← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§538.34-539.40

驳斯珀西波之难与对快乐属于善的论证

厄斯特拉提乌斯注解了《尼各马克伦理学》第十卷(1173a5),阐明亚里士多德如何反驳斯珀西波关于恶与恶及中性相对立的异议,指出快乐因被追求而非被逃避而属于善,并论证即使快乐不是性质,也可以像合乎德性的活动与幸福一样是善。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.7

" Οὐκ ἔοικε δὲ οὐδὲ περὶ τοῦ ἐναντίου καλῶς λέγεσθαι." Ὁ ἐκ τοῦ ἐναντίου συνιστῶν τὴν ἡδονὴν ἀγαθὸν λόγος τοιοῦτος ἦν· εἰ ἡ λύπη ἐναντίον οὖσα τῇ ἡδονῇ κακόν ἐστιν, ἀγαθὸν ἄρα ἡ ἡδονή. πόθεν δ’ ὅτι ἡ λύπη κακόν; ἐκ τοῦ πάντας φεύγειν αὐτήν. πρὸς τοῦτον τὸν λόγον τὸν ἐκ τοῦ ἐναντίου συνιστῶντα τὴν ἡδονὴν ἀγαθὸν ἐνίστατο ὁ Σπεύσιππος λέγων· ‘οὐκ ἀνάγκη, ἐπειδὴ κακόν ἐστιν ἡ λύπη, ἀγαθὸν εἶναι τὴν ἀντικειμένην αὐτῇ ἡδονήν’· οὐ γὰρ πᾶν τὸ ἀντικείμενον κακῷ ἀγαθόν ἐστιν. ἀντίκειται γὰρ τῇ θρασύτητι κακῷ ὄντι ἡ δειλία καὶ οὐκ ἔστιν ἀγαθὸν ἡ δειλία ἀλλὰ κακόν, καὶ τῇ ἠλιθιότητι κακῇ οὔσῃ ἀντίκειται ἡ ἀκολασία κακὸν οὖσα καὶ αὕτη ὁμοίως, καὶ ἡ ἀνελευθεριότης τῇ ἀσωτίᾳ κακαὶ οὖσαι ἀμφότεραι. ἀντίκειται οὖν, φησὶ Σπεύσιππος, καὶ κακὸν κακῷ καὶ ἄμφω τῷ μηδετέρῳ,1 τουτέστι καὶ ἄμφω τὰ κακὰ τῷ ἀγαθῷ. μηδέτερον γὰρ τὸ ἀγαθὸν εἶπεν· αἱ γὰρ ἀρεταὶ μεσότητες οὖσαι οὐδέτερον τῶν ἄκρων εἰσίν. ἡ γὰρ ἀνδρεία οὔτε δειλία οὔτε θρασύτης ἐστί, καὶ ἡ σωφροσύνη οὔτε ἀκολασία οὔτε ἠλιθιότης, καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν ὁμοίως. καὶ λέγει ταῦτα καλῶς· ἀληθὲς γάρ ἐστι τὸ λέγειν, ὅτι ἀντίκειται κακὸν κακῷ καὶ ἀμφότερα τὰ κακὰ τῷ ἀγαθῷ. τοῦτο μὲν οὖν λέγουσι καλῶς· τὸ δ’ ὅτι ἡ ἡδονὴ ὡς κακὸν κακῷ ἀντίκειται τῇ λύπῃ λέγουσιν οὐ καλῶς. οὐ γὰρ ἀντίκειται ἡ ἡδονὴ τῇ λύπῃ ὡς κακὸν κακῷ ἀλλ’ ὡς ἀγαθὸν κακῷ. εἰ γὰρ ἦν κακὸν ἡ ἡδονή, ἦν καὶ φευκτὸν καὶ μισητὸν ὡς ἡ λύπη. νῦν δὲ τὴν μὲν λύπην φεύγει πάντα καὶ ἀποστρέφεται ὡς κακόν, διώκει δὲ καὶ ἐπιτρέχει τὴν ἡδονὴν ὡς ἀγαθόν. τῶν μηδετέρων δὲ μηδέτερον ἢ ὁμοίως.2 τὰ μὲν ἀγαθὰ καὶ τέρποντα ἐπίσης πάντες ἢ πάντα διώκομεν, ὁμοίως δὲ καὶ τὰ κακὰ καὶ λυποῦντα παραπλησίως φεύγομεν καὶ ἀποστρεφόμεθα. τὰ μηδέτερα δὲ μηδ’ ὄντα μήτε κακὰ μήτε ἀγαθὰ μηδέτερον ἢ ὁμοίως, τουτέστιν οὔτε φεύγομεν οὔτε διώκομεν, ἢ ὁμοίως, ἤτοι ἐπίσης ἢ διώκομεν ἢ φεύγομεν. οὔτε γὰρ μᾶλλον ὁρμῶμεν πρὸς τεῦξιν αὐτῶν οὔτε μᾶλλον ἀφορμῶμεν πρὸς ἀποφυγήν, ἀλλ’ ἐσμὲν ἐν μέσῃ τινὶ καταστάσει πρὸς οὐδέτερον μᾶλλον ἐκκλίνοντες ἢ νεύοντες, ὥστε καὶ εἰ ἡ ἡδονὴ ἦν τῶν κακῶν, ἐφεύγομεν ἂν αὐτήν, εἰ δὲ τῶν μήτε ἀγαθῶν μήτε κακῶν ἀλλὰ τῶν μηδετέρων, οὔτ’ ἂν ἐφιέμεθα αὐτῆς οὔτ’ ἂν ἐδιώκομεν. ἐπεὶ οὖν οὔτε τῶν κακῶν ἐστιν οὔτε τῶν οὐδετέρων, ἔστιν ἄρα τῶν ἀγαθῶν· οὐ μὴν οὐδ’ εἰ μὴ τῶν ποιοτήτων ἐστὶν ἡ ἡδονὴ διὰ τοῦτο οὐδὲ τῶν ἀγαθῶν.3 ὁ συνάγων τὴν ἡδονὴν μὴ εἶναι ἀγαθὸν διὰ τὸ μὴ εἶναι ποιότητα, ἐν δευτέρῳ σχήματι τοιοῦτός ἐστιν· ἡ ἡδονὴ οὐκ ἔστι ποιότης, πᾶν ἀγαθὸν ποιότης ἐστίν· ἡ ἡδονὴ ἄρα οὐκ ἀγαθόν. αἰτιᾶται δὲ τὴν λέγουσαν πρότασιν πᾶν ἀγαθὸν ποιότητα ἢ ποιὸν εἶναι. εἰσὶ γὰρ ἀγαθά τινα μὴ ὄντα ποιὰ μηδὲ ποιότητες, ὥστε τί κωλύει καὶ τὴν ἡδονὴν ἀγαθὸν εἶναι, κἂν μὴ εἴη ποιὸν ἢ ποιότης; τίνα δέ εἰσιν ἀγαθὰ τὰ μὴ ὄντα ποιότητες, ἐπήγαγε τὰς κατ’ ἀρετὴν ἐνεργείας, αἵ τινες ἀγαθὰ μέν εἰσι, ποιότητες δὲ οὐκ εἰσίν, εἴπερ ἡ ἐνέργεια κίνησίς ἐστι δραστική, ἡ δὲ κίνησις οὐ ποιότης· καὶ ἡ εὐδαιμονία ἐνέργεια μέν ἐστιν, ὡς εἶπε καὶ ἐρεῖ, οὐ μὴν ποιότης, καὶ ἔστιν ἀγαθόν.

“关于相反者所说的那些,似乎也并不妥当。” 依据相反者来确立快乐是善的论证曾是这样的:如果痛苦作为快乐的相反者是恶,那么快乐就是善。而凭什么说痛苦是恶呢?凭所有人都在躲避它。针对这一依据相反者来确立快乐是善的论证,斯珀西波反驳道:“既然痛苦是恶,与它相对立的快乐并不必然是善”;因为并非所有与恶相对立的事物都是善。因为怯懦与作为恶的鲁莽相对立,而怯懦并非善而是恶;放荡与作为恶的麻木相对立,它自身同样也是恶;吝啬与挥霍相对立,两者都是恶。因此斯珀西波说,恶既与恶相对立,两者又与两者皆非者相对立,也就是两种恶都与善相对立。因为他把善称为“两者皆非者”;因为诸德性作为中道,并不是两极端的任何一方。事实上,勇敢既非怯懦亦非鲁莽,节制既非放荡亦非麻木,其他德性亦是如此。他说这些是妥当的;因为说恶与恶相对立、两种恶都与善相对立,是真实的。因此,这一点他们说得妥当;但是他们说快乐作为恶与作为恶的痛苦相对立,却并不妥当。因为快乐与痛苦的对立,并非恶对立于恶,而是善对立于恶。因为如果快乐是恶,它就理应像痛苦一样是被逃避和厌弃的对象。然而事实上,万物都躲避痛苦并将它视作恶而背离,却把快乐当作善来追求并奔向它。“而对于两者皆非者,[我们]两者都不做,或者同样地对待。”对于善而令人愉悦的事物,我们所有人或万物都同样追求;同样,对于恶而令人痛苦的事物,我们也相仿地逃避和背离。而对于两者皆非者,即既非恶亦非善的事物,[我们]两者都不做,或者同样地对待;也就是说,我们既不逃避也不追求,或者同样地——即同等地要么追求要么逃避。因为我们既不更加倾向于获取它们,也不更加掉头逃避它们,而是处于某种中间状态,不更偏向或倾向于任何一方;所以,如果快乐属于恶类,我们就会逃避它;如果它属于既非善亦非恶而两者皆非之类,我们就既不会渴望它也不会追求它。因此,既然它既不属于恶也不属于两者皆非者,那么它就必然属于善。再者,即便快乐不属于性质类,也绝不因此就不属于善。由于快乐不是性质而推断快乐不是善的〔论证〕,在第二格中是这样的:“快乐不是性质;凡善都是性质;因此快乐不是善。”但他[亚里士多德]指责了声称“凡善都是性质或具性质者”的前提。因为存在某些既非具性质者亦非性质的善;那么,即便快乐不是具性质者或性质,又有什么妨碍快乐也是善呢?至于哪些善不是性质,他补充了合乎德性的活动,这些活动是善,但不是性质,因为活动是作用性的运动,而运动不是性质;并且正如他已经说过且还将要说的,幸福是一种活动,但绝不是性质,而且它是一种善。

语法注3 条
  1. 9.7ἀντίκειται οὖν, φησὶ Σπεύσιππος, καὶ κακὸν κακῷ καὶ ἄμφω τῷ μηδετέρῳ

    引述斯珀西波的论点:καὶ κακὸν κακῷ 意为“恶也与恶相对立”,καὶ ἄμφω τῷ μηδετέρῳ 意为“且两者[恶]也与两者皆非者相对立”。注疏者在紧接着的句子中以 τουτέστι καὶ ἄμφω τὰ κακὰ τῷ ἀγαθῷ 解释了 τῷ μηδετέρῳ 指的就是善。

  2. 9.7τῶν μηδετέρων δὲ μηδέτερον ἢ ὁμοίως

    引用并解释亚里士多德的原句(1173a7–8)。句中动词被省略:属格 τῶν μηδετέρων 表示对象(“关于两者皆非者”),受格 μηδέτερον 表示内宾语(“两者[逃避与追求]皆不做”),ἢ ὁμοίως 表示替代方案(“或者同样地[对待]”)。

  3. 9.7οὐ μὴν οὐδ’ εἰ μὴ τῶν ποιοτήτων ἐστὶν ἡ ἡδονὴ διὰ τοῦτο οὐδὲ τῶν ἀγαθῶν

    由否定连接词 οὐ μὴν οὐδέ 引出的条件句(“再者,即便……也绝不……”)。后半句 διὰ τοῦτο οὐδὲ τῶν ἀγαθῶν 承前省略了动词 ἐστίν,意为“并不因此就也不属于善的类”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:538.34-539.40