← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§540.1-540.38

反驳快乐不定论:相与主体的区分

针对因快乐是不确定的故而非善的反驳,注解者阐明了亚里士多德在主体体验快乐的程度与快乐自身的本质或相之间的区分,论证作为相的快乐如健康和德性一样不容纳强弱增减,因而是确定的善。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.8

" Λέγουσι δὲ τὸ μὲν ἀγαθὸν ὡρίσθαι, τὴν δ’ ἡδονὴν ἀόριστον." Καὶ οὗτος ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι περαίνεται οὑτωσί· ἡ ἡδονὴ ἀόριστός ἐστι, πᾶν ἀγαθὸν ὡρισμένον ἐστίν, ἡ ἡδονὴ ἄρα οὐκ ἔστιν ἀγαθόν. ἐνίσταται δὲ κἀν τούτῳ πρὸς τὴν λέγουσαν πρότασιν, ὅτι ἡ ἡδονὴ ἀόριστόν τι πρᾶγμά ἐστι καί φησιν· εἰ μὲν ἐκ τοῦ ἥδεσθαι ἀορίστου ὄντος1 (οἱ μὲν γὰρ ἥδονται μᾶλλον, οἱ δὲ ἧττον, καὶ οἱ μὲν μόγις ἐπὶ ἡδονὴν ὁρμῶσιν, οἱ δὲ τάχιον) εἰ μὲν ἐκ τοῦ ἥδεσθαι ἀορίστου ὄντος καὶ τὴν ἡδονὴν ἀόριστόν τι λέγουσι, περιφανῶς ψεύδονται. τοῦτο γὰρ ἐποίσουσι καὶ κατὰ τῶν ἀρετῶν ἀγαθῶν οὐσῶν καὶ κατὰ τῆς ὑγιείας καὶ κατὰ τῶν ἐπιστημῶν· καὶ γὰρ καὶ ἐπὶ τούτων ὁρᾶται τὸ ἀόριστον· οἱ μὲν γὰρ μᾶλλον ὑγιαίνουσι καὶ μᾶλλον εἰσὶ γραμματικοὶ καὶ μᾶλλον σώφρονες καὶ μᾶλλον ἀνδρεῖοι καὶ μᾶλλον μετέχουσι τῶν ἀρετῶν καὶ ἕξεων καὶ ἐπιστημῶν, οἱ δὲ ἧττον. ὥστε κατὰ τοῦτον τὸν λόγον ἔσονται καὶ τῶν ἀρετῶν καὶ ἡ ὑγίεια καὶ τῶν ἐπιστημῶν ἑκάστη τε μᾶλλον καὶ ἧττον ἔχουσα2 διὰ τὸ τοὺς μὲν μᾶλλον μετέχειν καὶ μᾶλλον ἐνεργεῖν κατ’ αὐτάς, τοὺς δὲ ἧττον· καὶ ἔσονται κατὰ τοῦτο καὶ αὗται ἀόριστοι καὶ φαῦλαι. εἰ δὲ οὐ κατὰ τοῦ ἥδεσθαι τὸ ἀόριστον κατηγοροῦσιν, ἀλλὰ κατ’ αὐτῆς τῆς ἡδονῆς, καὶ οὕτω διάδηλον τὸ ψεῦδος. ὥσπερ καὶ τὸ εἶδος τῆς ὑγιείας καὶ τὸ τί ἦν εἶναι ὑγίεια ἕν τι καὶ ταὐτόν ἐστιν ὡρισμένον καὶ ἀνεπίδεκτον τοῦ μᾶλλον καὶ ἧττον. τὸ γὰρ ὑγίεια καὶ τὸ τί ἦν εἶναι ὑγιείας3 ἀνεπίτατον καὶ ἀνάνετόν ἐστιν. ἕκαστον γὰρ τοῦθ’ ὅπερ ἐστὶν οὔτε ἐπίτασιν οὔτε ἄνεσιν ἐπιδέχεται, οἷον ἡ ἀνδρεία ἡ σωφροσύνη καὶ ἑκάστη τῶν ἐπιστημῶν, τοῖς δὲ κατ’ αὐτὰς λεγομένοις τὸ μᾶλλον καὶ ἧττον ἐνορᾶται, οὕτω καὶ τὸ εἶδος τῆς ἡδονῆς καὶ τὸ τί ἦν εἶναι ἡδονῆς ἀνεπίτατον καὶ ἀνάνετόν ἐστιν, ὥστε καὶ ὡρισμένον, ὥστε καὶ ἀγαθόν. λέγει δὲ ἀμιγεῖς μὲν ἡδονὰς αὐτὸ καθ’ αὑτὸ χωρίς τινος ὑποκειμένου τὸ εἶδος τῆς ἡδονῆς νοούμενον καὶ ἁπλῶς πᾶν ἄλλο εἶδος, οἷον λευκότητα, μελανίαν, ὑγίειαν· μεμιγμένας δὲ τὰς μεθ’ ὑποκειμένου νοουμένας, οἷον τὰς ἐν ἐμοὶ καὶ σοὶ καὶ τοῖς ἄλλοις ἐνούσας. αἱ μὲν οὖν μεμιγμέναι, αἱ ἐν ἐμοὶ καὶ σοὶ ἐν ἐπιτάσει καὶ ἀνέσει ἵστανται καὶ ἀναπεπλησμέναι εἰσὶ τῆς ἀοριστίας, αὐτὰ δὲ τὰ εἴδη, οἷον ἡ ὑγίεια καὶ ἡ ἡδονὴ καὶ τὰ ἄλλα, ὥσπερ εἴρηται, ἀνάνετα καὶ ἀνεπίτατα καθέστηκεν. ὅτι δὲ πολὺ τὸ ἀόριστον καὶ σχεδὸν ἀπερίληπτον τὸ ἐν ἑκάστοις τῆς ὑγιείας δηλοῦσιν αἱ κράσεις. εἰ γὰρ ἡ τοιάδε κρᾶσις τῶν ἐν ἡμῖν στοιχείων ἐστὶν ἡ ὑγίεια, αἱ δὲ κράσεις καὶ τὸ ἐν αὐταῖς μᾶλλον καὶ ἧττον ἀόριστον, δῆλον ὡς καὶ αἱ ἑπόμεναι ταύταις ὑγίειαι ἀόριστοί εἰσι. καὶ τί λέγω τὰς τῶν πάντων, ὅπου καὶ τοῦ αὐτοῦ καὶ ἑνὸς οἷον Σωκράτους καθ’ ὥραν ὡς εἰπεῖν ἐπιτείνεται καὶ ἀνίεται;4

“他们还说,善是确定的,而快乐是不确定的。” 这一个三段论也是在第二格中这样推导出来的:“快乐是不确定的;凡善都是确定的;因此快乐不是善。”但他在这一点上也对声称“快乐是不确定的事物”的前提提出了异议,并说:如果由于体验快乐是不确定的(因为有些人体验快乐更多,有些人更少;有些人艰难地趋向快乐,有些人则更为迅速),如果由于体验快乐是不确定的,他们就说快乐也是某种不确定的事物,那么他们显然在说谎。因为他们也会将同样的指责加诸作为善的诸德性、健康以及各门知识之上;因为在这些事物上也同样能看到不确定性。因为有些人更健康,更精通文法,更节制,更勇敢,更多地分有德性、状态和知识,而另一些人则更少。所以按照这种论调,诸德性的〔每一种〕、健康以及各门知识的每一门,也将由于有些人更多地分有它们并且更多地依它们而活动,而另一些人则更少,从而具有更多与更少;而且按照这种说法,它们自身也将是不确定的和低劣的。但如果他们不是把不确定性述谓于体验快乐,而是述谓于快乐自身,那么即便如此,其虚妄也是昭然若揭的。这正如健康的相以及健康作为其所是乃是某种单一且同一的事物,是确定的,并且不可容纳更多与更少。因为健康以及健康作为其所是,是不可增强亦不可减弱的。因为每一事物就其所是而言,既不容纳增强亦不容纳减弱——例如勇敢、节制以及每一门知识——而在依它们被述说的事物中,才可见出更多与更少;同样,快乐的相以及快乐作为其所是也是不可增强亦不可减弱的,因而是确定的,从而也是善的。他把脱离任何载体而就自身被构想的快乐的相,以及简而言之所有其他相,例如白、黑、健康,称为“纯粹的快乐”;而把连同载体一起被构想的那些快乐,例如存在于我、你以及其他人当中的快乐,称为“混合的快乐”。因此,混合的快乐,即存在于我与你之中的快乐,处于增强与减弱之中,并且充满了不确定性;而诸相自身,例如健康、快乐及其他,正如已经说过的那样,被确立为不可减弱亦不可增强的。体质[配合]表明,在各个个别的健康情况中,不确定性是多样的且几乎不可捉摸的。因为如果健康是我们体内元素的某种混合[配合],而混合以及其中的更多与更少是不确定的,那么显然依随它们的各种健康也是不确定的。我又何必谈论所有人的健康呢,既然甚至在同一且单个的人(例如苏格拉底)身上,它也可以说时时刻刻都在增强与减弱?

语法注4 条
  1. 9.8εἰ μὲν ἐκ τοῦ ἥδεσθαι ἀορίστου ὄντος ... εἰ μὲν ἐκ τοῦ ἥδεσθαι ἀορίστου ὄντος

    由 εἰ μὲν ἐκ τοῦ ἥδεσθαι ἀορίστου ὄντος 引导的条件从句由于插入了括号内的原因解释(οἱ μὲν γὰρ ... τάχιον),因而通过重复同一短语进行了重述(复叙法)。在句法骨架上,它构成一个统一的条件句:“如果他们由于体验快乐是不确定的而说快乐也是不确定的(εἰ μὲν ... λέγουσι),他们就显然在说谎(περιφανῶς ψεύδονται)”。

  2. 9.8ἔσονται καὶ τῶν ἀρετῶν καὶ ἡ ὑγίεια καὶ τῶν ἐπιστημῶν ἑκάστη τε μᾶλλον καὶ ἧττον ἔχουσα

    在主语的并列结构(καὶ τῶν ἀρετῶν [省略 τις] καὶ ἡ ὑγίεια καὶ τῶν ἐπιστημῶν ἑκάστη)中,部分属格 τῶν ἀρετῶν 隐含了一个单数主语,与随后的单数主格 ἡ ὑγίεια 和 ἑκάστη 协调,并与单数阴性分词 ἔχουσα 及复数动词 ἔσονται 构成迂回未来时。句意为“在诸德性中[的某种]、健康以及各门知识的每一门都将具有更多与更少”。

  3. 9.8τὸ γὰρ ὑγίεια καὶ τὸ τί ἦν εἶναι ὑγιείας

    中性单数定冠词 τό 将主格名词 ὑγίεια 作为自身引语(“健康这一词/概念”)加以名词化,与并列的亚里士多德术语“健康作为其所是(τὸ τί ἦν εἶναι ὑγιείας)”共同构成句子的主语。

  4. 9.8καὶ τί λέγω τὰς τῶν πάντων, ὅπου καὶ τοῦ αὐτοῦ καὶ ἑνὸς οἷον Σωκράτους καθ’ ὥραν ὡς εἰπεῖν ἐπιτείνεται καὶ ἀνίεται;

    这是一个习惯性的修辞反问句:“我又何必谈论所有人的[健康]呢,既然(ὅπου)……”。此处 ὅπου 并非表示地点,而是作为表示对照或条件的连词(“在……的情况下”或“既然”),动词 ἐπιτείνεται καὶ ἀνίεται 的主语是前文所指的苏格拉底的“健康”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:540.1-540.38