← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§535.19-536.14

评快乐之相加不能证成其为善本身

埃乌斯特拉提奥斯注解了亚里士多德在《尼各马可伦理学》第十卷第二章(1172b26)中对欧多克索斯的批评,借由整个地球与一粒粟米之比的生动譬喻,阐明快乐与他善相加使整体增进这一论据,恰恰证明了快乐只是诸善之一,而非善本身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.5#1

" Ἔοικε δ’ οὗτος ὁ λόγος τῶν ἀγαθῶν αὐτὴν ἀποφαίνειν." Ὁ λόγος, φησίν, ὁ λέγων, ὅτι ἡδονὴ προστιθεμένη τινί, οἷον τῇ σωφροσύνῃ, αἱρετωτέραν ποιεῖ τῆς δίχα ἡδονῆς σωφροσύνην οὐχ ὃ βούλεται συνάγειν ἐκεῖνο διαπεραίνεται ἀλλά τι ἄλλο.1 οὐ γὰρ συνάγει, ὅτι ἡ ἡδονὴ τἀγαθόν ἐστιν ἀλλ’ ὅτι τῶν ἀγαθῶν ἐστι, τουτέστι ὅτι καὶ αὐτὴ ἕν τι τῶν ἀγαθῶν καὶ τῆς τῶν ἀγαθῶν φύσεώς ἐστι καὶ ὁμοφυὴς αὐτοῖς ἐστιν, οὐ μὴν ὅτι ἰδέα καὶ πηγὴ καὶ κέντρον τῶν ἀγαθῶν τυγχάνει. τὸ οὖν πᾶν γὰρ μεθ’ ἑτέρου ἀγαθοῦ αἱρετώτερον ἢ μονούμενον τοιοῦτόν ἐστιν. εἰ πᾶν ἀγαθὸν ὁποῖον ἄν εἴη τὸ ἀγαθὸν μεθ’ ἑτέρου προστιθέμενον μεῖζον καὶ βέλτιον καὶ αἱρετώτερον τὸ ἐξ ἀμφοῖν γεγονὸς ποιεῖ, οὐκ ἂν εἴη τοιοῦτον, τουτέστι οὐκ ἂν εἴη τἀγαθόν. ἀντὶ γὰρ τοῦ εἰπεῖν ‘οὐκ ἂν εἴη τἀγαθὸν’ εἶπεν ‘οὐκ ἂν εἴη τοιοῦτον’, οἷον εἰ τῇ ἀνδρείᾳ οὔσῃ ἀγαθῷ προστιθεμένη ἡ φρόνησις ἀγαθὸν οὖσα, τὸ ὅλον τὸ ἐξ ἀνδρείας καὶ φρονήσεως μεῖζον ἀγαθὸν γίνεται μόνης τῆς ἀνδρείας, οὐκ ἂν εἴη ἡ φρόνησις τἀγαθὸν ἀλλ’ ἀγαθόν τι. εἰ οὖν καὶ ἡ ἡδονὴ προστιθεμένη τῇ φρονήσει ἢ τῇ ἀνδρείᾳ μεῖζον ἀγαθὸν ἀποτελεῖ τὸ ἐξ ἡδονῆς καὶ φρονήσεως ἢ τὸ ἐξ ἡδονῆς καὶ ἀνδρείας, οὐκ ἂν εἴη ἡ ἡδονὴ τἀγαθόν. τὸ γὰρ λέγειν, ὅτι ἡ ἡδονὴ τἀγαθὸν οὖσα προστιθεμένη τὸ ὅλον μεῖζον ποιεῖ, ὅμοιόν ἐστι, εἰ χρὴ ὅμοιον εἰπεῖν, τῷ λέγειν ὅτι ἡ σύμπασα γῆ μετὰ τῶν ἐν αὐτῇ ὀρῶν καὶ παντοίων ὑδάτων καὶ θαλασσῶν καὶ φυτῶν προστιθεμένη τῷ μυριοστῷ μέρει τῆς κέγχρου τὸ ὅλον ἀπὸ τοῦ τοιούτου μυριοστοῦ καὶ τῆς ξυμπάσης γῆς βαρύτερον πεποίηκεν. ὡς γὰρ ἡ ὅλη γῆ πρὸς τὸ μυριοστὸν μέρος τῆς κέγχρου, οὕτως αὐτὸ τἀγαθὸν πρός τι τῶν ἄλλων ἀγαθῶν, οἷον πρὸς φρόνησιν σοφίαν ἢ ἄλλο τι. καίτοι καὶ τοῦτο ψεῦδος, τὸ ὅτι ὡς ἡ γῆ πρὸς τὸ τῆς κέγχρου μυριοστὸν οὕτω τἀγαθὸν πρὸς φρόνησιν. ἀπειράκις γάρ ἐστιν ἡ τοῦ ἀγαθοῦ ὑπεροχὴ πρὸς τὴν φρόνησιν μείζων τοῦ βάρους τῆς συμπάσης γῆς πρὸς τὸ βάρος τοῦ μυριοστοῦ τῆς κέγχρου.2 ὡς οὖν γελοῖόν ἐστι τὸ λέγειν ὅτι τὸ βάρος τοῦ μυριοστοῦ μέρους τῆς κέγχρου προσλαβὸν τὴν βαρύτητα ξυμπάσης τῆς γῆς βαρύτερον γέγονεν, οὕτω γελοιότερον καὶ τὸ λέγειν ὅτι ἡ φρόνησις προσλαβοῦσα τἀγαθὸν τὴν ἡδονὴν μεῖζον ἀγαθὸν γέγονεν. ἀλλὰ μὴν γίνεται μεῖζον, βελτίων γὰρ ἡ μεθ’ ἡδονῆς φρόνησις τῆς ἄνευ ἡδονῆς. εἰ δὲ γίνεται μεῖζον, ὡς καὶ γίνεται, οὐκ ἔστιν ἡ ἡδονὴ τἀγαθὸν ἀλλά τι ἀγαθόν.

“而这一论证似乎表明快乐是诸善之一。” 他说,声称快乐若附加于某事物(例如节制),便会使节制比没有快乐的节制更加值得选择的这个论证,所达成的并不是它所希望推论出的结论,而是别的事情。因为该论证所推论出的并不是快乐即是善本身,而是快乐属于诸善之一,亦即快乐自身也是诸善之一,属于诸善的本性,并且与诸善同类,绝非表明快乐恰好是诸善的相、源泉与核心。因此,“因为一切善与另一善在一起时,都比单独存在时更加值得选择”这句话的意思如下。如果任何善,无论其是怎样的善,若与另一善相加,都会使由二者构成的整体更大、更好、更加值得选择,那么它就不会是这样的事物,亦即不会是善本身。因为他用“它就不会是这样的事物”代替了说“它就不会是善本身”。例如,如果作为一种善的思虑附加于作为善的勇敢之上时,由勇敢与思虑构成的整体成了比单单勇敢更大的善,那么思虑就不会是善本身,而是一种善。因此,如果快乐附加于思虑或勇敢之上时,也将由快乐与思虑构成的整体,或由快乐与勇敢构成的整体造就为更大的善,那么快乐就不会是善本身。因为若说快乐作为善本身,附加于某事物时会使整体变得更大,这就像——如果可以说相似的话——说整个地球连同其上的群山、各种水体、海洋和植物,附加于一粒粟米的一万分之一部分之上,使得由此种一万分之一部分与整个地球构成的整体变得更加沉重一样。因为正如整个地球相对于一粒粟米的一万分之一部分,善本身相对于其他诸善之一(如相对于思虑、智慧或其他任何事物)也是如此。然而,说善本身相对于思虑正如地球相对于粟米的一万分之一,这一点也是错误的。因为善相对于思虑的优越程度,比起整个地球的重量相对于粟米一万分之一的重量,还要大无数倍。因此,正如说粟米一万分之一部分的重量在获得了整个地球的重量后变得更重是荒谬的,那么说思虑在获得了作为善本身的快乐后变成了更大的善,就更是荒谬了。然而它确实变得更大了,因为伴随快乐的思虑确实优于缺乏快乐的思虑。而如果它确实变得更大了——正如它确实如此——那么快乐就不是善本身,而是一种善。

语法注2 条
  1. 9.5οὐχ ὃ βούλεται συνάγειν ἐκεῖνο διαπεραίνεται ἀλλά τι ἄλλο

    此处为一个相关的倒装结构(hyperbaton),关系从句 ὃ βούλεται συνάγειν 先于其先行词指示代词 ἐκεῖνο 出现。在句法上,整个短语作为主动词 διαπεραίνεται 的宾语,意为“达成的并非它所希望推论出的那个结论,而是别的事情”。

  2. 9.5μείζων τοῦ βάρους τῆς συμπάσης γῆς πρὸς τὸ βάρος τοῦ μυριοστοῦ τῆς κέγχρου

    由比较级 μείζων 引导的比较属格结构。此处被比较的项并非单一实体,而是由介词短语 πρὸς ... 所界定的整个比例关系(“整个地球的重量相对于一粒粟米一万分之一的重量之比”),该比率整体置于属格 τοῦ βάρους 下。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:535.19-536.14