← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§545.33-546.38

填补说的源起与无痛苦的快乐

厄斯特拉提奥斯解释了快乐即填补这一观点乃是错误地源于身体滋养中痛苦及其消除的经验,并通过指出静观、感觉与回忆中的快乐毫无预先的匮乏或痛苦,驳斥了将快乐等同于填补的见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.12

" Ἡ δόξα δ’ αὕτη δοκεῖ γεγενῆσθαι ἐκ τῶν περὶ τὴν τροφὴν λυπῶν." 〈Τὸ δοξάζειν, φησί, τὴν ἡδονὴν ἀναπλήρωσιν ἐπῆλθεν αὐτοῖς ἐκ τῶν περὶ τὴν τροφὴν λυπῶν.〉 διὰ γὰρ τὸ ἕπεσθαι τῇ τῆς θρεπτικῆς ψυχῆς ἀνεμποδίστῳ ἐνεργείᾳ, ἡδείᾳ οὔσῃ, ἀναπλήρωσιν ᾠήθησαν τὴν ἡδονὴν ἀναπλήρωσιν εἶναι, τὸ ἑπόμενον ταὐτὸν νοήσαντος1 τῷ ᾧ ἕπεται. λυπεῖται μὲν γὰρ τὸ ζῷον ἐνδεὲς ὄν· ἐπειδὰν δὲ ἄρξηται προσφορᾶς γενομένης ἐνεργεῖν ἡ θρεπτικὴ ψυχὴ περὶ τὰ τρέφοντα, τὸ σῶμα οὐκέτι λυπεῖται, ὅτι ἀναπληροῦται. τὸ οὖν λέγειν τὴν ἀναπλήρωσιν τὴν ἑπομένην τῇ ἡδονῇ ἡδονὴν ὅμοιόν ἐστι τῷ λέγειν καὶ τὴν σκιὰν ταὐτὸν ἐκείνῳ οὗ ἐστιν ἡ σκιά. ὡς γὰρ ἐξ ἀνάγκης ἕπεται σκιὰ τῷ βαδίζοντι ἐν ὑπαίθρῳ ὑφ’ ἡλίου καταλαμπομένῳ, οὕτω καὶ ἀναπλήρωσις τῇ ἀνεμποδίστῳ ἐνεργείᾳ τῆς ψυχῆς, ἤτοι τῇ ἡδονῇ. καὶ εἴρηται, πῶς ἐνέργεια ἡ ἡδονὴ λέγεται. ὅτι δὲ οὐκ ἔστιν ἀναπλήρωσις ἡ ἡδονὴ ἀλλὰ σύμπτωμα ἡδονῆς, ἢ εἰ βούλει σύμπτωμα ἐνεργείας, ἐφ’ ᾗ ἡ ἡδονή, δείκνυσιν ἀπὸ τῶν ἄλλων ἡδονῶν τῶν ἐπὶ ταῖς θεωρίαις καὶ ταῖς ἀθλήσεσιν, αἷς ἡδοναῖς οὐχ ἕπονται ἀναπληρώσεις. εἰ γὰρ ἡ ἡδονὴ κατ’ αὐτοὺς ἀναπλήρωσις, ἥτις ἀναπλήρωσις γίνεται μετὰ τὴν γεγονυῖαν ἐπὶ τῇ ἐνδείᾳ λύπην, ἔδει μηδένα ἀνενδεῆ ὄντα καὶ διὰ τοῦτο ἄλυπον ἥδεσθαι. εἰ γὰρ ἡ ἡδονὴ 〈καὶ〉 ἀναπλήρωσις ταὐτόν, ὡς αὐτοὶ λέγουσιν, ὥσπερ ὁ ἄνθρωπος καὶ ὁ βροτός, καὶ διὰ τοῦτο καὶ ὁ ἡδόμενος καὶ ὁ ἀναπληρούμενος ὁ αὐτός, τίς μηχανὴ ἡσθῆναί ποτέ τινα δίχα τοῦ ἀναπληροῦσθαι; ἀλλὰ μὴν ἥδονται καὶ πάνυ οἵ τε θεωρίᾳ συζῶντες καὶ οἱ ἐναρμονίων μελῶν ἀκούοντες καὶ οἱ εὐωδῶν τινων αἰσθανόμενοι καὶ οἱ τὰ κάλλιστα τῶν ὁρατῶν θεώμενοι, μηδεμιᾶς ἐν αὐτοῖς ἀναπληρώσεως γινομένης. ἀλλὰ πόθεν δῆλον ὅτι οὐκ ἀναπληροῦνται; ἢ ἐκ τοῦ ἥδεσθαι μὴ προηγησαμένης λύπης μηδ’ ἐνδείας. ἐπεὶ γὰρ ἡ λύπη ταῖς ἐνδείαις ἐπακολουθεῖ, ἐν οἷς μὴ ἔστι λύπη, οὐδ’ ἔνδεια· ἐν οἷς δὲ μὴ ἔνδεια, οὐδ’ ἀναπλήρωσις· 〈ἐν οἷς δὲ μὴ ἀναπλήρωσις, οὐδ’ ἡδονή, εἰ ταὐτὸν κατ’ αὐτοὺς ἡδονὴ καὶ ἀναπλήρωσις.〉 ἡ μὲν οὖν τῶν προκειμένων διάνοια τοιαύτη, ἡ δὲ λέξις ἡ ἐνδεεῖς γὰρ γινομένους καὶ προλυπηθέντας ἥδεσθαι συμβαίνει τῇ ἀναπληρώσει2 τὸ δοκοῦν ἐκείνοις ἐξηγεῖται τοῖς λέγουσι τὴν ἡδονὴν ἀναπλήρωσιν. λέγει δὲ ὅτι προλυπηθέντες διὰ τὴν ἔνδειαν ἀναπληρούμενοι ἥδονται. εἰ δὲ ἅμα τῇ ἀναπληρώσει ἐστὶν ἡδονὴ καὶ συνυφίσταται τῇ ἀναπληρώσει, ταὐτόν ἐστιν ἡ ἀναπλήρωσις τῇ ἡδονῇ· ἡ ἡδονὴ ἄρα ἀναπλήρωσις. πρὸς τοῦτο ἀνιστάμενος ὁ Ἀριστοτέλης φησὶν ‘ἀλλὰ καὶ μεμνημένοι ἡδόμεθα,’ αἵτινες, φησίν, ἡδεῖαι μνῆμαι τίνος εἰσὶ γενέσεις; τουτέστι τίνος εἰσὶν ἀναπληρώσεις; ἐπεὶ γὰρ ἡ ἀναπλήρωσις γένεσίς ἐστιν, ἀντὶ τοῦ εἰπεῖν ‘τίνος αἱ μνῆμαί εἰσιν ἀναπληρώσεις’; εἶπε ‘τίνος εἰσὶ γενέσεις’; ὅτι δὲ αἱ ἐν ταῖς μνήμαις ἡδοναὶ οὐκ εἰσὶν ἀναπληρώσεις δῆλον ἀπὸ τοῦ μὴ προγεγονέναι ἔνδειαν. τοῦ δὲ μὴ προηγήσασθαι ἔνδειαν σημεῖον τὸ μὴ προγεγενῆσθαι λύπην. εἰσὶ δὲ ἡδεῖαι αἱ μνῆμαι αἱ τῶν καλλίστων πράξεων, ἃς ἔπραξέ τις καὶ ὧν εὖ πέπονθε.

“这一意见似乎是由关于滋养的痛苦产生的。” 〈他说,认为快乐是填补的想法,是从关于滋养的痛苦中降临于他们的。〉因为由于填补跟随营养分灵魂顺畅愉悦的现实活动,他们把跟随之物理解为与它所跟随之物相同,从而以为快乐就是填补。因为动物在匮乏时感到痛苦;而每当摄入发生、营养分灵魂开始围绕滋养之物而活动时,身体便不再感到痛苦,因为身体得到了填补。因此,说跟随快乐而来的填补就是快乐,就如同说影子与产生影子的那个对象是同一的一样。因为正如在阳光照射下于露天行走的人必然伴有影子一样,填补也同样伴随着灵魂顺畅的现实活动,即伴随着快乐。而快乐何以被称为现实活动,已经讲过了。至于快乐不是填补,相反[填补]乃是快乐的偶性附带,或者如果你愿意,乃是快乐依凭其上的现实活动的偶性附带,他则是从其他快乐中证明的,即从静观中的快乐和竞艺中的快乐证明的,这些快乐并不伴随填补。因为如果按照他们的说法,快乐是填补,而这种填补是在匮乏引起的痛苦发生之后才产生的,那么任何不匮乏因而没有痛苦的人就绝不应当感到快乐。因为如果像他们所说的那样,快乐与填补是同一的,正如“人”与“必死者”一样,且因此感受快乐者与被填补者也是同一的,那么有何办法能使人在没有被填补的情况下感到快乐呢?然而,过着静观生活的人、聆听和谐曲调的人、嗅到某种芬芳香气的人,以及观看最为美丽的可见之物的人,都在没有任一填补在他们之中发生的情况下,极度享受到快乐。但他们未被填补这一点从何而显明呢?是从没有预先的痛苦也没有匮乏却感受到快乐这一点显明的。因为既然痛苦伴随着匮乏,在没有痛苦的地方,就没有匮乏;在没有匮乏的地方,也就没有填补;〈而在没有填补的地方,也就没有快乐,如果按照他们的说法快乐与填补是同一的。〉当前文段的意旨就是如此;而“因为在匮乏并且预先感到痛苦之后,他们碰巧由于填补而感到快乐”这句文句,则解释了那些称快乐为填补的人所持的见解。他是说,因匮乏而预先感到痛苦的人,在被填补时感到快乐。而如果快乐与填补同时存在并与填补共存,那么填补就与快乐是同一的;因此快乐就是填补。亚里士多德起而反对这一观点,说“但是我们在回忆时也感到快乐”;他说,这些愉悦的回忆究竟是什么的生成?也就是问,它们是什么的填补?因为既然填补是一种生成,他就没有说“回忆是什么的填补”,而是说了“是什么的生成”。而回忆中的快乐并非填补,这从没有预先发生匮乏中是显而易见的;而匮乏未曾预先发生,其标志则是痛苦未曾预先产生。而愉悦的回忆乃是某人所做出的最美好的行为,以及其蒙受福泽之事的记忆。

语法注2 条
  1. 9.12τὸ ἑπόμενον ταὐτὸν νοήσαντος

    文本中的单数属格分词 νοήσαντος,既可校读为主格复数 νοήσαντες 以与主句主语(ᾠήθησαν 的主语“他们”)保持一致,亦可视为一种非正规的独立属格结构。无论采取何种句法处理,其含义皆作为表伴随或原因的修饰成分,表示“他们把跟随之物理解为与它所跟随之物相同”。

  2. 9.12ἡ δὲ λέξις ἡ ἐνδεεῖς γὰρ γινομένους καὶ προλυπηθέντας ἥδεσθαι συμβαίνει τῇ ἀναπληρώσει

    带冠词的名词短语 ἡ δὲ λέξις(文句)通过重复的定冠词 ἡ,与亚里士多德的原句引文 ἐνδεεῖς γὰρ γινομένους... συμβαίνει τῇ ἀναπληρώσει 构成同格,充当整个句子的主语。主要动词为 ἐξηγεῖται,支配宾语 τὸ δοκοῦν ἐκείνοις(那些人所认为的见解)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:545.33-546.38