← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§534.21-535.18

欧多克索斯关于善之增益论证的阐释

厄斯特拉齐奥斯整理了欧多克索斯论证快乐是“善”及“善本身”的推论过程,并对亚里士多德关于善得以增进的文本语句(1172b23–24)中的标点、拼写及代词指涉作了训诂阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.4#2

οὐ γὰρ ὡς φίλος τῆς ἡδονῆς οὐδ’ ὡς δουλεύων αὐτῇ τιμᾶν αὐτὴν καὶ ἀνυμνεῖν ἐδόκει, ἀλλ’ ὡς ἀληθῶς τοιαύτην οὖσαν ὁποίαν εἶναι ἔλεγεν. οὐκ ἐκ μόνου δὲ τοῦ πάντα φέρεσθαι πρὸς αὐτὴν ἀπεφαίνετο τὴν ἡδονὴν ἀγαθὸν ἀλλὰ κἀκ τοῦ ἐναντίου τῆς λύπης. εἰ γὰρ ἡ λύπη ἐναντίον οὖσα τῇ ἡδονῇ κακόν ἐστιν, ἡ ἡδονὴ ἄρα ἀγαθόν. ὅτι δὲ ἡ λύπη κακόν, δῆλον ἐκ τοῦ πάντας φεύγειν καὶ μισεῖν τὸ λυπεῖσθαι. τὸ μὲν οὖν ὅλως εἶναι τὴν ἡδονὴν ἀγαθὸν οὕτως ὁ Εὔδοξος συνῆγε, τὸ δ’ ὅτι τἀγαθὸν οὑτωσί. μάλιστα, φησίν, αἱρετὸν καὶ μάλιστα ἀγαθόν ἐστιν, ὃ δι’ ἑαυτὸ αἱρούμεθα καὶ μὴ δι’ ἄλλο· τοιοῦτον δὲ ἡ ἡδονή. οὐδεὶς γὰρ ἐρωτᾷ τὸν ἡδόμενον, διὰ τί ἥδεται, ὥσπερ τὸν λουόμενον ἢ φλεβοτομεῖν ἢ φάρμακον πιεῖν βουλόμενον, διὰ τί τούτων ἕκαστον αἱρεῖται. τοῦτον γὰρ εἴ τις ἔροιτο, διὰ τί ἐπὶ τὴν φαρμακοποσίαν ἵεται, τάχ’ ἂν εἴποι ἵνα ὑγιαίνῃ, ἐκεῖνο δὲ εἴ τις ἔροιτο διὰ τί τὴν ἡδονὴν διώκει, εἴποιεν ἂν δι’ αὐτὴν καὶ οὐ δι’ ἄλλο τι. εἰ δὴ τὴν ἡδονὴν δι’ ἑαυτὴν αἱρούμεθα, τὸ δὲ δι’ αὑτὸ αἱρετὸν καὶ μὴ δι’ ἄλλο τι μάλιστα ἀγαθόν, ἡ ἡδονὴ ἄρα μάλιστα ἀγαθόν· τὸ δὲ μάλιστα ἀγαθὸν καὶ τὸ τἀγαθὸν ταὐτόν· ἡ ἡδονὴ ἄρα τἀγαθόν. ἔστι δὲ ὁ λόγος τοιοῦτος· ἡ ἡδονὴ δι’ ἑαυτὴν αἱρετή, τὸ δι’ ἑαυτὸ αἱρετὸν μάλιστα αἱρετόν, τὸ μάλιστα αἱρετὸν μάλιστα ἀγαθόν, τὸ μάλιστα ἀγαθὸν καὶ τἀγαθὸν ταὐτόν· ἡ ἡδονὴ ἄρα τἀγαθόν. ὅτι δὲ μάλιστα αἱρετόν, ἤτοι αἱρετώτατόν ἐστιν ἡ ἡδονή, συνιστᾶν ἐπεχείρει διὰ τοῦ προτιθεμένην αἱρετῷ τινι αἱρετώτερον ἐκεῖνο ποιεῖ.1 ἡ γὰρ μεθ’ ἡδονῆς δικαιοπραγία αἱρετωτέρα τῆς ἄνευ ἡδονῆς, ἀλλὰ καὶ ἡ μεθ’ ἡδονῆς θεωρία αἱρετωτέρα τῆς χωρὶς ἡδονῆς, καὶ ὅλως πᾶσα πρᾶξις καὶ πᾶσα ποίησις μεθ’ ἡδονῆς βελτίων τῆς ἀνηδόνου πράξεως καὶ ποιήσεως. καὶ ἔτι, φησί, δῆλον, ὡς αἱρετωτάτη ἐστὶν ἀπὸ τοῦ ἐπίδοσιν τὰ μετ’ αὐτῆς καὶ σὺν αὐτῇ γινόμενα λαμβάνειν. αἵ τε γὰρ μαθήσεις αἱ μεθ’ ἡδονῆς τάχιον ἐπιδιδόασι τῶν χωρὶς ἡδονῆς ἢ καὶ μετὰ λύπης, αἵ τε κατ’ ἀρετὴν ἐνέργειαι καὶ ἁπλῶς πάντα. ἡ μὲν οὖν σύμπασα τῶν προκειμένων διάνοια αὕτη. δεῖ δὲ ἐν τῷ αὔξεσθαι δὴ τὸ ἀγαθὸν αὐτὸ αὑτῷ τὴν μὲν πρώτην ἀντωνυμίαν τὸ αὐτὸ διὰ τοῦ βραχέος ο̄ γράφειν καὶ ὑποστίζειν ἐν αὐτῷ, εἶτα ἐπάγειν τὴν δευτέραν διὰ τοῦ μακροῦ ω2 [μεγάλου]. ἦν δ’ ἂν σαφέστερον, εἰ ἦν γεγραμμένον ἀντὶ τοῦ αὑτῷ θηλυκῶς αὐτῇ, οὑτωσὶ αὔξεσθαι δὴ τὸ ἀγαθὸν αὐτῇ, ἤτοι τῇ ἡδονῇ. ἔστι δὲ ὃ λέγει καὶ αὔξεται δὴ αὐτὸ τὸ ἀγαθόν, τουτέστι πᾶν ἀγαθὸν αὐτῇ τῇ ἡδονῇ. πᾶν γὰρ ἀγαθόν, ὡς εἴρηται, μεθ’ ἡδονῆς γινόμενον ἢ πραττόμενον αὔξεταί τε καὶ εἰς μέγεθος αἴρεται. αὔξεται οὖν αὐτῷ τὸ ἀγαθόν, ἤτοι πᾶν ἀγαθὸν αὐτῇ τῇ ἡδονῇ. τὸ γὰρ αὐτὸ ἀντὶ τοῦ πᾶν εἴληπται.

因为他赞美并歌颂快乐,看来既不是作为快乐的朋友,也不是作为受其奴役之人,而是因为[快乐]确实如他所说的那样。他不仅根据一切事物都趋向于快乐这一点来断言快乐是一种善,而且还根据其相反者——痛苦——来加以断言。因为痛苦作为快乐的相反者,如果是一种恶,那么快乐便是一种善。而痛苦是一种恶,这从人人都逃避且憎恶感受痛苦之中便显而易见。因此,快乐在总体上是一种善,欧多克索斯是这样推论出来的;但关于快乐是善本身,则是如此[推论的]。他说,凡是我们因其自身而非因他物而选择的,就是最值得选择的,且是最善的;而快乐正是这般事物。因为没有任何人会去询问一个正在享受快乐的人为何快乐,如同询问正在沐浴、想要放血或想要服药的人为何选择这些事情中的每一件一样。因为如果有人问后者为何急于服药,他大概会说是为了恢复健康;但如果有人问前者为何追求快乐,他们会说是因其自身而非因任何其他事物。因此,如果我们是因其自身而选择快乐,而因其自身而非因任何其他事物而值得选择的东西是最善的,那么快乐便是最善的;而最善者与善本身是同一的;所以快乐即是善本身。其论证如下:快乐是因其自身而值得选择的;因其自身而值得选择的,是最值得选择的;最值得选择的,是最善的;最善者与善本身是同一的;所以快乐即是善本身。欧多克索斯还试图通过这一点来确立快乐是最值得选择的,亦即极度值得选择的:快乐被附加于任何值得选择的事物之上时,都会使该事物更加值得选择。因为伴随快乐的正义行为比没有快乐的正义行为更值得选择,不仅如此,伴随快乐的沉思也比缺乏快乐的沉思更值得选择,并且大体而言,一切伴随快乐的实践与制作都优于无快乐的实践与制作。他说,从凡是伴随快乐且与快乐共同生成的事物都会获得增进这一点来看,快乐是最值得选择的,这也同样是显而易见的。因为伴随快乐的学习,比起缺乏快乐或伴随痛苦的学习,进步得更为迅速;依照德性的活动,以及简而言之的一切事物,皆是如此。以上便是摆在我们面前的全部文句的意旨。而在“善本身确乎因自身而增进”这一句中,应当将第一个代词“本身(αὐτό)”写作短字母omicron并在其后加上逗号,然后引入以长字母omega书写的第二个代词。如果写成阴性代词“因它(αὐτῇ)”而非“因自身(αὑτῷ)”,作“善确乎因它——即因快乐——而增进”,意思本会更加清晰。然而他所说的意思是:“善本身,亦即一切善,确乎因快乐本身而增进。”因为正如已经指出的,一切善若伴随快乐而生成或被践行,都会增进并提升至崇高的量度。因此,“善因它而增进”,亦即“一切善因快乐本身而增进”。因为这里的“本身(αὐτό)”是用来代替“一切(πᾶν)”的。

语法注2 条
  1. 9.4διὰ τοῦ προτιθεμένην αἱρετῷ τινι αἱρετώτερον ἐκεῖνο ποιεῖ

    介词 διά 之后接中性单数属格冠词 τοῦ,在常规语法中通常要求接不定式(ποιεῖν),但此处却直接使用了直陈式动词 ποιεῖ。这是一种省略了 ὅτι 的结构(即相当于 διὰ τοῦ [ὅτι] ... ποιεῖ,“通过……这一事实”),或是行文中的破格句法(anacoluthon)。

  2. 9.4δεῖ δὲ ἐν τῷ αὔξεσθαι δὴ τὸ ἀγαθὸν αὐτὸ αὑτῷ τὴν μὲν πρώτην ἀντωνυμίαν τὸ αὐτὸ διὰ τοῦ βραχέος ο̄ γράφειν καὶ ὑποστίζειν ἐν αὐτῷ, εἶτα ἐπάγειν τὴν δευτέραν διὰ τοῦ μακροῦ ω

    关于亚里士多德原文(1172b23–24)句读与拼写的训诂指示。厄斯特拉齐奥斯主张将第一个代词写作中性宾格 αὐτό(以短字母 omicron 拼写),使句意作“善本身(或一切善)”,并在其后加逗号(ὑποστιγμή);随后将第二个代词写作与格 αὑτῷ(以长字母 omega 拼写)。他进一步解释道,该与格代词在文意上实际上指代的是阴性的快乐(相当于 αὐτῇ,“因快乐”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:534.21-535.18