← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§533.20-534.21

快乐作为善本身与欧多克索斯的论证

厄斯特拉提奥斯在注解欧多克索斯视快乐为“善本身(tagathon)”的论证时,首先阐释了柏拉图学派借助字母“tau”或“auto-”前缀指称超验本原的术语惯用法。随后,他重构了欧多克索斯因万物皆追求快乐而断定快乐为最高善与第一本原的三段论,并指出欧多克索斯本人的节制德性为其学说带来了极高信誉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.4#1

" Εὔδοξος μὲν οὖν τὴν ἡδονὴν τἀγαθὸν ᾤετο εἶναι διὰ τὸ ὁρᾶν ἐφιέμενα αὐτῆς πάντα." Ἔθος ἐστὶ τοῖς Πλατωνικοῖς διὰ τῆς προσθήκης τοῦ ταῦ στοιχείου ἢ τῆς προσθήκης τῆς φωνῆς τῆς ‘αὐτό’ δηλοῦν τὰς εἰδητικὰς ἀπ’ αὐτῶν καλουμένας ἀρχάς, αἵ τινες πρώτως αὐτὸ τοῦτό εἰσιν ὃ λέγεται. διὰ μὲν τοῦ ταῦ τἀγαθόν, ὅπερ οὐδέν τι ἄλλο ἐστὶν ἀλλ’ ἢ μόνως ἀγαθὸν καὶ πρώτως ἀγαθόν, τὰ δ’ ἄλλα οἷον ὁ νοῦς ἡ ψυχὴ ἡ ἐπιστήμη ἡ ἀρετὴ ἀγαθὰ μὲν λέγεσθαι ἀλλ’ οὐ πρώτως ἀλλὰ μετασχόντα τῆς τοῦ ἀγαθοῦ φύσεως λέγεσθαι ἀγαθά.1 καὶ ἔστιν ὁ νοῦς ἀγαθὸν μέν, οὐ μὴν τἀγαθόν. ὁμοίως καὶ ἡ ἐπιστήμη ἀγαθόν, τἀγαθὸν δὲ οὐδαμῶς, ἡ δὲ ἡδονὴ οὐκ ἀγαθὸν ἀλλὰ τἀγαθόν. ἡ γὰρ ἀρχὴ καὶ ἡ πηγὴ τῆς ἀγαθότητος, ἤτοι τὸ τἀγαθὸν ἡδονή ἐστι κατ’ Εὔδοξον. οὕτω μὲν οὖν διὰ τοῦ ταῦ στοιχείου ἐδήλουν τὴν πρώτην ἀρχὴν καὶ αἰτίαν καὶ ῥίζαν καὶ οἷον τὸ κέντρον πάντων τῶν ἀγαθῶν, διὰ δὲ τῆς φωνῆς τῆς ‘αὐτό’ τὸ αὐτοέν, τὸ αὐτοζῷον, τὸ αὐτοόν· τὸ μὲν αὐτοὲν τὴν ἀρχὴν καὶ πηγὴν τῶν ἑνῶν καὶ τῶν μονάδων· ἄλλα γὰρ κατ’ αὐτοὺς τὰ ἕνα καὶ ἄλλαι αἱ μονάδες. ἔλεγον δὲ οἱ Πλατωνικοὶ τὸ αὐτοὲν καὶ τὸ τἀγαθὸν τὸ αὐτὸ εἶναι καὶ οὐκ ἄλλο καὶ ἄλλο. τὴν γὰρ πρωτίστην πάντων ἀρχὴν ἐκάλουν τὸ αὐτοὲν καὶ τὸ αὐτοαγαθὸν καὶ τἀγαθόν, τὸ δὲ αὐτοὲν ἔλεγον ἀρχὴν πρωτίστην πάντων τῶν ὄντων, δεύτερον δὲ τοῦ αὐτοενός.2 εἶναι γὰρ πρώτιστον πάντων τὸ αὐτοέν, εἶτα τὸ αὐτοόν, εἶτα τὴν αὐτοζωήν, εἶτα τὸ αὐτοζῷον. ἀλλὰ περὶ μὲν τούτων ἅλις κατ’ αὐτὸν φάναι τὸν Ἀριστοτέλην. Εὔδοξος δὲ κατεσκεύαζε τὴν ἡδονήν, ὡς ἔστι τὸ ἀγαθὸν διὰ τὸ ὁρᾶν ἐφιέμενα αὐτῆς καὶ τὰ ἔλλογα, ἤτοι τὰ λογικά, καὶ τὰ ἄλογα. ὃ δὲ πάντα αἱροῦνται καὶ πάντα διώκουσιν ἐπιεικές ἐστι καὶ ἀγαθόν. τὸ δὲ μάλιστα ἐπιεικὲς κράτιστον, ἤτοι πρώτη ἀρχὴ καὶ πρῶτον αἴτιον. εἰ οὖν ἡδονή ἐστι τὸ μάλιστα ἐπιεικές, τὸ δὲ μάλιστα ἐπιεικὲς κράτιστον, τὸ δὲ κράτιστον ἡ πρωτίστη πάντων ἀρχή, ἡ δὲ πρωτίστη πάντων ἀρχὴ τἀγαθόν, ἡ ἡδονὴ ἄρα τἀγαθόν. ἀλλὰ πόθεν δῆλον, ὅτι ἡ ἡδονὴ τὸ κράτιστον; ἤ, φησίν, ἐκ τοῦ πάντα φέρεσθαι ἐπ’ αὐτὴν καὶ πάντα θέλειν ἥδεσθαι. φύσει γὰρ ἕκαστον τὸ ἑαυτῷ ἀγαθὸν καὶ ἑαυτῷ συμφέρον, ὅπερ ἡδύ ἐστιν, εὑρίσκει, ὥσπερ καὶ τροφήν. ἔνεστι γὰρ ἐν ἅπασιν ἢ νοῦς ἢ νοῦ τις αὐγὴ καὶ ἔλλαμψις, ὡς αὐτὸς ἐν ἄλλοις ἔδειξε, καὶ “φύσιες ζῴων ἀδίδακτοι”, ὡς Ἱπποκράτης εἴρηκεν. ἐπιστεύοντο δὲ οἱ λόγοι διὰ τὴν τοῦ ἤθους ἀρετὴν μᾶλλον ἢ δι’ ἑαυτούς. εἰ μὲν ἀκόλαστός τις ἦν ὁ λέγων τὴν ἡδονὴν τἀγαθόν, οὐκ ἂν ἐπιστεύετο, σωφρονέστατος δὲ ὢν καὶ σπουδαιότατος δικαίως ἐπιστεύετο τἀγαθὸν εἶναι λέγων αὐτήν.

“因此,欧多克索斯认为快乐即是善本身,因为他看到一切事物都在渴求它。” 柏拉图主义者们有一种习惯,即通过加上字母tau或者加上“auto”一词,来表示被他们称为相的诸原理,这些原理首先且本真地就是所表述的事物本身。通过字母tau,他们表示善本身,它不是别的任何东西,而仅仅是善且本真地是善,至于其他事物,如理性、灵魂、知识、德性,虽被称为善,但并非本真地如此,而是通过分有善的本性才被称为善。理性虽是一种善,但绝不是善本身。同样,知识也是一种善,但绝非善本身;然而快乐不是一种善,而是善本身。因为在欧多克索斯看来,善性的原理与源泉,亦即善本身,就是快乐。因此,他们正是通过字母tau来表示一切善事物的首要原理、原因、根基以及如同中心般的存在,而通过“auto”一词来表示一本身、动物本身、存在本身;以一本身表示诸单一者与诸单子的原理与源泉;因为依他们之见,单一者是一回事,单子则是另一回事。柏拉图主义者们曾说,一本身与善本身是同一回事,而非各不相同的两者。因为他们将万物的首要原理称为一本身、自善与善本身,并且称一本身为一切存在者的首要原理。他们也[谈及]仅次于一本身[的第二原理]。因为万物中最首要的是一本身,其次是存在本身,再次是生命本身,复次是动物本身。然而关于这些,正如亚里士多德自己所说,谈得已经够多了。欧多克索斯论证快乐即是善本身,是因为看到无论是具备理性者(即理智生物)还是无理性者都在渴求它。凡是一切事物都选择且一切事物都追求的,就是适宜的且是善的。而最适宜的则是最优越的,亦即首要原理与首要原因。因此,如果快乐是最适宜的,最适宜的是最优越的,最优越的是万物的首要原理,而万物的首要原理是善本身,那么快乐便是善本身。但何以见得快乐是最优越的呢?他说:因为一切事物都趋向于它,且一切事物都渴望享受快乐。因为每一事物都依其本性发现对于自身而言的善以及对于自身有益之物,这正是令人愉悦之物,犹如发现滋养物一般。因为在一切事物之中,要么存在着理性,要么存在着理性的某种光芒与照耀,正如他本人在别处所表明的;又正如希波克拉底所言:“动物的本性是未经教导的”。这些论证之所以受到信任,更多是因为他品格上的德性,而非论证本身。如果称快乐为善本身的人是一个放纵者,他是不会受到信任的;但他极其节制且极其卓越,因此他说快乐即是善本身时,便理所当然地受到了信任。

语法注2 条
  1. 9.4διὰ μὲν τοῦ ταῦ τἀγαθόν, ὅπερ οὐδέν τι ἄλλο ἐστὶν ἀλλ’ ἢ μόνως ἀγαθὸν καὶ πρώτως ἀγαθόν, τὰ δ’ ἄλλα οἷον ὁ νοῦς ἡ ψυχὴ ἡ ἐπιστήμη ἡ ἀρετὴ ἀγαθὰ μὲν λέγεσθαι ἀλλ’ οὐ πρώτως ἀλλὰ μετασχόντα τῆς τοῦ ἀγαθοῦ φύσεως λέγεσθαι ἀγαθά.

    在 διὰ μὲν τοῦ ταῦ τἀγαθόν 一句中,谓词 δηλοῦσιν(或 δηλοῦσθαι)承接前文的 Ἔθος ἐστὶ ... δηλοῦν 而省略。随后的 τὰ δ’ ἄλλα ... λέγεσθαι 采用了间接引语不定式结构,统摄于柏拉图主义者的学说表述之下;而作为例举成分的 ὁ νοῦς ἡ ψυχὴ 等词保留了主格形式,以同位或列举形式嵌入,并未变为受词主语的宾格。

  2. 9.4δεύτερον δὲ τοῦ αὐτοενός

    此处为一个极度紧凑的省略结构。承接前句 τὸ δὲ αὐτοὲν ἔλεγον ἀρχὴν πρωτίστην πάντων τῶν ὄντων(他们称一本身为一切存在者的首要原理),此处作为 ἔλεγον 的宾语需补出“仅次于一本身的第二原理”。紧接着的 εἶναι γὰρ πρώτιστον... 详细展开了这一层级序列。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:533.20-534.21