- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:530.1-531.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯解释了亚里士多德在《尼哥马可伦理学》第十卷第一章开篇(1172a19)使用“或许”这一审慎措辞的原因,将其归于规避大众指责的哲学审慎,或是由于快乐究竟是德性的组成部分还是附随偶发症候的逻辑区分,并进一步论述了借由快乐与痛苦教育青年及其贯穿一生的影响。
" Μετὰ δὲ ταῦτα περὶ ἡδονῆς ἴσως ἕπεται διελθεῖν." Τὸ ἴσως ἢ διὰ φιλόσοφον εἶπεν εὐλάβειαν ἢ ἐνδεικνύμενος, ὅτι εἰ μέν ἐστιν ἡ ἡδονὴ μέρος τῆς ἀρετῆς, ὡς καὶ τοῦ ἵππου τὸ ἄλογον, οὐκ ἴσως ἀλλ’ ἀνάγκη περὶ ἡδονῆς εἰπεῖν. ἀναγκαῖον γὰρ εἰδέναι τὰ μέρη ἐξ ὧν τὸ ὅλον τοῖς βουλομένοις μαθεῖν καλῶς τὸ ὅλον, ὅτι ποτέ ἐστιν. εἰ δ’ οὐκ ἔστι μέρος ἀλλ’ οἷον σύμπτωμά τι καὶ σκιὰ ταῖς καλλίσταις ἐνεργείαις ἐπισυμβαίνουσα, ἴσως δεῖ λέγειν περὶ αὐτῆς. διὰ τί ἴσως; διότι δυνατόν ἐστι καὶ δίχα τῶν ἐπισυμβαινόντων μανθάνειν τὰ πράγματα, οἷς ἕπεται τὰ τοιάδε συμπτώματα. δυνατὸν γάρ ἐστι γνῶναι τριταίου φύσιν καὶ ἄνευ τῶν ἑπομένων αὐτῷ συμπτωμάτων, χολεμεσίας καὶ ἱδρῶτος καὶ τῶν ἄλλων. καὶ εὐδαιμονίας οὐσίαν δίχα τοῦ γινώσκειν τί ἐστιν ἡδονή,1 εἰ μὴ μέρος αὐτῆς ἐστιν, ἀλλά τι τῶν συμβαινόντων αὐτῇ. μάλιστα γὰρ δοκεῖ συνῳκειῶσθαι τῷ γένει ἡμῶν. διὰ τούτων φαίνεται, ὅτι δι’ εὐλάβειαν τὸ ἴσως τέθεικεν. εἰπεῖν γὰρ ἔδει ‘μετὰ δὲ ταῦτα περὶ ἡδονῆς ἀναγκαῖόν ἐστιν.’ ηὐλαβήθη δὲ τὴν τῶν πολλῶν νέμεσιν, καὶ διὰ ταύτην τὴν εὐλάβειαν ἀντὶ τοῦ ἀνάγκη τὸ ἴσως τέθεικεν. ὅτι δὲ ἀνάγκη τῷ περὶ τῶν ἀρετῶν ἀμφοτέρων τῶν τε τοῦ ἀλόγου μέρους τῆς ψυχῆς καὶ τῶν τοῦ λογικοῦ λέγοντι περὶ ἡδονῆς εἰπεῖν, δῆλον τοῖς προσέχουσι τοῖς λεγομένοις. εἰ γὰρ οἰκεία τῇ φύσει ἡμῶν ἐστι καὶ ὡς οἰκείαν ἅπαντες αἱρούμεθα καὶ διώκομεν, οὐκ ἴσως ἀλλ’ ἀνάγκη γινώσκειν τί πότ’ ἐστι τοῦτο ὃ συνῳκείωται τῷ γένει ἡμῶν καὶ οὕτως οἰκειότατόν ἐστιν, ὡς πλέον τῶν ἄλλων τῶν συνῳκειωμένων ἡμῖν ἐπιδιώκεσθαι παρ’ ἡμῶν καὶ ἀγαπᾶσθαι· δι’ ἣν οἰκείωσιν καὶ ἀγάπην αὐτῆς παιδεύειν σπεύδομεν τοὺς νέους οἰακίζοντες ἡδονῇ καὶ λύπῃ. ἔστι δὲ τὸ οἰακίζοντες ταὐτὸν τῷ ἀπευθύνοντες καὶ κυβερνῶντες· ὡς γὰρ διὰ τῶν οἰάκων τὰ πλοῖα πρὸς τοὺς λιμένας τοιωσδὶ περιαγόμενα καὶ οὑτωσὶ διευθυνόμενα διασώζεται, οὕτως καὶ οἱ νέοι ὥσπερ ἐν λιμένι ταῖς ἀρεταῖς δι’ ἡδονῆς.2 τὸ γὰρ ἐθίζειν αὐτοὺς ἥδεσθαι οἷς δεῖ χαίρειν καὶ λυπεῖσθαι μὴ πράττοντας ἃ δεῖ πράττειν κυβέρνησίς ἐστι πρὸς λιμένα, τὴν ἀρετήν. ὥσπερ δὴ πρὸς κακίαν ὁδός ἐστι τὸ χαίρειν καὶ λυπεῖσθαι οἷς οὐ δεῖ, μέγιστον δή, φησίν, καὶ πρὸς τὴν τοῦ ἤθους ἀρετὴν τὸ χαίρειν οἷς δεῖ, ἤθους ἀρετὴν εἰπὼν αὐτὴν τὴν ἀρετήν, ὡς εἰ ἔλεγε, δοκεῖ δὲ καὶ πρὸς τὴν τῆς ἠθικῆς ἀρετῆς κτῆσιν μέγιστα συντελεῖν τὸ χαίρειν οἷς δεῖ καὶ φεύγειν ἃ δεῖ. καὶ δέδεικται τοῦτο πρόσθεν. τὸ δὲ διατείνει γὰρ ταῦτα διὰ παντὸς τοῦ βίου ἴσον ἐστὶ τῷ ‘ταῦτα, ἡ ἡδονὴ δηλονότι καὶ ἡ λύπη, συμπαρεκτείνονται τῇ ζωῇ ἡμῶν’. οὐ γὰρ ἐν τῇ παιδικῇ φέρε εἰπεῖν ἡλικίᾳ ἡδόμεθα καὶ λυπούμεθα, κατὰ δὲ τὰς ἄλλας ἡλικίας ἀτρεμίζομεν ἄλυποι καὶ χωρὶς ἡδονῆς διατελοῦντες· οὐ δῆτα, ἀλλὰ μέχρις ἂν ὦμεν ἐν τῷ τετρημένῳ τούτῳ πίθῳ, τῷ σώματι, ἡδονῇ καὶ λύπῃ μεριζόμεθα. ὑπὲρ δὲ τούτων ἀναγκαῖόν ἐστιν ἐπισκέψασθαι, τίνες εἰσί, καὶ μὴ παρελθεῖν τὴν περὶ τούτων θεωρίαν. διατείνει δὴ ταῦτα διὰ παντὸς τοῦ βίου ῥοπὴν ἔχοντα καὶ δύναμιν πρὸς ἀρετήν. ἔστι δὲ τὸ δύναμιν ἔχοντα ἐφερμηνευτικὸν τοῦ ῥοπὴν ἔχοντα.3 δύναμιν γὰρ ἔχουσιν αἱ κάλλισται τῶν ἡδονῶν καὶ αἱ λῦπαι τῆς τῶν καλῶν ἀπραξίας ἀναγκάζειν πρὸς ῥοπὴν καὶ ὁρμὴν τῆς εἰς ἀρετὴν καὶ εὐδαιμονίαν φερούσης ζωῆς καὶ διαγωγῆς. εἰ δὲ τοῦθ’ οὕτως ἔχει, δεῖ γινώσκειν τίνα τῶν ἡδέων καὶ λυπηρῶν συνεργὰ τυγχάνει πρὸς ἀρετὴν καὶ τίνα πρὸς ταύτην ἐμπόδια καὶ μὴ σπεύδειν ἀλόγως πρὸς ἅπαν ἡδὺ καὶ φεύγειν ἀπὸ παντὸς λυπηροῦ, ὥσπερ νῦν ποιοῦσιν ἀκρίτως προσπίπτοντες τοῖς ἡδέσι καὶ φεύγοντες τὰ λυπηρά.
“而在这些之后,顺理成章的或许是对快乐进行探讨。” 他说“或许”,要么是出于哲学上的谨慎,要么是表明:如果快乐是德性的一部分,正如无理知部分是马的一部分一样,那么谈论快乐就不是“或许”,而是必然。因为对于那些想要透彻了解整体究竟为何物的人来说,知晓构成整体的各部分乃是必然的。但如果它不是部分,而是某种偶随物以及附随于最美好诸现实活动之上的阴影,那么谈论它就“或许”是必要的。为何是“或许”?因为撇开那些附随之物,也有可能了解这些偶随物所随同的事物。因为认识间日疟的本性,即便没有随同于它的偶随物——吐胆汁、出汗以及其他症状——也是可能的;而且如果快乐不是幸福的一部分,而是属于发生在其上的事物,那么无需知晓快乐是什么,[也有可能认识]幸福的本质。“因为它似乎与我们这个族类最为亲善相谐。”通过这些话显然可见,他置入“或许”是出于谨慎。因为他本来应当说:“而在这些之后,谈论快乐乃是必然的。”但他防备了大众的责难,正是出于这种谨慎,他以“或许”替代了“必然”。然而,对于论说灵魂无理知部分与理知部分这两类德性的人而言,谈论快乐乃是必然,这对于留意其所言者是显而易见的。因为如果它与我们的本性相谐,且我们众人都视之为相谐之物而加以选择并追求,那么知晓这与我们族类相谐、并且如此相谐以至于比起其他与我们相谐之物更受我们追求与喜爱的究竟是何物,就并非“或许”,而是必然;正是由于这种亲善相谐以及对它的喜爱,我们才急切地通过快乐与痛苦掌舵来教育青年。“掌舵”与“纠正引领”及“操舵航行”是同一回事;因为正如船只通过舵以此种方式调转并以此种方式正向导引而安全抵达诸港口,青年也是通过快乐[安全抵达]各德性这宛如港口之处。因为使他们习惯于在应当欢喜的事物上感到快乐,并在不做应当做的事时感到痛苦,乃是朝向港口即德性的操舵。正如在不应当的事物上欢喜与痛苦乃是走向恶劣的道路,“在应当的事物上欢喜,”他说,“对于品格的德性而言也确实是最为重大的”,他将德性本身称为“品格的德性”,宛如他说:“在应当的事物上欢喜并回避应当回避的事物,似乎也对获得伦理德性有极其重大的助益。”而这一点此前已经表明过了。至于“因为这些贯穿整个一生”,则等同于“这些事物,显然即快乐与痛苦,与我们的生命一同绵延扩展”。因为我们并非比方说仅在童年时期感受快乐与痛苦,而在其他年龄段就止息下来,安度无苦亦无乐的生活;绝非如此,而是只要我们还处于这个穿孔的坛子——即身体——之中,我们就被快乐与痛苦所分占割裂。对于这些事物,考察它们究竟为何物而不可忽略关于它们的考察,乃是必然的。“这些确实贯穿整个一生,对德性具有分量与力量。”“具有力量”是对“具有分量”的解释性说明。因为最美好的诸快乐,以及对高尚之事不作为所带来的诸痛苦,具有力量迫使人们产生朝向通往德性与幸福的生命与度日方式的分量与冲力。若情况确实如此,就应当知晓在快乐与痛苦的事物中,哪些恰好是朝向德性的协助者,哪些是针对它的障碍,而不应当无理性地奔向一切快乐事物并逃避一切痛苦事物,正如人们如今所做的那样,毫无鉴别地扑向快乐之物并逃避痛苦之物。
- 9.1καὶ εὐδαιμονίας οὐσίαν δίχα τοῦ γινώσκειν τί ἐστιν ἡδονή
此处承接前一分句中支配“τριταίου φύσιν”的动词结构“δυνατόν ἐστι γνῶναι”,通过省略理解为“[认识]幸福的本质[也是可能的]”。紧随其后的条件从句“εἰ μὴ μέρος αὐτῆς ἐστιν”的主语是承前省略的“快乐”(ἡ ἡδονή)。
- 9.1οὕτως καὶ οἱ νέοι ὥσπερ ἐν λιμένι ταῖς ἀρεταῖς δι’ ἡδονῆς
该主句对应于前文关于船只的明喻(“ὡς γὰρ διὰ τῶν οἰάκων τὰ πλοῖα… διασώζεται”),省略了谓语动词“διασῴζονται”(安全抵达/得救)。“ταῖς ἀρεταῖς”对应于“πρὸς τοὺς λιμένας”,而“ὥσπερ ἐν λιμένι”作为比喻与之同位并列。
- 9.1ἔστι δὲ τὸ δύναμιν ἔχοντα ἐφερμηνευτικὸν τοῦ ῥοπὴν ἔχοντα
这是注解者对亚里士多德原文短语“ῥοπὴν ἔχοντα καὶ δύναμιν πρὸς ἀρετήν”的释义句。带冠词的分词“τὸ δύναμιν ἔχοντα”作主语,“ἐφερμηνευτικόν”(解释性的)作表语形容词,并支配属格“τοῦ ῥοπὴν ἔχοντα”,意即“‘具有力量’是对‘具有分量’的解释说明”。
