐也就是怎样的。如果这是真的,而且有低劣的令人愉悦之事,那么也就有低劣的快乐;因此快乐并不是善。然而这个论证得出的结论并不是快乐不是善,而是快乐有多个种并且彼此不同,正如快乐由之而生的令人愉悦之事也是如此。而且正如在这些令人愉悦的事物中,有些是善的,有些是低劣的,有些是中性的,同样,快乐也将对应于令人愉悦的事物而成比例地同样被划分为三类,而并非所有的快乐都会是低劣的。但亚里士多德并没有以此反驳他们,而是立即提出异议,说既非低劣之事是令人愉悦的,亦非从它们产生之物是快乐。因为在恶劣的人看来似乎令人愉悦的事物,并不是真正令人愉悦的;它们对那些人而言是令人愉悦的,但决非无条件地令人愉悦。因为正如对发烧者来说合乎健康的事物并非无条件地合乎健康,对患黄疸者来说发苦的事物并非无条件地发苦而只是对他们如此,对患眼病者来说呈白色或黑色之物也并非无条件地正如他们所看起来的那样,同样,对处于不良状态的人来说令人愉悦的事物,也绝不立刻就是〔无条件〕令人愉悦的。事实上,对于那位名叫拉米亚的利比亚统治者,即剖开孕妇腹部生吞胎儿的女人来说,这样的食物固然是令人愉悦的,但那只是对她而言,无条件地看则是极其恶心的。或者可以说:快乐固然值得选择,但决非来自这些来源的快乐。“来自这些来源”代替了“来自可耻之物”。而他所说的大致会是这样:应当把来自真正令人愉悦之物的快乐称为善的且值得选择的(而真正的令人愉悦之物乃是诸种科学和德性),至于来自可耻的令人愉悦之物的快乐,即来自男色性交以及其他诸如此类的快乐,则不应当无条件地称为快乐,而应称为表象上的快乐,并非真实的快乐。因为正如通过农耕致富是值得选择的,而通过盗窃圣物或背叛祖国致富是极恶劣的,同样,从真正令人愉悦的事物中感受快乐是最美好的,而从可耻之物中感受快乐则是最恶劣的。因此,要么既不应称可耻之事为令人愉悦的,也不应称从它们而来的情状为快乐;要么如果必须遵从习惯以及大众的意见与传言而称可耻之物为快乐和令人愉悦的,就必须说快乐在种上是不同的。因为卓越者和顺应自然生活者的快乐,与放荡和低劣者的快乐在种上是不同的。因为卓越者在何种方面不同于低劣者,他们所追求并意愿享受的快乐也就在该方面彼此不同。这一点在本书中将通过更多论据予以阐明。而快乐彼此不同,这从不义者不愿享受正义者的快乐、正义者也不愿享受不义者的快乐这一点中也是显而易见的。因为对于种上不同的事物,它们的现实活动在种上也是不同的,从而伴随现实活动而产生的快乐在种上也是不同的。
- 9.13τὰς δὲ ἀπὸ τῶν ἐπονειδίστων ἡδέων ἡδονάς, αἵπερ εἰσὶν αἱ ἀπὸ τῆς τῶν ἀρρένων ἀφροδίτης καὶ τὰς ἄλλας τὰς τοιαύτας, οὐχ ἡδονὰς ἁπλῶς ῥητέον
在关系从句 αἵπερ εἰσὶν αἱ ἀπὸ... 中,关系代词和表语均为主格,但随后由 καί 连接的短语却以宾格出现(καὶ τὰς ἄλλας τὰς τοιαύτας)。这是句法破格(anacoluthon):从句的主格支配中断,转而受到主句动词形容词 ῥητέον 的逻辑宾语/宾格主语(τὰς δὲ... ἡδονάς)的格吸引。
- 9.13ᾧ γὰρ διαφέρουσιν οἱ σπουδαῖοι τῶν φαύλων τούτῳ καὶ αἱ ἡδοναί
相关与格 ᾧ... τούτῳ 表示差异的基准或度量(“在……不同的方面,……也在该方面”)。后一分句中省略了动词 διαφέρουσι,需补全为 τούτῳ [διαφέρουσι] καὶ αἱ ἡδοναί(“在该方面,快乐也[不同]”)。
