← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§529.2-529.24

沉思的幸福与探讨快乐的引入

厄斯特拉提奥斯在《尼哥马可伦理学》第十卷(卷Κ)开篇指出,本卷作为全书终篇,旨在阐明与政治幸福相对立的沉思幸福及何谓真正的人,并论证了在进入沉思主题前率先探讨快乐的逻辑必然性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.0

Τὸ παρὸν βιβλίον, ὃ δέκατον μέν ἐστι τῶν Ἠθικῶν Νικομαχείων, Κ δὲ ἔθος τοῖς ἐκ τοῦ Περιπάτου ἐπιγράφειν, τελευταῖόν ἐστι τῆς τοιαύτης πραγματείας. ἐν δέκα γὰρ βιβλίοις ὁ δαιμόνιος Ἀριστοτέλης τὴν παροῦσαν ἐπεραιώσατο θεωρίαν. ἐξηγεῖται δὲ ἐν αὐτῷ, τίς ἐστιν ὁ ἀληθινὸς ἄνθρωπος καὶ τίς ἡ πρέπουσα αὐτῷ ζωή· ὅτι ἡ κατὰ νοῦν διαγωγή, ἥτις καὶ κυριώτατα ἂν εὐδαιμονία καλοῖτο. διττὸς γὰρ ὁ εὐδαίμων, ὅ τε πολιτικός, ὅστις δεῖται καὶ τῶν ἀπὸ τῆς τύχης ἀγαθῶν, ὅπως ἀνεμποδίστως ἐνεργῇ, καὶ ὁ τῇ θεωρίᾳ τῶν ὄντως ὄντων μάλιστα προσανέχων. ἀλλὰ περὶ μὲν τοῦ πολιτικοῦ εὐδαίμονος φθάνει πολλὰ εἰπεῖν,1 περὶ δὲ τοῦ θεωρητικοῦ ἐν τῷ παρόντι. καὶ ἐπειδὴ ἡ πολιτικὴ εὐδαιμονία ἐνέργειά ἐστι ψυχῆς κατ’ ἀρετὴν ἐν βίῳ τελείῳ μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς, ὡς μεμαθήκαμεν, τί δεῖ περὶ τῆς κατὰ θεωρίαν εὐδαιμονίας ὑπονοεῖν, ἆρα ἕπεσθαί τινα ἡδονὴν τῇ νοερᾷ ταύτῃ ζωῇ καὶ τῇ πρὸς τὰ ἀεὶ ὡσαύτως ἔχοντα ἡμῶν ἀνατάσει, ἢ ὄχλου γέμειν καὶ ταραχῆς καὶ μεστὴν ἀηδίας ὑπάρχειν; μὴ οὐ θεμιτὸν εἴη2 τὴν κατὰ νοῦν ζωὴν ἀνήδονον οἴεσθαι· μεθ’ ἡδονῆς ἄρα ἢ οὐκ ἄνευ ἡδονῆς. εἰ γὰρ ταῖς καλαῖς ἡμῶν πράξεσιν ἕπεται ἡδονή, πολλῷ μᾶλλον τῇ τῶν ἐνεργειῶν ἀρίστῃ, τῇ περὶ τὰ νοητὰ τοῦ νοῦ διατριβῇ, ἐπακολουθήσει καὶ τοσούτῳ μᾶλλον καλλίων, ὅσῳ καὶ θεωρία πράξεως τιμιωτέρα. ἐπεὶ οὖν καὶ αὕτη ἡ τοῦ νοῦ ἐνέργεια μεθ’ ἡδονῆς, καὶ ἴσασιν ὁποίας, ὥς φησιν ὁ Πλωτῖνος, οἱ ἐνηργηκότες, ἀναγκαῖον πρότερον περὶ ἡδονῆς ἐπισκέψασθαι, τί ἐστι καὶ ὁποῖόν τι διά τε τοῦτο καὶ διὰ τὰς λοιπὰς αἰτίας, ἃς αὐτὸς ἐπάξει, εἶθ’ οὕτως περὶ τῶν προκειμένων διελθεῖν.

当前这一卷是《尼哥马可伦理学》的第十卷,逍遥学派之人习惯题以“卡帕(Κ)”,也是此论著的最后一卷。因为神异的亚里士多德在十卷中完成了当前的理论研究。他在其中阐明了谁是真正的人,以及何者是适合他的生命:即依循理知的度日方式,这乃是最本真地被称为幸福的。因为幸福者是双重的:其一是政治的人,他也需要来自运气的善物以便不受阻碍地活动;其二是专心于沉思真实存在之物的人。然而关于政治上幸福的人,他已经说了许多,而关于沉思的人,则在本书中[论说]。既然政治的幸福如我们所知,是灵魂在完整生命中依循德性的、伴随快乐或并非没有快乐的现实活动,那么对于依循沉思的幸福究竟当做何猜度呢?究竟是有某种快乐伴随着这种理知生命以及我们朝向永远处在同一状态之物的奋进,还是说充满纷扰混乱、满是讨厌之事?认为依循理知的生命毫无快乐,大概是不合天理的吧;因此它是伴随快乐的,或者并非没有快乐。因为如果快乐伴随着我们高尚的实践,那么在极高程度上,快乐必将随同诸现实活动中最优秀者——即理知对可知实体的盘桓浸润——并在沉思比实践更尊贵的程度上显得更美。因此,既然理知的这一现实活动也伴随快乐,且正如普罗提诺所说,践行过的人知道此为何种快乐,那么不论由于这个缘故,还是由于他本人即将引出的其余理由,都有必要首先考察关于快乐,它究竟是什么、又是何种性质,然后再依此阐述摆在我们面前的论题。

语法注2 条
  1. 9.0φθάνει πολλὰ εἰπεῖν

    动词 φθάνω 搭配不定式(此处为 εἰπεῖν),用于表达先行动作或完成意义(“已经说了/早已论及”)。在古典希腊语中,该动词通常接补足分词,而在后世希腊语中接不定式表“先前已做某事”是规范用法。

  2. 9.0μὴ οὐ θεμιτὸν εἴη

    μὴ (οὐ) 接希求法(εἴη)构成的委婉断定与担忧句式(“认为……难道不是不合常理/天理的吗”)。它以审慎怀疑的语气质问相反观点,从而为下文“因此伴随着快乐(μεθ’ ἡδονῆς ἄρα)”这一确定的推论提供铺垫。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:529.2-529.24