- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:536.14-537.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉条重构了柏拉图反用欧多克索斯“相加论证”以证明快乐并非最高善的三段论,并补充了亚里士多德简省晦涩文句中缺失的成分。
τοιούτῳ δὴ λόγῳ καὶ ὁ Πλάτων ἀναιρεῖ, ὅτι οὐκ ἔστιν ἡδονὴ τἀγαθόν,1 ᾧ λόγῳ συνελογίζοντο, ὡς οἱ περὶ Εὔδοξον, ὅτι ἡδονὴ τἀγαθόν ἐστι, τούτῳ χρώμενος ὁ Πλάτων δείκνυσιν αὐτὴν μὴ οὖσαν τἀγαθόν. ὥστε οὐ συνῆγεν ὁ Εὔδοξος ὅτι ἡ ἡδονὴ τἀγαθόν ἐστιν ἀλλ’ ὅτι ἀγαθόν τι. καὶ εἴη ἂν ὁ λόγος τοιοὗτος· ἡ ἡδονὴ ᾧ ἂν τῶν ἀγαθῶν προστεθῇ, τὸ ἐξ ἀμφοῖν αἱρετώτερον ποιεῖ· τἀγαθὸν οὐδενὶ τῶν ἀγαθῶν προστεθὲν τὸ ἐξ ἀμφοῖν αἱρετώτερον ποιεῖ· ἡ ἡδονὴ ἄρα οὐκ ἔστι τἀγαθόν. καὶ τὴν μὲν λέγουσαν πρότασιν ἡ ἡδονὴ ᾧ ἂν τῶν ἀγαθῶν προστεθῇ, τὸ ὅλον αἱρετώτερον ποιεῖ, ἐδήλωσε διὰ τοῦ αἱρετώτερον γὰρ εἶναι τὸν ἡδὺν βίον μετὰ φρονήσεως, ὅπερ ταὐτόν ἐστι τῷ ‘αἱρετωτέρα γάρ ἐστιν ἡ ἐξ ἡδονῆς καὶ φρονήσεως ζωὴ τῆς ἐκ μόνης φρονήσεως’, τὴν δὲ λέγουσαν, ὅτι τἀγαθὸν οὐδενὶ τῶν ἀγαθῶν προστεθὲν τὸ ὅλον αἱρετώτερον ποιεῖ, ἐμήνυσε διὰ τοῦ οὐδενὸς γὰρ προστεθέντος αὐτῷ τὸ ἀγαθὸν αἱρετώτερον γίνεσθαι. εἰ οὖν τῇ ἡδονῇ (δεῖ γὰρ καὶ οὕτως εἰπεῖν) προστεθέν τι τῶν ἀγαθῶν τὸ ἐξ ἀμφοῖν αἱρετώτερον γίνεται, τῷ δὲ τἀγαθῷ προστεθέν τι τῶν ἀγαθῶν οὐ ποιεῖ τὸ ὅλον αἱρετώτερον, οὐκ ἔστιν ἡ ἡδονὴ τἀγαθόν. εἶπον δὲ ὅτι “δεῖ γὰρ καὶ οὕτως εἰπεῖν” ὅτι εἴτε τἀγαθῷ προστεθῇ τι τῶν ἀγαθῶν, εἴτε τἀγαθόν τινι τῶν ἀγαθῶν, ταὐτά ἐστι. διὰ τοῦτο καὶ ὁ Ἀριστοτέλης ἀντὶ τοῦ εἰπεῖν ‘οὐδενὶ γὰρ προστεθὲν τὸ αὐτοαγαθὸν τὸ ὅλον αἱρετώτερον ποιεῖ’ εἶπεν οὐδενὸς γὰρ προστεθέντος αὐτῷ τὸ ἀγαθόν. ἔστι δὲ ὃ λέγει· οὐδαμῶς τινος τῶν ἄλλων ἀγαθῶν συνελθόντος καὶ συνδυασθέντος αὐτῷ τῷ ἀγαθῷ, τουτέστι τῷ αὐτοαγαθῷ, αἱρετώτερον τὸ αὐτοαγαθὸν ποιεῖ.2 ὡς γὰρ τὸ βάρος τοῦ μυριοστοῦ μέρους τῆς κέγχρου προσελθὸν τῷ σύμπαντι βάρει τῆς γῆς πάσης οὐ ποιεῖ βαρύτερον τὸ ὅλον βάρος, οὕτως οὐδὲ τῷ αὐτοαγαθῷ, τῇ ὑπερουσίῳ πηγῇ τῶν ἀγαθῶν, προσελθόν τι τῶν μεθέξει ἐκείνου ἀγαθῶν ποιήσει τὸ ἐξ ἀμφοῖν αἱρετώτερον, τῇ δὲ ἡδονῇ συμπλακέν τι τῶν ἀγαθῶν ἀγαθωτέραν ποιεῖ· οὐκ ἄρα ἡ ἡδονὴ τὸ αὐτοαγαθόν ἐστιν. ἀσάφειαν δέ τινα ἔχει ἡ ἐν τῇ προτάσει λέξις ἡ λέγουσα οὐδενὸς γὰρ προστεθέντος τῷ αὐτὸ τὸ ἀγαθὸν διά τε τὸ ἐλλείπειν τι καὶ διὰ τὸ μὴ εἰπεῖν αὐτὸ τἀγαθὸν ἢ αὐτὸ τὸ αὐτοαγαθὸν ἀλλ’ εἰπεῖν μεμερισμένως αὐτὸ τὸ ἀγαθόν. δεῖ δὲ προσυπακούειν ἐν μὲν τῷ οὐδενὸς γὰρ τῶν ἄλλων ἀγαθῶν, ἐν δὲ τῷ προστεθέντος τῷ αὐτοαγαθῷ, ἐν δὲ τῷ αὐτὸ τὸ ἀγαθὸν 〈τὸ αἱρετώτερον γίνεσθαι ἀντὶ〉 τοῦ ἀγαθώτερον γίνεται,3 ἵν’ ᾖ ἡ τελεία καὶ ἀνελλιπὴς λέξις τοιαύτη· οὐδενὸς γὰρ τῶν ἄλλων ἀγαθῶν προστεθέντος τῷ αὐτοαγαθῷ τὸ αὐτοαγαθὸν ἀγαθώτερον γίνεται.
正是凭借这样的论证,柏拉图也驳斥了快乐是善本身的说法;柏拉图使用的正是欧多克索斯学派用来推论快乐是善本身的那个论证,以此表明快乐并不是善本身。因此,欧多克索斯推论出的并不是快乐即是善本身,而是一种善。该论证大概如下:快乐无论附加于诸善中的哪一个,都会使由二者构成的整体更加值得选择;善本身附加于诸善中的任何一个,都不会使由二者构成的整体更加值得选择;所以快乐不是善本身。那条声称“快乐无论附加于诸善中的哪一个,都会使整体更加值得选择”的前提,他通过“因为伴随思虑的愉快生活更加值得选择”表明了,这与“因为由快乐与思虑构成的生活比仅由思虑构成的生活更加值得选择”是同一回事;而那条声称“善本身附加于诸善中的任何一个,都不会使整体更加值得选择”的前提,他通过“因为任何东西附加于它,善都不会变得更加值得选择”指明了。因此,如果(因为也必须这样说)诸善中的某种事物附加于快乐,由二者构成的整体就变得更加值得选择,而诸善中的某种事物附加于善本身,却不会使整体更加值得选择,那么快乐就不是善本身。我之所以说“因为也必须这样说”,是因为无论诸善中的某种事物附加于善本身,还是善本身附加于诸善中的某种事物,都是同一回事。正因如此,亚里士多德也用“因为任何东西附加于它,善……”代替了说“因为自身善附加于任何事物,都不会使整体更加值得选择”。而他的意思是:当其他诸善中的任何事物与善本身——亦即自身善——结合并配对时,绝不会使自身善更加值得选择。因为正如一粒粟米的一万分之一部分的重量加于整个地球的全部重量之上,并不会使全部重量变得更重,同样,当依分有那源泉而成为善的事物中的某物,加于自身善——诸善的超本质源泉——之上时,也不会使由二者构成的整体更加值得选择,然而诸善中的某物若与快乐相结合,却会使快乐变得更好;所以快乐不是自身善。但在前提中那句声称“因为任何东西附加于它,善本身……”的措辞存在某种晦涩,这既是因为缺少了某些成分,也是因为他没有说“善本身”或“自身善本身”,而是分散地说了“善本身”。必须在“任何东西”中补充理解“其他诸善中的”,在“附加于”中补充理解“自身善”,在“善本身”中补充理解“[变得更加值得选择代替了]变得更好”,以便完整且无缺漏的措辞成为如下形式:“因为其他诸善中的任何东西附加于自身善,自身善都不会变得更好。”
- 9.5τοιούτῳ δὴ λόγῳ καὶ ὁ Πλάτων ἀναιρεῖ, ὅτι οὐκ ἔστιν ἡδονὴ τἀγαθόν, ᾧ λόγῳ συνελογίζοντο, ὡς οἱ περὶ Εὔδοξον, ὅτι ἡδονὴ τἀγαθόν ἐστι, τούτῳ χρώμενος ὁ Πλάτων δείκνυσιν αὐτὴν μὴ οὖσαν τἀγαθόν.
以 τοιούτῳ δὴ λόγῳ 开头的主句因插入了关系从句 ᾧ λόγῳ... 而中断,随后通过复指指示代词(复言法)τούτῳ χρώμενος ὁ Πλάτων δείκνυσιν... 重新接续。这种重复句结构旨在强调柏拉图正是利用该论证反驳快乐为最高善这一核心观点。
- 9.5οὐδαμῶς τινος τῶν ἄλλων ἀγαθῶν συνελθόντος καὶ συνδυασθέντος αὐτῷ τῷ ἀγαθῷ, τουτέστι τῷ αὐτοαγαθῷ, αἱρετώτερον τὸ αὐτοαγαθὸν ποιεῖ.
主动词 ποιεῖ 的语法主语在文中省略,承接前文属格绝对结构 τινος... συνελθόντος καὶ συνδυασθέντος 所表达的内容(即“其他诸善之一的结合”)。亦可将其视作属格绝对结构的松散用法,但此处将其作为主语省略的第三人称单数处理,解作“[这]绝不会使自身善更加值得选择”。
- 9.5ἐν δὲ τῷ αὐτὸ τὸ ἀγαθὸν 〈τὸ αἱρετώτερον γίνεσθαι ἀντὶ〉 τοῦ ἀγαθώτερον γίνεται
尖括号〈 〉为现代校勘者所作的补订。以弗所的米迦勒在此逐项列举了亚里士多德原文省略处所应当在思想上补充(προσυπακούειν)的成分;在“善本身”这一短语中,指出应当把前面论证中的述谓“变得更加值得选择”用来替代文意上的“变得更好”。
