- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:542.25-543.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德探讨了柏拉图将快乐定义为恢复本性的生成这一观点(1173b4),并通过指出一切生成都必然具备特定的始点与终点而快乐并不具备这些,对该学说进行了驳斥。
" Γένεσίς τε πῶς ἂν εἴη; δοκεῖ γὰρ οὐκ ἐκ τοῦ τυχόντος τὸ τυχὸν γίνεσθαι." Εἰπὼν ὅθεν ὁρμηθεὶς ὁ Πλάτων τὴν ἡδονὴν κίνησιν ἔλεγε καὶ ἀντειπὼν αὐτῷ λέγει νῦν καὶ πόθεν ἀνεπείσθη λέγειν αὐτὴν γένεσιν. ἔστι γάρ, φησίν, ἡ ἡδονή, ὁ Πλάτων, οὐ τέλος1 ἀλλὰ τῶν πρὸς τέλος ὁδός τις καὶ μεταβολή. ὡς γὰρ ἡ ὑγίανσις πρὸς ὑγίειαν καὶ ἡ λεύκανσις πρὸς τὸ λευκὸν οὕτω καὶ αὕτη πρὸς τὴν κατὰ φύσιν κατάστασιν καὶ εὐπάθειαν. ἔστι γάρ, φησὶν ὁ Πλάτων, ἡ ἡδονὴ γένεσις εἰς φύσιν αἰσθητή. ἄγει γάρ, φησὶν ὁ Πλάτων, τὴν ἕξιν ἡμῶν εἰς τὸ παρὰ φύσιν ἐκτραπεῖσαν ἐπὶ τὴν κατὰ φύσιν εὐθημοσύνην. μᾶλλον δὲ οὐκ αὐτὴ ἄγει, ἀλλὰ δι’ αὐτῆς ὡς διὰ γενέσεως ἐπάνεισιν εἰς τὴν κατὰ φύσιν ἕξιν τὰ σώματα τῶν ζῴων. ἐπεὶ οὖν γένεσίς ἐστιν, αἱ δὲ γενέσεις οὐ τέλη ἀλλὰ τῶν πρὸς τέλη, οὐκ ἔστι συγγενὴς τῷ ἐπ’ αὐτῇ τέλει. καθόλου γὰρ οὐδεμία γένεσις συγγενὴς τοῖς τέλεσιν· οὔτε γὰρ ἡ οἰκοδόμησις τῇ οἰκίᾳ ἐστὶ συγγενὴς οὔτε ἡ ὑγίανσις τῇ ὑγείᾳ· ὥστε οὐδὲ ἡ ἡδονή. ἀγαθὰ δέ εἰσι τὰ τέλη, ὥστε ἡ ἡδονὴ οὐκ ἀγαθόν· οὐ γάρ ἐστι τέλος. εἰ γὰρ τὸ τέλος ἀγαθόν, τὸ μὴ συγγενὲς τῷ τέλει οὐκ ἀγαθόν. ὅτι δὲ αἱ κατὰ τῆς ἡδονῆς τοιαῦται ἐπιχειρήσεις οὐκ ἔχουσι τὸ ἰσχυρόν, καὶ ἔδειξε καὶ νῦν δεικνύει, λέγων οὐδὲν δοκεῖ ἐκ τοῦ τυχόντος γίνεσθαι ἀλλ’ ἐκ τοῦ δυνάμει ὄντος τοῦτο, ὃ νῦν ἐνεργείᾳ ἐστίν,2 οἷον ἥδε ἡ σάρξ, ἥτις ἐνεργείᾳ νῦν σάρξ ἐστιν, οὐ γέγονεν ἐκ λίθου ἢ ξύλου ἢ τινος τῶν τυχόντων ἀλλ’ ἐξ ἐκείνου, ὃ ἦν δυνάμει σάρξ. ἦν δὲ δυνάμει σὰρξ τὸ αἷμα, εἰ δὲ ἦν δυνάμει τὸ ξύλον σάρξ, ἐγεγόνει ἂν ἐκ τοῦ ξύλου. διὸ ἐκ μὲν τοῦ ξύλου ἡ σὰρξ οὐ γέγονε· γέγονε δὲ ἐκ τοῦ αἵματος· τοῦτο γὰρ ἦν δυνάμει σάρξ. πάλιν τὸ αἷμα γέγονεν ἐξ ἄρτου· οὗτος γὰρ ἦν δυνάμει αἷμα καὶ ἔτι τὸ γινόμενον πᾶν ἐξ ἐκείνου γίνεται, εἰς ὃ καὶ ἀναλύεσθαι δύναται διὰ τῆς φθορᾶς τῆς ἀντικειμένης τῇ γενέσει, οἷον τὰ φυτὰ ἐκ τῶν στοιχείων, εἰς ἃ καὶ ἀναλύεται διὰ τῆς φθορᾶς τῆς ἀντικειμένης τῇ γενέσει αὐτῶν καὶ τὰ ἄλλα πάντα. εἰ οὖν καὶ ἡ ἡδονὴ γένεσις ἦν, ἦν ἂν ὁδός τις καὶ μεταβολὴ ἔκ τινος εἴς τι, ὡς ἡ μέλανσις ἐκ λευκοῦ εἰς μέλαν καὶ ἡ νόσανσις ἐξ ὑγιείας εἰς νόσον. οὐκ ἔστι δ’ ἐπὶ τῆς ἡδονῆς οὔτε τὸ ἀφ’ οὗ οὔτε τὸ εἰς ὅ·3 οὐκ ἔστι γὰρ οὔτε τὸ ἀλλοιούμενον καὶ μεταβάλλον καὶ γινόμενόν τι διὰ τῆς ἡδονῆς οὔτε τέλος τι, εἰς ὃ τελευτᾷ ἡ ἡδονή, ὥσπερ ἡ ὑγίανσις εἰς τὴν ὑγίειαν καὶ ἡ θέρμανσις εἰς τὸ θερμόν. καὶ τοῦτο εἰκότως συμβαίνει.
“而且它怎么可能是生成呢?因为看来并非任何偶然的事物都能从任何偶然的事物中生成。” 在阐述了柏拉图出于何种根据称快乐为运动并对其进行反驳之后,他[亚里士多德]现在又说明了柏拉图是因何而被说服称它为生成的。因为柏拉图说,快乐不是终点,而是属于朝向终点的事物之中的某种途径和变化。因为正如恢复健康朝向健康、变白朝向白一样,快乐也是朝向顺应自然本性的状态和良好状态。因为柏拉图说,快乐是朝向自然本性的可感觉的生成。因为柏拉图说,它将我们那偏离入反常状态的性向,引导向顺应自然本性的良好秩序。或者说,并不是快乐本身在引导,而是通过它,如同通过一种生成一样,动物的身体重新回到顺应自然本性的性向。因此,既然它是生成,而生成不是终点而是属于朝向终点的事物,那么它与附随于它的终点就不是同类的。因为普遍而言,没有任何生成与终点是同类的;因为建造房屋并不与房屋同类,恢复健康也不与健康同类;因此快乐也不是。而终点是善的,因而快乐不是善;因为它不是终点。因为如果终点是善的,那么与终点不同类的事物就不是善。但是,针对快乐的此类论争并不具备力量,这一点他过去已经表明,现在也在表明,其方式是说:看来没有任何事物是从任何偶然的事物中生成的,而是从潜在地是这当下在现实中存在之物的事物中生成的;例如当下的这块肉,在现实中当下是肉,它并不是从石头或木头或任何偶然的事物中生成的,而是从潜在地曾是肉的那个事物中生成的。而血液曾潜在地是肉;但如果木头曾潜在地是肉,它就会从木头中生成了。因此,肉并不是从木头中生成的;而是从血液中生成的;因为血液曾潜在地是肉。再者,血液是从面包中生成的;因为面包曾潜在地是血液。此外,凡生成之物都是从其能够通过与生成相对立的毁灭而分解成的那个事物中生成的,例如植物是从诸元素中生成的,它们又通过与其生成相对立的毁灭而分解为诸元素,所有其他事物也是如此。因此,如果快乐也是一种生成,它就会是从某物向某物的某种途径和变化,正如变黑是从白向黑,发病是从健康向疾病一样。但在快乐的情况下,既不存在从何而来的始点,也不存在向何而去的终点;因为既不存在通过快乐而发生质变、转变并成为某种事物的东西,也不存在快乐所终结于其中的某种终点,正如恢复健康终结于健康、加热终结于热一样。而这是合乎情理的。
- 9.10ἔστι γάρ, φησίν, ἡ ἡδονή, ὁ Πλάτων, οὐ τέλος
该句核心是以 ἡ ἡδονή 为主语、οὐ τέλος 为表语补足语的 ἔστιν(“快乐不是终点”)。表示引述的插入语 φησὶν ὁ Πλάτων(“柏拉图说”)被拆开置于主语 ἡ ἡδονή 的前后。
- 9.10ἀλλ’ ἐκ τοῦ δυνάμει ὄντος τοῦτο, ὃ νῦν ἐνεργείᾳ ἐστίν
在介词短语 ἐκ τοῦ ... ὄντος(“从……的事物中”)中,副词 δυνάμει(“在潜能上”)修饰分词 ὄντος,指示代词 τοῦτο 作其表语补足语。关系从句 ὃ νῦν ἐνεργείᾳ ἐστίν 则限定先行词 τοῦτο。
- 9.10οὔτε τὸ ἀφ’ οὗ οὔτε τὸ εἰς ὅ
定冠词 τό 使介词短语 ἀφ’ οὗ(“从何而来者/始点”)和 εἰς ὅ(“向何而去者/终点”)名词化,用作主语。这构成了指称运动与变化的两极(terminus a quo 与 terminus ad quem)的哲学术语结构。
