← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§544.17-545.32

反驳将快乐视为填补的定义与灵魂活动

厄斯特拉提奥斯解释了论敌将痛苦定义为匮乏、将快乐定义为填补的主张(1173b7),重构了他们试图证明快乐是不完全的生成从而非善的三段论。随后他进行驳斥,指出填补是身体的情状而享受快乐属于灵魂,快乐本身乃是营养分灵魂的现实活动(或不可分离地伴随现实活动),填补只是跟随该现实活动而发生的生成。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.11

" Καὶ λέγουσι τὴν μὲν λύπην ἔνδειαν τοῦ κατὰ φύσιν εἶναι, τὴν δ’ ἡδονὴν ἀναπλήρωσιν." Καὶ διὰ τούτων τὴν ἡδονὴν γένεσιν εἶναι ἐπεχείρουν δεικνύειν. εἰ δ’ ἔστι γένεσις, οὐκ ἂν εἴη τἀγαθόν. ἔλεγον δή· ἡ ἡδονὴ ἀναπλήρωσίς ἐστιν, ἡ ἀναπλήρωσις γένεσις, ἡ ἡδονὴ ἄρα γένεσις. εἶτα ἡ ἡδονὴ γένεσις, ἡ γένεσις μεταβολή, ἡ μεταβολὴ ἀτελής, ἡ ἡδονὴ ἄρα ἀτελής. ἀτελὴς δ’ οὖσα, οὐκ ἂν εἴη τἀγαθόν. παντέλειον γάρ τι τἀγαθόν, ἀλλ’ οὐκ ἀτελές. ἀλλὰ πόθεν δῆλον ὅτι ἡ ἡδονὴ ἀναπλήρωσίς ἐστιν; ἢ ἐπεί, φασίν, ἡ ἀντικειμένη αὐτῇ λύπη ἔνδειά ἐστιν, αὕτη ἂν ἀναπλήρωσις εἴη. εἰ γὰρ τὸ λευκὸν διακριτικόν, τὸ μέλαν συγκριτικόν, καὶ ἐὰν ἡ λύπη ἔνδεια, ἡ ἡδονὴ ἀναπλήρωσις. ὁ τόπος ἐκ τῶν ἐναντίων. τὸ δὲ τὴν λύπην ἔνδειαν εἶναι, οὑτωσὶ συνίστων· εἰ λυπεῖται, φασί, τὸ ζῷον πεινῶν καὶ διψῶν, ἡ πεῖνα καὶ ἡ δίψα λῦπαί εἰσιν, ἀλλὰ μὴν ἡ πεῖνα καὶ ἡ δίψα ἔνδειαί εἰσι τῆς κατὰ φύσιν ἕξεως, ἡ λύπη ἄρα ἔνδειά ἐστιν. ἐπειδὰν γάρ, φασί, τὸ σῶμα ἐνδεὲς γένηται ξηρῶν ἢ ὑγρῶν, ἐξίσταται τοῦ κατὰ φύσιν, ἐξιστάμενον δὲ λυπεῖται καὶ ὀρέγεται τῆς ἀναπληρώσεως, ὀρεγόμενον δὲ ἐσθίει καὶ πίνει, ἐσθίον δὲ καὶ πῖνον ἀναπληροῦται. εἰ δὲ ταῦτα ἀληθῆ, σώματός εἰσι πάθη ἡ ἔνδεια καὶ ἡ πλήρωσις· ὥστε καὶ τὸ σῶμα ἂν ἥδοιτο καὶ λυποῖτο. αὐτὸ γάρ ἐστι τὸ ἀναπληρούμενον· ὥστε καὶ τὸ ἡδόμενον αὐτό ἐστιν. εἰ γάρ ἐστιν ἐν τῷ σώματι ἡ ἀναπλήρωσις, ἡ δ’ ἀναπλήρωσις ἡδονή, ἐν τῷ σώματι ἄρα ἡ ἡδονή. ᾧ δὲ πάρεστιν ἡ ἡδονή, ἐκεῖνο ἀνάγκη καὶ ἥδεσθαι. ἀλλὰ μὴν οὐκ ἔστι τὸ σῶμα τὸ ἡδόμενον· οὐκ ἄρα ἀναπλήρωσις ἡ ἡδονή. ἀλλὰ πῶς φασι γίνεται ἡ ἡδονή; πῶς, ἀκούετε. εἰσιόντα ἐν ταῖς προσφοραῖς τὰ τρέφοντα τὸ σῶμα σιτία καὶ ποτὰ καὶ ἐνεργούσης τῆς θρεπτικῆς 〈ψυχῆς〉 περὶ αὐτὸ ἀνεμποδίστως ἡδόμεθα. ἔστι γὰρ ἡ γινομένη μετὰ τὴν ἔνδειαν ἡδονὴ ἐνέργεια τῆς θρεπτικῆς ψυχῆς κατὰ φύσιν ἀνεμπόδιστος· ἢ ἁπλῶς πᾶσα ἐνέργεια κατὰ φύσιν ἀνεμπόδιστος ἡδίστη ἐστί. τῆς γοῦν θρεπτικῆς ψυχῆς ἡ ἐνέργεια πληροῖ καὶ ἀποκαθίστησι εἰς τὴν φυσικὴν ἕξιν, ἥτις ἐνέργεια ἡδεῖά ἐστι. καὶ ἔστι τὸ μὲν ἡδόμενον ἡ ψυχή, ἡ δὲ ἡδονὴ ἀνεμπόδιστος αὐτῆς ἐνέργεια. λέγει δὲ τὴν ἡδονὴν ἐνέργειαν ὁ Ἀριστοτέλης οὐχ ὡς αὐτῆς κατὰ τὸν οἰκεῖον λόγον οὔσης ἐνεργείας, ἀλλ’ ὡς ἐπὶ ἐνεργείᾳ τὸ εἶναι ἐχούσης1 καὶ μὴ δυναμένης ἀπὸ τῆς ἐνεργείας χωρίζεσθαι. λέγεται οὖν ἡ ἡδονὴ ψυχῆς ἐνέργεια ἀνεμπόδιστος διὰ τὸ παρακολουθεῖν ἀνεμποδίστῳ ψυχῆς ἐνεργείᾳ καὶ συνεῖναι τῇ ἐνεργείᾳ ἀχωρίστως, ἐφ’ ᾗ γίνεται. ὥσπερ δὲ τῇ ἀρετῇ καὶ τῇ ἐπιστήμῃ ἕξεσιν οὔσαις τῆς ψυχῆς ἐπακολουθεῖ αὐταῖς ταῖς ἐνεργείαις ἡδονή (ἡδεῖαι γὰρ αἱ κατ’ ἀρετὴν ἐνέργειαι), οὕτω καὶ αἱ τῆς ψυχῆς τῆς θρεπτικῆς ἐνέργειαι, ὅταν ἀνεμποδίστως ἐνεργῶνται, ἥδισταί εἰσι. καὶ ἔστιν ἡ μὲν θρεπτικὴ ψυχὴ ἕξις τοῦ σώματος, αἱ δὲ ἐνέργειαι αὐτῆς τελειότητές τινες καὶ ἀποκαταστάσεις εἰς τὸ κατὰ φύσιν. τὸ δὲ ἀποκαθιστῶν εἰς τὴν φύσιν ἡδύ, ὥστε ἡ ἡδονὴ ἀναπλήρωσις μὲν οὐκ ἔστιν, ἐνέργεια δὲ τῆς θρεπτικῆς δυνάμεως καὶ ἕξεως ἢ ἐνέργεια τῆς θρεπτικῆς ψυχῆς ἢ ὅπως ἄν ἐθέλοι τις λέγειν. ταύτης οὖν τῆς θρεπτικῆς ἕξεως ἡδέως ἐνεργούσης ἕπεται ἡ ἀναπλήρωσις καὶ ἡ εἰς τὸ κατὰ φύσιν ἀποκατάστασις. ὡς γὰρ τοῦ οἰκοδόμου ἐνεργοῦντος οἷον οἰκοδομοῦντος ἀκολουθεῖ τὸ αὔξεσθαι τὸν τοῖχον, καὶ ἡμῶν ἐκχεόντων εἰς τὴν δεξαμενὴν πληροῦσθαι συμβαίνει τὴν δεξαμενήν, οὕτως καὶ τῆς θρεπτικῆς ἕξεως ἐνεργούσης περὶ τὰ τρέφοντα τὸ σῶμα, ἀναπληροῦται τὸ σῶμα. πολὺ ἄρα διαφέρει τὸ λέγειν τὴν ἡδονὴν ἀναπλήρωσιν τοῦ λέγειν ἕπεσθαι τῇ ἡδονῇ ἀναπλήρωσιν,2 ἤτοι ἕπεσθαι τῇ ἐνεργείᾳ τῆς θρεπτικῆς ψυχῆς ἀναπλήρωσιν. καὶ ἔστιν ἡ μὲν θρεπτικὴ ψυχὴ ἕξις τοῦ σώματος, ἡ δὲ ἡδονὴ ἐνέργεια περὶ τὰ τρέφοντα τὸ σῶμα τῆς ἕξεως. ἡ δ’ ἑπομένη τῇ ἐνεργείᾳ ταύτῃ, ἤτοι τῇ ἡδονῇ, ἀναπλήρωσις, γένεσις· τὸ γὰρ ἀναπληροῦσθαι γίνεσθαί ἐστιν.

“他们还说,痛苦是顺应自然者的匮乏,而快乐则是填补。” 他们试图通过这些论述来表明快乐是一种生成。但如果快乐是生成,它就不可能是善[最高善]。他们确实曾这样论述:“快乐是填补;填补是生成;因此快乐是生成。”接着,“快乐是生成;生成是变化;变化是不完全的;因此快乐是不完全的。”而作为不完全之物,它就不可能是善。因为善是完全圆满之物,绝非不完全之物。然而,快乐是填补这一点从何而明显呢?他们说:“岂不是因为与它相对立的痛苦是匮乏,所以它应当是填补吗?”因为,如果白是离散性的,黑就是凝聚性的;如果痛苦是匮乏,快乐就是填补。这是出自对立者的论证位置[论题]。至于痛苦是匮乏这一点,他们是这样证明的:他们说,“如果动物在饥饿和口渴时感到痛苦,那么饥饿与口渴就是痛苦;但是饥饿与口渴是对顺应自然的状态的匮乏;因此痛苦是匮乏。”因为他们说,每当身体匮乏干燥或湿润之物时,它就偏离了顺应自然的状态;在偏离时它感到痛苦并渴求填补,在渴求时它进食饮水,而在进食饮水时它得到填补。但如果这些是真实的,匮乏与充盈就都是身体的情状;从而身体也应当享受快乐和感受痛苦。因为得到填补的正是身体自身;从而感受快乐的也就是身体自身。因为如果填补在身体之中,而填补又是快乐,那么快乐就在身体之中。而快乐临在于何物,那物也必然享受快乐。然而享受快乐的绝不是身体;因此快乐不是填补。那么他们究竟说快乐是如何产生的呢?且听它是如何产生的。当滋养身体的饮食在摄入中进入体内,并且营养分灵魂围绕着身体毫无阻碍地活动时,我们便享受到快乐。因为在匮乏之后产生的快乐,是营养分灵魂顺应自然的、无阻碍的现实活动;或者简单地说,一切顺应自然的无阻碍现实活动都是最为愉悦的。至少营养分灵魂的现实活动填补并恢复到自然的状态,而这种现实活动是愉悦的。感受快乐的是灵魂,而快乐则是灵魂无阻碍的现实活动。亚里士多德称快乐为现实活动,并不是说快乐按其本己的定义本身就是现实活动,而是因为它在现实活动之上拥有其存在,并且无法与现实活动相分离。因此,快乐之所以被称为灵魂无阻碍的现实活动,是因为它伴随着灵魂无阻碍的现实活动,并与产生它的现实活动不可分离地共存。正如快乐伴随着作为灵魂之状态[品质]的德性与知识的这些现实活动本身一样(因为符合德性的现实活动是愉悦的),营养分灵魂的现实活动在毫无阻碍地进行时也是最为愉悦的。营养分灵魂是身体的一种状态[品质],而它的现实活动则是某种完满以及向顺应自然状态的恢复。而使〔其〕恢复到自然的东西是愉悦的,因此快乐并不是填补,而是营养能力与状态的现实活动,或者营养分灵魂的现实活动,或者无论人们愿意怎样称呼它。因此,当这种营养的状态愉悦地活动时,填补和向顺应自然状态的恢复便随之发生。因为正如建筑师在活动即建筑时伴随着墙体的增高,我们在向水槽倾倒时发生水槽被注满一样,当营养状态围绕着滋养身体之物而活动时,身体便得到了填补。因此,说快乐是填补,与说填补跟随快乐、即填补跟随营养分灵魂的现实活动,这两者之间有着巨大的差别。营养分灵魂是身体的状态[品质],而快乐则是该状态围绕着滋养身体之物的现实活动。但是跟随这一现实活动、即跟随快乐而来的填补,乃是生成;因为被填补也就是生成。

语法注2 条
  1. 9.11λέγει δὲ τὴν ἡδονὴν ἐνέργειαν ὁ Ἀριστοτέλης οὐχ ὡς αὐτῆς κατὰ τὸν οἰκεῖον λόγον οὔσης ἐνεργείας, ἀλλ’ ὡς ἐπὶ ἐνεργείᾳ τὸ εἶναι ἐχούσης

    结构 οὐχ ὡς 与 ἀλλ' ὡς 分别引出表示主观原因或界定的分词结构(“并非由于……而是由于……”);前者统摄属格绝对结构 αὐτῆς... οὔσης ἐνεργείας,后者统摄与 αὐτῆς 一致的属格分词 ἐχούσης。短语 ἐπὶ ἐνεργείᾳ τὸ εἶναι ἐχούσης 中,介词 ἐπί 接与格表示赖以建立的基础或依附关系(“在现实活动之上拥有其存在”)。

  2. 9.11πολὺ ἄρα διαφέρει τὸ λέγειν τὴν ἡδονὴν ἀναπλήρωσιν τοῦ λέγειν ἕπεσθαι τῇ ἡδονῇ ἀναπλήρωσιν

    动词 διαφέρει(相异、差别)构成的比较句式,主语为定冠词不定词短语 τὸ λέγειν τὴν ἡδονὴν ἀναπλήρωσιν,比较基准为属格定冠词不定词短语 τοῦ λέγειν ἕπεσθαι...。全语言均一致处理为“说……与说……之间有巨大差别”的对比句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:544.17-545.32