← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§537.11-538.33

善本身的界定与对万物所求即善之反驳

本段基于亚里士多德的论述(1172b32–1173a5),阐明任何像快乐那样与其他善结合而变得更值得选择的事物都不可能是善本身,并从人类普遍共识、理性与非理性存在的本性,以及放荡者和动物内在具有的理智之光等角度,驳斥了针对“万物所追求的皆是善”这一前提的反对意见。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.6

" Δῆλον δ’ ὡς οὐδ’ ἄλλο οὐδὲν τἀγαθὸν ἄν εἴη, ὃ μετά τινος." Ὥσπερ τὴν ἡδονήν, φησὶν ὁ Πλάτων, οὔ φαμεν εἶναι τἀγαθόν, διότι προστιθεμένης τινὶ τῶν ἀγαθῶν τὸ ἐξ ἀμφοῖν αἱρετώτερον γίνεται, οὕτως οὐδὲν ἄλλο ἂν εἴη τἀγαθόν, ὃ συνερχόμενόν τινι ἀγαθῷ αἱρετώτερον τοῦ μέρους τὸ ὅλον ἀποτελεῖ, ἀλλ’ ἀγαθὸν μὲν ῥηθήσεται, τὶ δὲ ἀγαθὸν καὶ τοιοῦτον ἀγαθὸν οὗ καὶ ἡμεῖς κοινωνοῦμεν, ὁποῖον ἀγαθόν εἰσιν αἱ ἀρεταὶ καὶ αἱ ἐπιστῆμαι. πᾶσα γὰρ ἀρετὴ καὶ ἐπιστήμη μεθ’ ἡδονῆς αἱρετωτέρα τῆς ἀνηδόνου. τὸ δὲ τοιοῦτον γὰρ ἐπιζητεῖται ταὐτόν ἐστι τῷ περὶ τῶν τοιούτων γὰρ ἀγαθῶν, ὧν καὶ ἡμεῖς κοινωνοῦμεν, ἐπιζητεῖ ὁ λόγος, εἰ τούτων τί ἐστιν ἡ ἡδονή, οἷον πότερον ἡ ἡδονὴ σωφροσύνη ἐστὶν ἢ ἀνδρεία ἢ φρόνησις ἤ τις τῶν ἐπιστημῶν. ὁ δὲ ἐνιστάμενος, ὡς οὐκ ἀγαθὸν οὗ πάντα ἐφίεται. δύο προτάσεων τοῦ συλλογισμοῦ οὐσῶν, ἐλάττονος μὲν τῆς λεγούσης τῆς ἡδονῆς πάντα ἐφίεται, μείζονος δὲ τῆς οὗ πάντα ἐφίεται τἀγαθόν ἐστιν, ἀνίσταντό τινες πρὸς ταύτην τὴν μείζονα, λέγοντες ψεῦδος εἶναι ὅτι οὗ πάντα ἐφίεται ἀγαθόν ἐστιν. εἰ δὲ μὴ ἀγαθὸν πολλῷ μᾶλλον οὐδὲ τἀγαθόν. ὁ οὖν, φησίν, ἐνιστάμενος λόγος πρὸς τὴν μείζονα πρότασιν ὡς μὴ ἀληθεύουσαν, οὐδέν τι λέγει, ἤτοι παρὰ τὰ δοκοῦντα πᾶσι λέγει· ψευδὴς γάρ ἐστι· τὸ δὲ ψεῦδος μὴ ὂν ὥσπερ τὸ ἀληθὲς ὄν· ὥστε ὁ λέγων τὸ ψεῦδος οὐδέν τι λέγει. πῶς γὰρ ἂν ἀληθεύοι ἢ πιστότερα λέγοι τῆς πίστεως ταύτης, ἤτοι τῆς προτάσεως ταύτης τῆς λεγούσης, ὅτι ἀγαθόν ἐστιν οὗ πάντα ἐφίεται; τοῦ γὰρ δοκοῦντος πᾶσιν ἀνθρώποις ἰδιώταις καὶ σοφοῖς καὶ τοῖς κατὰ φιλοσοφίαν γνωρίμοις τί ἂν εἴη ἀληθέστερον; ἵνα δι’ ἐκείνου ἀποσκευάσηταί τις1 τὸ δοκοῦν σύμπασιν, ὅτι οὗ πάντα ἐφίεται ἀγαθόν ἐστιν. εἰ γὰρ τοῦ οὗ πάντα ἐφίεται ἀγαθόν ἐστι πιστότερον ἦν καὶ ἀληθέστερον τὸ οὗ πάντα ἐφίεται οὐκ ἔστιν ἀγαθόν, τοῦτο μὲν ἂν ἐδόκει πᾶσι, καὶ συμφώνως ἂν πάντες τοῦτο ἔλεγον· νῦν δὲ τοὐναντίον τὸ μὲν ὅτι οὗ πάντα ἐφίεται ἀγαθόν ἐστι, πάντες ὁμοφώνως λέγουσι, τὸ δὲ οὗ πάντα ἐφίεται οὐκ ἔστιν ἀγαθὸν εἷς που ἢ δύο, ὥστε ψευδῆ φθέγγεται ὁ τοῦτο λέγων. καὶ ἄλλως· εἰ μὲν τῆς ἡδονῆς τὰ ἀνόητα, λέγων ἀνόητα τὰ ἄλογα, ὠρέγετο, εἶχεν ἄν τι λέγειν ὁ πρὸς ταύτην ἐνιστάμενος τὴν πρότασιν. οὐ γὰρ ἂν ἦν καθόλου ἀληθὲς τὸ οὗ πάντα ἐφίεται ἀγαθόν ἐστιν, ἀλλ’ ἴσως οὐ πάντα τὰ λόγον ἔχοντα, οἷον οἱ ἄνθρωποι. εἰ δὲ μὴ μόνον τὰ ἄλογα ταύτης ὀρέγεται ἀλλὰ καὶ τὰ φρόνιμα, τουτέστιν οἱ ἄνθρωποι, πῶς ἂν ἀληθεύοι ὁ ἀντιλέγων πρὸς αὐτήν; εἰ δέ γε πρὸς τοὺς φαύλους καὶ ἀκολασίᾳ χαίροντας ἀφορῶν καὶ τὰς ἐπιθυμίας αὐτῶν λέγει μὴ εἶναι ἀγαθὸν οὗ πάντα ἐφίεται καὶ διὰ τοῦτο μηδὲ τὴν ἡδονήν, οὐδὲν τι τοῦτο πρὸς τὸν λόγον. ἔστι γὰρ καὶ ἐν τοῖς ἀκολάστοις φυσικόν τι ἀγαθὸν ὁ νοῦς αὐτῶν, ὃς φύσει διώκει τὴν ἁπλῶς καὶ κυρίως ἡδονὴν ἀγαθὸν οὖσαν. πᾶς γὰρ νοῦς, ὡς εἴρηται, φύσει διώκει τὸ οἰκεῖον ἀγαθόν, καὶ τοῦτο ἀπομαντεύεται ἢ ὀνειροπολεῖ, ἐμπίπτει δὲ ταῖς ζωώδεσι καὶ φορτικαῖς ἡδοναῖς, αἳ οὐδὲ κυρίως τυγχάνουσιν οὖσαι ἡδοναὶ διὰ μοχθηρὰν ἀγωγὴν καὶ τὴν ἑπομένην ἐξ ἀνάγκης αὐτῇ ἄγνοιαν τῆς ἀληθοῦς ἡδονῆς. ἐσκότωται γὰρ τὸν κριτὴν νοῦν2 τῶν ἀληθινῶν καὶ μὴ τοιούτων ἡδονῶν. ὡς γὰρ ὁ τὰς σωματικὰς ὄψεις πεπηρωμένος ἀδυνατεῖ τὴν τετριμμένην καὶ πεπατημένην διακρῖναι τῆς ἀτρίπτου καὶ ἀκανθώδους, οὕτως οὐδ’ ὁ μοχθηρῶς καὶ φαύλως τραφεὶς δύναται διϊδεῖν, τίς ἡ ἀληθινὴ καὶ ὄντως ἐστὶν ἡδονή, ἥτις καὶ ἀγαθή ἐστι καὶ τίς ἡ λεγομένη μὲν μὴ οὖσα δέ. εἰ μὲν οὖν διὰ τῆς λέξεως τῆς λεγούσης ἴσως καὶ ἐν τοῖς φαύλοις ἔστι φυσικὸν τοὺς φαύλους ἀνθρώπους λέγει, ταῦτ’ ἂν εἴη, ἃ πέπαυμαι λέγων δι’ αὐτῆς, εἰ δὲ φαῦλα τὰ ἄλογα ζῷα, ἃ καὶ ἀνόητα εἶπεν, εἰ οὖν φαῦλα ταῦτα λέγει, πρὸς τὸ τίμιον ἀποβλέπων τῆς λογικῆς, εἴη ἂν λέγων ὅτι κἂν τὰ ἄλογα μόνα τῆς ἡδονῆς ὠρέγετο καὶ ταῦτα μόνα ταύτην ἐδίωκεν, οὐδ’ οὕτω ψευδὴς ἂν ἦν ἡ λέγουσα πρότασις, οὗ πάντα ἐφίεται ἀγαθόν ἐστιν. ἐν ἅπασι γὰρ αὐτοῖς ἔνεστι τοῖς μὲν μᾶλλον, τοῖς δὲ ἧττον θεῖόν τι καὶ ἔλλαμψις νοῦ, ᾧ φύσει ζητεῖ καὶ εὑρίσκει τὸ οἰκεῖον ἀγαθόν, ἤτοι τὸ οἰκεῖον τέλος. πᾶν γὰρ φύσει τυγχάνει τούτου, ὥστε καὶ τὴν ἡδονὴν καὶ ὡς πρὸς τὴν τούτου τεῦξιν συντείνουσαν ἀσπάζεται, ἐπεὶ πόθεν τὰ βλάπτοντα φεύγει, προσίεται δὲ τὰ ὠφελοῦντα εἴρηται περὶ τούτων τῷ φιλοσόφῳ τούτῳ πλεῖστα καὶ κάλλιστα ἐν ταῖς Περὶ ζῴων πραγματείαις καὶ ἐκεῖθεν ὁ φερέπονος ἀναλεγέσθω.

“显然,任何其他与某物在一起[就更加值得选择]的事物,也不可能是善本身。” 正如柏拉图所说,我们之所以说快乐不是善本身,是因为当它附加于诸善中的某物时,由二者构成的整体变得更加值得选择;同样,任何其他与某种善结合而使整体比部分更加值得选择的事物,也不可能是善本身;相反,它将被称作善,但却是一种善,并且是我们也能分有的那种善,正如诸德性与诸知识是善一样。因为任何伴随快乐的德性与知识,都比不伴随快乐的更加值得选择。而“因为所寻求的正是这样一种事物”与下述说法是同一回事:因为论证所探求的正是关于我们也能分有的那些善,探求快乐是否是这些善中的某一种,例如快乐是节制、勇敢、思虑,还是诸知识中的某一种。关于“至于反对说并非万物所追求的皆是善的人”:推论有两个前提,小前提是说“万物追求快乐”,大前提是说“万物所追求的是善本身”,而某些人反对这一大前提,声称万物所追求的是善这一命题是虚妄的。如果它连善都不是,就更谈不上是善本身了。因此他说,反对大前提并认为它不真实的论点根本没有说出什么有意义的话,或者说是在违背所有人共同认为的看法而言说;因为它是虚假的;而虚假是非存在,正如真实是存在一样;所以言说虚假者等于什么也没说。因为一个人怎能说出比这一确信——亦即比这条声称万物所追求的皆是善的前提——更真实或更可信的话呢?对于所有的人,无论是平民、智者还是精通哲学的人共同认为的看法,还会有什么比这更真实的呢?难道凭那条[反论]某人就能推翻所有人共同认为的“万物所追求的皆是善”这一判断吗?因为如果“万物所追求的不是善”比“万物所追求的是善”更可信、更真实,那么这后一种看法就会为所有人共同认可,并且所有人都会一致这样说;但如今恰恰相反,对于万物所追求的是善,所有人都异口同声地赞同,而对于万物所追求的不是善,大概只有一两个人这么说;所以说这话的人说出的是虚妄之辞。再者从另一角度说:如果无心智之物——所谓无心智之物指的是无理性的动物——渴望快乐,那么反对这一前提的人尚且还有话可说;因为万物所追求的是善就不会是普遍真实的,也许并非所有具理性者(如人类)都如此。但如果不仅无理性者渴望它,而且有智慧者(亦即人类)也渴望它,那么反对它的人怎能言之成理呢?如果有人着眼于卑劣者、沉溺于放荡者及其欲望,并声称万物所追求的并非善,因而快乐也不是善,这与论证毫不相干。因为即便在放荡者中,也存在着某种本性的善,即他们的理智,而这一理智本性上追求作为善的、纯然且严格意义上的快乐。因为正如已经说过的,任何理智在本性上都追求其特有的善,并对此加以揣测或梦想,但由于恶劣的教养以及必然随之而来的对真正快乐的无知,它堕入了动物性的、粗俗的快乐之中,而这些快乐甚至根本不是严格意义上的快乐;因为作为真正快乐与非真正快乐之判断者的理智已被遮蔽了。正如肉体之眼受损的人无法分辨平坦踩实的大道与未经踏勘且布满荆棘的歧途一样,受恶劣而粗俗教养的人也无法看清何为真正且实在的快乐(它也是善),何为名义上被称为快乐而实则不然的事物。因此,如果他通过“也许在卑劣者中也存在某种本性之物”这一表述指的是卑劣的人,那么这就是我刚才借此所阐述完的内容;但如果他所说的卑劣者指的是无理性的动物(他也称之为无心智之物)——如果他着眼于理性本性的尊贵而称它们为卑劣者——那么他大概是说,即便只有无理性者渴望快乐且唯独它们追求快乐,声称万物所追求的皆是善的前提也绝非虚妄。因为在它们全部之中,或多或少都内有某种神圣之物和理智的照耀,凭借此物它们依本性寻求并找到其特有的善,亦即其特有的目的;因为万物依本性都能达成这一目的,从而它也将快乐作为有助于达成该目的之物而欣然接受。否则,它躲避有害之物而接纳有益之物,究竟是从何而来的呢?关于这些问题,这位哲学家在《动物论》诸篇中已经作了极为丰富和极佳的阐述,勤勉者当从那里阅读领会。

语法注2 条
  1. 9.6ἵνα δι’ ἐκείνου ἀποσκευάσηταί τις

    该 ἵνα 从句接在前面的反问句(“对于所有人共同认为的看法,还会有什么比这更真实的呢?”)之后。它用于驳斥某种荒谬的意图或结果的反问语境中:“难道凭那条反论某人就能推翻所有人共同认为的判断吗?”

  2. 9.6ἐσκότωται γὰρ τὸν κριτὴν νοῦν

    ἐσκότωται 是完成时被动态(“已被遮蔽”)。宾格短语 τὸν κριτὴν νοῦν 起到关涉宾格(所谓“关系宾格”)的作用,指出被遮蔽的具体方面:“在作为判断者的理智方面已被遮蔽”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:537.11-538.33