← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§543.22-544.16

快是完全的现实活动而非生成的论证

厄斯特拉齐奥斯通过证明快乐在时间的每一个瞬间都是完全的现实活动而非未完成的生成,并指出快感既缺乏改变形式的潜在基质,也不具备生成与毁灭所特有的对立终点,从而驳斥了视快乐为生成的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.10#2

οὐ γάρ ἐστι γένεσις ἀλλ’ ἐνέργεια, ὡς δείξει. αἱ δ’ ἐνέργειαι τέλη εἰσὶν ἀλλ’ οὐχ ὁδοὶ πρὸς τέλη. ὅτι δὲ τέλος ἐστὶν ἡ ἡδονὴ καὶ οὐχὶ γένεσις, μάθοιμεν ἄν ἐντεῦθεν. ἐπὶ μὲν γὰρ τῶν γενέσεων οὐχ ἅμα γίνεται τι καὶ ἔστιν ὅτε γίνεται. οὐ γὰρ ἅμα γίνεται σὰρξ καὶ σάρξ ἐστιν ὅτε γίνεται, οὐδὲ ὅτε γίνεται ἡ οἰκία τότε ὅτε γίνεται καὶ ἔστιν. ἐπὶ δὲ τῶν ἐνεργειῶν, οἷον τοῦ ὁρᾶν, ἅμα τε ὁρᾷ καὶ ἑώρακε· καὶ ἐπὶ τῶν ἡδονῶν ἅμα τε ἥδεται καὶ ἥσθη.1 ὥστε ἐνέργειά ἐστι καὶ οὐ γένεσις. εἰ δὲ ἐνέργεια, καὶ τέλος ἀλλ’ οὐχ ὁδός τις καὶ μεταβολὴ πρὸς τέλος. οὐκ ἔστι γὰρ μόριόν τι τοῦ χρόνου καθ’ ὃν ἥδετο, ἐν ᾧ οὐ τέλειος ἦν ἐν τῷ ἡδομένῳ ἡ ἡδονή. τὸ δ’ ἐν ἅπασι τοῖς μέρεσι τοῦ χρόνου τέλειόν τι καὶ ὁλόκληρον ὂν οὐ γένεσίς ἐστιν ἀλλ’ ἐνέργεια. τότε γὰρ τέλειος ἡ γένεσίς ἐστι καὶ λέγεται, ὅταν τὸ γινόμενον τελειωθῇ· ἕως δ’ ἂν γίνηται, ἀτελὲς καὶ τὸ γινόμενον καὶ ἡ γένεσις. ἡ δὲ ἡδονὴ καὶ εὐθὺς ἐν τῷ πρώτῳ μέρει τοῦ ὅλου χρόνου, ἐν ᾧ ἥδετο, ὅλη τελεία πάρεστιν· ὡσαύτως καὶ ἐν τῷ ἐφεξῆς μέρει καὶ ἐν τῷ μετ’ ἐκεῖνο καὶ ὅλως ἐν ἅπασι καὶ τοῖς ἄγαν ἐλαχιστοτάτοις τοῦ χρόνου μέρεσιν· ὥστε οὐκ ἂν εἴη γένεσις ἀλλ’ ἐνέργεια. ἀλλὰ καὶ εἰ ἦν γένεσις, ἦν ἂν μεταβολή τινος ὑποκειμένου δυνάμει ὄντος ἐκεῖνο εἰς ὃ μεταβάλλει, οἷον ἡ ἐξαιμάτωσις γένεσις οὖσα αἵματος μεταβολή ἐστιν εἰ τύχοι ἄρτου δυνάμει ὄντος αἵματος. οὐκ ἔστι δέ τι, ὃ μεταβάλλει ἐν ταῖς ἡδοναῖς ἐκ τοῦ εἴδους ἐν ᾧ ἔστιν εἰς ἕτερον εἶδος. ὃ ἐνεργείᾳ μὲν οὐκ ἦν ἐκεῖνο πρὸ τῆς ἡδονῆς, δυνάμει δέ, μετὰ δὲ τοῦτο γέγονεν ἐνεργείᾳ διὰ τῆς ἡδονῆς ὡς ἐπὶ τοῦ ἄρτου. οὗτος γὰρ πρὸ τῆς γενέσεως, ἥτις ἦν ἐξαιμάτωσις, ἐνεργείᾳ μὲν οὐκ ἦν αἷμα ἀλλὰ δυνάμει, μετὰ δὲ ταῦτα γέγονεν αἷμα διὰ τῆς ἐξαιματώσεως. τί οὖν ἂν ἔχοιεν ἡμῖν οἱ τὴν ἡδονὴν λέγοντες γένεσιν ἀνάλογόν τι τῷ ἄρτῳ καὶ τῷ αἵματι,2 ὃ διὰ τῆς ἡδονῆς ὡς διὰ γενέσεως μετέβαλεν ἐξ οὗ ἦν εἰς ὃ οὐκ ἦν ἐνεργείᾳ ἀλλὰ δυνάμει; πότερον τὸ σῶμα ἢ τὴν ψυχὴν ἐροῦσιν ἀνάλογον τῷ ἄρτῳ καὶ θήσουσι μεταβάλλειν παρούσης σφίσιν αὐτοῖς τῆς ἡδονῆς; μὴ καὶ γελοῖον εἴη τὸ ὅλως ἐνθυμηθῆναι τοῦτο,3 ἀλλὰ καὶ ὥσπερ τὸ τέλος τῆς ὑγιάνσεως, ὅ ἐστιν ἡ ὑγίεια, φθείρει ἡ νόσανσις, καὶ τὸ τέλος τῆς νοσάνσεως τὴν νόσον φθείρει ἡ ὑγίανσις, οὕτως ἔδει καὶ ἐπὶ τῆς ἡδονῆς συμβαίνειν, καὶ ὃ γέγονε διὰ τῆς ἡδονῆς φθείρεσθαι διὰ τῆς λύπης, καὶ ἔμπαλιν ὃ παρήγαγεν ἡ λύπη ἀπόλλυσθαι διὰ τῆς ἡδονῆς. καὶ εἰπάτωσαν ἡμῖν, τίνα ταῦτα τὰ τέλη, ἃ γεννῶσιν ἡ λύπη καὶ ἡ ἡδονὴ καὶ φθείρουσι.

因为快乐不是生成而是现实活动,正如他[亚里士多德]所将指出的那样。而现实活动是终点,而不是通向终点的途径。快乐是终点而非生成,我们可以从以下各点得知。因为在生成的情况下,某物正在生成与它正在生成时作为该物存在,两者并非同时成立。因为肉正在生成,与它正在生成时作为肉存在,并非同时成立;房屋正在生成时,也不是在它正在生成的那个时刻同时已经存在。但在现实活动的情况下,例如看,某人在看的同时就已经看过了;在快乐的情况下,某人在享受快乐的同时就已经享受过了。因此快乐是现实活动而非生成。如果它是现实活动,它也就是终点,而不是通向终点的某种途径和变化。因为在他感受快乐的期间,没有哪一个时间部分是快乐在感受快乐者之中不完全的。而在时间的一切部分中都是某种完全且完备之物,就不是生成而是现实活动。因为生成是在生成之物得以完成之时才是完全的、且被如此称呼的;但只要它还在生成,生成之物与生成就都是不完全的。而快乐甚至就在他感受快乐的整个时间的最初部分中,也作为整体完备地呈现;同样在随后的部分中、在那个之后的部分中,简言之在时间的哪怕极微小的所有部分中也是如此;因此它不会是生成而是现实活动。再者,即使它是生成,它也必须是潜在地是其所变化成之物的某种基质的变化,例如造血作用作为血液的生成,是潜在地是血液的面包(如果可以这样举例的话)的变化。但在快乐中,没有任何事物从其当下的形式变化为另一种形式,即在快乐之前现实上不是那物、而仅仅是潜在的,而在此之后通过快乐在现实上成为了那物,如同在面包的情形中那样。因为面包在作为造血作用的生成之前,在现实上并不是血液,而仅仅是潜在的,在此之后它才通过造血作用成为了血液。那么,那些称快乐为生成的人,能为我们指出什么与面包和血液相类比的事物,通过快乐如同通过生成一样,从其原先所是之物变化为它在现实上不是、而仅仅潜在地是的事物呢?他们难道会说身体或灵魂与面包相类比,并设定在快乐临在于它们自身时它们在发生变化吗?甚至对此进行构想难道不是可笑的吗?不仅如此,正如患病破坏恢复健康的终点即健康,恢复健康破坏患病的终点即疾病一样,在快乐的情况下也理应如此发生:通过快乐所产生的东西应当通过痛苦而被破坏,相反痛苦所产生的东西应当通过快乐而消灭。那么让他们告诉我们,痛苦与快乐所产生并破坏的这些终点究竟是什么吧。

语法注3 条
  1. 9.10ἅμα τε ἥδεται καὶ ἥσθη

    通过 ἅμα 将现在时(ἥδεται)与不定过去时(ἥσθη)并列,直接运用了亚里士多德在《形而上学》第九卷第六章中区分运动/生成与现实活动的标准(“看的同时已经看过了”)。这在句法上充当了论证快乐在任何瞬间都内在具有终点之完全现实活动的核心枢纽。

  2. 9.10τί οὖν ἂν ἔχοιεν ἡμῖν οἱ τὴν ἡδονὴν λέγοντες γένεσιν ἀνάλογόν τι τῷ ἄρτῳ καὶ τῷ αἵματι

    潜能希求法动词 ἔχοιεν 支配宾语短语 ἀνάλογόν τι τῷ ἄρτῳ καὶ τῷ αἵματι,关系从句 ὃ ... μετέβαλεν 修饰先行词 τι,ἡμῖν 为利害与格。动词 ἔχω 在此可作及物动词解(“持有/拿出[某种类比物]”),或理解为省略了如 δεῖξαι(指出)等不定词,语法上构成了一个向论敌挑战、反问其能否拿出任何类似基质的反问句。

  3. 9.10μὴ καὶ γελοῖον εἴη τὸ ὅλως ἐνθυμηθῆναι τοῦτο

    小词 μή 与希求法 εἴη 连用,构成委婉的设问或反问语气(“……难道不是荒谬可笑的吗?”)。带冠词的不定词短语 τὸ ὅλως ἐνθυμηθῆναι τοῦτο 担任语法主语,与表语形容词 γελοῖον 相联系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:543.22-544.16