- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:541.1-542.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯审视了关于快乐因是不完全的运动和生成从而不是善的论证,并通过阐明属于运动的“快慢之别”以及“从潜能到现实的过渡”并不适用于快乐自身,从而驳斥了该论证的前提。
" Τέλειόν τε τἀγαθὸν τίθενται, τὰς δὲ κινήσεις καὶ τὰς γενέσεις ἀτελεῖς." Καὶ οὗτος ὁ λόγος πρὸς τὸ μὴ εἶναι τὴν ἡδονὴν τἀγαθὸν ἐπλέκετο ἐν πρώτῳ σχήματι. ἡ ἡδονὴ κίνησις καὶ γένεσις, πᾶσα κίνησις ἢ γένεσις ἀτελής· ἡ ἡδονὴ ἄρα ἀτελής. εἶτα λαμβάνων τὸ συμπέρασμα, ὅτι ἡ ἡδονὴ ἀτελής, καὶ προσλαμβάνων ἑτέραν πρότασιν τὴν ὅτι 〈οὐδὲν ἀτελὲς τἀγαθόν, συνῆγεν, ὅτι ἡ ἡδονὴ οὐκ ἔστιν ἀγαθόν. ἐδήλωσε δὲ τὸ〉 οὐδὲν ἀτελὲς τἀγαθὸν διὰ τοῦ τέλειόν τε τἀγαθὸν τίθενται.1 εἰ οὖν τἀγαθὸν τέλειον, τὸ ἀτελὲς οὐκ ἀγαθόν. τὸ δὲ ὅτι ἡ ἡδονὴ κίνησις ἢ γένεσις ἐσήμανε διὰ τοῦ πᾶσα ἡδονὴ γένεσις καὶ πᾶσα ἡδονὴ κίνησις. τοῦτο θεὶς εὐθὺς διασείει τὴν λέγουσαν πρότασιν, ὅτι ἡ ἡδονὴ κίνησίς ἐστι, λέγων· πᾶσα κίνησις θάττων καὶ βραδυτέρα ἐστί. βαδίζει γάρ τις ποτὲ μὲν θᾶττον, ποτὲ δὲ βραδύτερον καὶ κινεῖται μὲν θᾶττον ἡ ἀπλανὴς τῶν σφαιρῶν, βραδύτερον δὲ ταύτης ἅπαν τὸ πλανώμενον. εἰ οὖν ἐν ταῖς κινήσεσι συμπέπλεκται τὸ θᾶττον ἢ τὸ βραδύτερον, ἡδονὴ δὲ ἡδονῆς θάττων καὶ βραδυτέρα οὐκ ἔστιν, οὐκ ἂν εἴη ἡ ἡδονὴ κίνησις. ἡσθῆναι μὲν γάρ, φησί, θᾶττον καὶ βραδύτερον ἐνδέχεται, τουτέστι ποτὲ μὲν παύεταί τις θᾶττον ἡδόμενος, ὁτὲ δὲ βραδύτερον· αὐτὴ δὲ ἡ ἡδονὴ θάττων καὶ βραδυτέρα οὐκ ἔστι. ῥητέον δὲ καὶ οὕτως· τοῦ βαδίζοντος ἔκ τινος εἴς τινα τόπον ἢ τρέχοντος οὐκ εἰσὶ πάντα τὰ τῆς βαδίσεως ἢ τὰ τῆς δρομήσεως μέρη ἰσοταχῆ, ἀλλὰ τὰ μὲν ὀξύτερα καὶ ταχύτερα, τὰ δὲ ἧττον τοιαῦτα· τὰ δὲ τῆς ἡδονῆς πάντα μέρη τὰ ἀπὸ τῆς ἀρχῆς μέχρι τέλους, εἰ χρὴ μέρη λέγειν (μία γάρ ἐστι καὶ ἡ αὐτὴ ὁμοία), οὐδὲν οὐδενὸς τῶν ἄλλων συντονώτερον καὶ ὀξύτερον ἀλλ’ ἔστιν ἅπασα ὡς εἴπομεν ἡ ἀπ’ ἀρχῆς ἕως τέλους ἡδονὴ ὁμαλὴ μηδεμίαν ἐπίτασιν ἢ ἄνεσιν ἐν τῷ χρόνῳ ἐν ᾧ ἡδόμεθα προσεπικτωμένη. εἰπὼν δὲ ὅτι πάσῃ κινήσει δοκεῖ οἰκεῖον εἶναι τάχος καὶ βραδυτής, ἐπήγαγε καὶ εἰ μὴ καθ’ αὑτὴν οἷον τὸ τοῦ κόσμου πρὸς ἄλλο.2 ὃ δὲ λέγει ἐστίν· εἰ μὴ πᾶσα κίνησις αὐτὴ καθ’ αὑτὴν τὸ θᾶττον ἐπιδέχεται, οἷον ἡ τοῦ κόσμου, λέγων νῦν κόσμον αὐτὴν τὴν ἀπλανῆ σφαῖραν (ἀνεπίδεκτος γάρ ἐστι τάχους καὶ βραδυτῆτος, διὰ τὸ ὁμαλῶς κινεῖσθαι τὴν τοιαύτην σφαῖραν, ὡς ἐν τῷ Περὶ οὐρανοῦ δέδεικται), ἀλλ’ οὖν πρὸς τὰς τῶν πλανωμένων κινήσεις, εἴ τις αὐτὴν παραβάλλοι, εὑρήσει θάττονα πάνυ πολλῷ τῶν κινήσεων ἐκείνων. τοῦτο μὲν οὖν τοιοῦτον, τὸ δ’ ἐν ἀρχῇ τῆς λέξεως εἰρημένον τὸ κίνησιν καὶ γένεσιν ἀποφαίνειν πειρῶνται ταὐτόν ἐστι τῷ ἀποφαίνειν πειρῶνται μὴ εἶναι αὐτὴν τἀγαθόν. τὸ γὰρ λέγειν ὅτι ἡ ἡδονὴ κίνησις ἢ γένεσίς ἐστι ταὐτόν ἐστι τῷ λέγειν, ὅτι ἡ ἡδονὴ οὐκ ἔστι τἀγαθόν. κίνησις μὲν οὖν ἢ γένεσις, ὡς λέγομεν ἡ ἡδονὴ οὐκ ἔστιν. ἐξ ὧν δὲ ὥρμηνται ἐκεῖνοι κίνησιν καὶ γένεσιν αὐτὴν λέγειν, ταῦτα ἂν εἴη. λέγουσι δή, εἰ ἡ κίνησις ἐντελέχειά ἐστι τοῦ κινητοῦ ᾗ κινητόν, ὡς ἐν τῷ Γ τῶν Φυσικῶν λέγεται, ἤτοι ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ, ὁ δὲ ἡδόμενος ἐκ τοῦ δύνασθαι ἥδεσθαι εἰς τὸ ἐνεργεῖν μεταβάλλει, δῆλον ὅτι καὶ ἡ ἡδονὴ ἐντελέχειά ἐστι τοῦ δυναμένου ἥδεσθαι, ᾗ τοιοῦτος. εἰ δὲ τοῦτο, κίνησις ἂν εἴη ἡ ἡδονή. ἀλλὰ τοῦτο, φησὶν Ἀριστοτέλης, ὃ λέγουσιν οὗτοι, οὐκ ἔστι ταὐτὸν ἐκείνῳ τῷ συμβαίνοντι ἐπὶ τοῦ κινουμένου. ἐπὶ μὲν γὰρ τῆς κινήσεως, ὅταν ἀπὸ τῆς ἐπιτηδειότητος τὸ κινούμενον μεταβάλλῃ καὶ κινῆται πρὸς ἐκεῖνο, εἰς ὃ μεταβαλεῖν καὶ κινηθῆναι δύναται, καὶ ἐπιτήδειόν ἐστιν ἔτι μένειν ἐν αὐτῷ τὸ δυνάμει, οἷον τὸ δυνάμει λευκὸν ὅταν ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβάλλῃ, ἔτι μένοντος ἐν αὐτῷ τοῦ δυνάμει, τότε λέγεται κινεῖσθαι, ἐπὰν δὲ παύσηται τοῦ δυνάμει καὶ ἐνεργείᾳ μόνον ἐστὶ λευκόν, μηκέτι ἐνόντος αὐτῷ ἐκείνου, ἀφ’ οὗ ἤρξατο μεταβάλλειν, οὐκέτι κίνησίς ἐστιν οὐδὲ κινεῖται, ἀλλ’ ἔστιν ἔν τινι ὄντι, οἷον τῷ λευκῷ. ἕως γὰρ ἂν λευκαίνηται, ἔστι τι ἐν αὐτῷ τοῦ μέλανος, εἰ ἐκ τοῦ μέλανος εἰς τὸ λευκὸν ἡ μεταβολὴ γίνεται, καὶ ἕως ἂν ἔστι τι ἐν αὐτῷ τοῦ μέλανος, δυνάμει λευκόν ἐστι καὶ κινεῖται, ὡς εἴρηται. ἐπὶ δὲ τοῦ ἡδομένου οὔτε μένει ἐν αὐτῷ τι τοῦ μὴ ἥδεσθαι ἐφ’ οὗ ἐπὶ τὸ ἥδεσθαι μεταβάλλει,3 οὔτε πρός τι τέλος ἐτελεύτησεν, ὥσπερ ἐκεῖ τὸ λευκαινόμενον εἰς τὸ λευκόν. κίνησις μὲν οὖν διὰ ταῦτα ἡ ἡδονὴ οὐκ ἂν εἴη.
“他们还把善设定为完全的,而把运动和生成设定为不完全的。” 而这一个旨在证明快乐不是善的论证,也是在第一格中建构起来的:“快乐是运动和生成;凡运动或生成都是不完全的;因此快乐是不完全的。”接着,他采纳“快乐是不完全的”这一结论,并进一步加上另一前提,即〈凡不完全的都不是善,由此推导出:快乐不是善。而他通过“他们还把善设定为完全的”表明了〉凡不完全的都不是善。因此,如果善是完全的,那么不完全的就不是善。而“快乐是运动或生成”这一点,他是通过“凡快乐都是生成,凡快乐都是运动”来表示的。确立了这一点之后,他随即驳斥了声称“快乐是运动”的前提,说:凡运动都有较快与较慢之分。因为某人有时走得较快,有时走得较慢;恒星天球运动得较快,而一切行星的运动都比它慢。因此,如果运动中交织着较快或较慢,但快乐并不比快乐较快或较慢,那么快乐就不会是运动。因为他说,较快或较慢地体验快乐是可能的——也就是说,某人有时较快地停止体验快乐,有时较慢——但快乐本身并无较快与较慢。而且也应当这样说:对于从某处走到某处或奔跑的人而言,并非步行的所有部分或奔跑的所有部分都是同等速度的,而是有些部分更急剧、更迅速,有些部分则较不如此;但是快乐从始至终的所有部分,如果应当称之为部分的话(因为它单一、同一且齐一),没有任何一部分比其他任何部分更紧凑或更急剧,相反,正如我们所说,快乐从始至终全部是平稳的,在我们体验快乐的时间里不增添任何增强或减弱。在说过了迅速与缓慢似乎属于一切运动之后,他又补充道:“即使并非就其自身而言,例如宇宙的[运动],也是相对于他物而言。”他的意思是:即使并非一切运动就其自身而言都容纳较快,例如宇宙的运动——他现在所说的宇宙是指恒星天球自身(因为这种天球由于运动平稳而不容纳迅速与缓慢,正如在《天论》中所证明的)——然而,如果有人将其与行星的运动相比,就会发现它比那些运动快得多。这便是如此;而在该段文本开头所说的“他们试图证明它是运动和生成”,与“他们试图证明它不是善”是同一回事。因为说快乐是运动或生成,与说快乐不是善是同一回事。因此,正如我们所说,快乐既不是运动也不是生成。至于他们出发去称它为运动和生成的依据,大概是这些。他们确实说:如果在《物理学》第三卷中所说,运动是可动者作为可动者的完全实现(隐栝),即从潜能到现实的转变,而体验快乐的人是从能够体验快乐转变为实现活动,那么显而易见,快乐也是能够体验快乐者作为如此者的完全实现;如果这是这样,快乐就会是运动。但亚里士多德说,这些人所说的这一点,与在被运动者身上发生的情况并不是同一回事。因为在运动的情况下,当被运动者从适宜性发生转变,并向着它能够转变并被运动的对象运动,且潜能留在其中仍是适宜的——例如潜能上白者当它从潜能向现实转变时,在潜能仍留存于其中的情况下,此时被说成是在运动;但每当它脱离潜能而仅仅在现实中是白的,它开始转变所依据的原初状态不再存在于它之中时,就既不再是运动也不再被运动,而是处于某种存在之中,例如处于白之中。因为只要它还在变白,如果转变是从黑到白发生的,它里面就存在某种黑的成分;只要它里面存在某种黑的成分,它就在潜能上是白的,并正如所说的那样在运动。但在体验快乐者身上,既没有不体验快乐的任何成分留存在他身上(他是从这种状态转变为体验快乐的),它也没有达到某种终点,正如在那个例子中变白者达到白那样。因此由于这些缘故,快乐不会是运动。
- 9.9ἐδήλωσε δὲ τὸ οὐδὲν ἀτελὲς τἀγαθὸν διὰ τοῦ τέλειόν τε τἀγαθὸν τίθενται
承接尖括号〈 〉所补足的脱文(οὐδὲν ἀτελὲς τἀγαθόν, συνῆγεν, ὅτι ἡ ἡδονὴ οὐκ ἔστιν ἀγαθόν. ἐδήλωσε δὲ τό),ἐδήλωσε的主语是亚里士多德。动词的宾语是由中性冠词τό引出的命题“οὐδὲν ἀτελὲς τἀγαθόν”(凡不完全的都不是善),而διὰ τοῦ...则引出亚里士多德的原文字句作为依据。
- 9.9καὶ εἰ μὴ καθ’ αὑτὴν οἷον τὸ τοῦ κόσμου πρὸς ἄλλο
这是引自亚里士多德本文(EN 1173a33)的短语,结构上属于省略句,省略了谓语动词及条件句的主句(如 ἐπιδέχεται τάχος καὶ βραδυτῆτα)。厄斯特拉齐奥斯紧随其后将其解释并补全为:即使某种运动就其自身而言不容纳较快(如宇宙天球),相对于他物(πρὸς ἄλλο)而言也会显示出快慢。
- 9.9οὔτε μένει ἐν αὐτῷ τι τοῦ μὴ ἥδεσθαι ἐφ’ οὗ ἐπὶ τὸ ἥδεσθαι μεταβάλλει
在关系从句 ἐφ’ οὗ ἐπὶ τὸ ἥδεσθαι μεταβάλλει 中,先行词是 τοῦ μὴ ἥδεσθαι。短语 ἐφ’ οὗ 相当于起点或出发点(对应前文的 ἀφ’ οὗ ἤρξατο μεταβάλλειν),与后面的方向性介词短语 ἐπὶ τὸ ἥδεσθαι(向着体验快乐)构成呼应与对比。
