- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:531.12-532.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德提出考察快乐之因在于存在诸多争议(1172a27),厄斯特拉提奥斯详细阐释了欧多克索斯将快乐视作至善的三段论论证,以及对立派别为纠正大众偏向、引导其归于中道而故意将快乐斥为极度低劣的教育意图。
" Ἄλλως τε καὶ πολλὴν ἐχόντων ἀμφισβήτησιν." Καὶ διὰ τὰς εἰρημένας αἰτίας ἔδει, φησί, περὶ ἡδονῆς σκοπεῖσθαι, οὐχ ἥκιστα δὲ καὶ τοὺς ἀμφισβητοῦντας λόγους1 περὶ αὐτῆς καὶ τἀναντία κατ’ αὐτῆς ἐπιφέροντας. Εὔδοξος μὲν γὰρ τὴν ἡδονὴν ταὐτὸν ᾤετο τἀγαθῷ· εἰδικὴν γὰρ ἀρχὴν καὶ αἰτίαν πάντων τῶν ἀγαθῶν ἐτίθετο (ὡς οἱ τὰς ἰδέας πρεσβεύοντες τὸ αὐτοζῷον τῶν ζῴων καὶ τὸ αὐτοὸν τῶν ὄντων καὶ τὸ αὐτάνθρωπον τῶν ἀνθρώπων καὶ τὸ αὐτόκαλλος τῶν καλῶν), οἱ δὲ ἐξ ἐναντίας φαυλότατον αὐτὴν ἔλεγον. καὶ οἱ μὲν λέγοντες αὐτὴν ταὐτὸν τῷ ἀγαθῷ ἀπεφαίνοντο τοιαύτην λόγοις τισὶ πεισθέντες· οἱ δὲ λόγοι τοιοῦτοί τινές εἰσι. τῆς ἡδονῆς πάντα ἐφίεται· οὗ πάντα ἐφίεται ἀγαθόν· ἡ ἡδονὴ ἄρα ἀγαθόν. πάλιν, οὗ πάντα ἐφίεται 〈καὶ〉 ζητεῖ δι’ αὐτὸ καὶ οὐ δι’ ἄλλο τι ἀγαθόν· τὴν δ’ ἡδονὴν ζητοῦσιν αὐτὴν δι’ αὐτήν· ἡ ἡδονὴ ἄρα ἀγαθόν. πλοῦτον μὲν γάρ τις δι’ ἄλλο τι αἱρεῖται, οἷον ὡς ὄργανον διὰ τὸ ἐνεργεῖν ἀνεμποδίστως τὰ καλά, ἀλλὰ καὶ τομὴν καὶ καῦσιν καὶ φαρμακοποσίαν διὰ ὑγίειαν καὶ τείχη καὶ οἰκίαν διὰ φυλακὴν καὶ σκέπην, τὴν ἡδονὴν δὲ δι’ αὐτήν. τέλος ἄρα τελικώτατον ἡ ἡδονή, τὸ δὲ πάντων τῶν τελῶν τέλος καὶ τὸ τούτων τελικώτατον τἀγαθόν, ἡ ἡδονὴ ἄρα τἀγαθόν. εἰσὶ δὲ καὶ ἕτεροι πολλοὶ λόγοι πιθανῶς κατασκευάζοντες τὴν ἡδονὴν ταὐτὸν οὖσαν τῷ αὐτοαγαθῷ, οὓς ἐρεῖ προϊών. οἱ δὲ λέγοντες φαυλοτάτην τὴν ἡδονὴν οὐ λόγοις πεισθέντες πιθανοῖς οὕτως αὐτὴν ἔλεγον, ἀλλ’ ὁρῶντες τοὺς πολλοὺς ῥέποντας πρὸς αὐτὴν ἀμελοῦντας τῶν καλλίστων καὶ θέλοντες ἀπαγαγεῖν αὐτοὺς ἀπὸ τῆς πρὸς αὐτὴν ἀσχέτου ῥύμης καὶ φορᾶς τῶν φαυλοτάτων εἶναι τὴν ἡδονὴν ἀπεμφαίνονται, εἰ καὶ μή ἐστι φαυλότατον. δεῖ γάρ, ἔλεγον, τοὺς φαύλους ἀπὸ τῆς ἡδονῆς ἄγειν εἰς τοὐναντίον, ὥσπερ καὶ τοὺς θρασεῖς ἐπὶ δειλίαν καὶ τοὺς πλεονέκτας ἐπὶ τὸ μηδ’ ὅλως λαμβάνειν καὶ τοὺς ἄλλους ὅσοι τὸ μέσον καὶ τὸ σύμμετρον ὑπερβαίνουσιν· οὕτω γὰρ ἔλθοιεν ἄν ἐπὶ τὸ μέσον, ἤτοι τὸ σύμμετρον. οἱ μὲν γὰρ φιλήδονοι ἀγόμενοι ἐπὶ τὸ μηδ’ ὅλως χαίρειν ἔλθοιεν ἄν ἐπὶ τὸ μέσον, ὅπερ ἐστὶ τὸ χαίρειν καὶ ἐνήδεσθαι οἷς δεῖ, οἱ δὲ θρασεῖς ἑλκόμενοι ἐπὶ δειλίαν ἔλθοιεν ἂν ἐπὶ τὸ μέσον, τὴν ἀνδρείαν, καὶ οἱ πλεονέκται ὁμοίως ἐπὶ τὸ δίκαιον. οὐκ ἂν δὲ ἀπαγαγεῖν τις δυνήσεται τὸν φιλήδονον ἀπὸ τῆς ἡδονῆς ἢ τὸν πλεονέκτην ἀπὸ τῆς ἁρπαγῆς μὴ φαυλότατόν τι πρᾶγμα ἀποφαινόμενος2 τὴν ἡδονὴν ἢ τὴν ἁρπαγὴν ἢ τὴν θρασύτητα, ὥστε κἂν μὴ φαυλότατόν ἐστιν ἡ ἡδονή, δεῖ αὐτὴν φαυλότατον λέγειν τὸν μέλλοντα ἀγαγεῖν ἀπ’ αὐτῆς τοὺς φιληδόνους.
“尤其是因为[这类事情]还包含着很大的争议。” 他说,不仅由于上述原因应当考察快乐,而且尤其是还[应当考察]关于它产生争议并针对它提出截然相反之论调的那些论证。因为欧多克索斯认为快乐与善本身是同一的;他将快乐确立为一切善事物的形式本原与原因(正如尊奉理念的人将动物自身确立为诸动物的本原、存在自身确立为诸存在的本原、人自身确立为诸人的本原、美自身确立为诸美事物的本原那样);而相反阵营的人则称它是极其低劣的。那些称它与善同一的人,是因被某些论证所说服才将它表明为此种性质的;这些论证大体如下:万物皆追求快乐;万物所追求者即为善;因而快乐是善。再者,万物因其自身且不为任何其他事物所追求并寻求者即为善;而人们因快乐自身寻求它;因而快乐是善。因为一个人选择财富是为了他物,例如作为无阻碍地实行高尚之事的工具,而且选择切除、烧灼与服药是为了健康,选择城墙与房屋是为了防护与庇护,而选择快乐则是因其自身。因而快乐是最为终极的目的,而万般目的的目的以及其中最为终极的目的即是善本身;因而快乐即是善本身。还有许多其他论证能令人信服地确立快乐与善自身同一,他在继续往下论述时会予以说明。然而,那些称快乐极其低劣的人,并非被令人信服的论证所说服而这样说,而是看到大众倾向于快乐而忽视最美好的事物,意欲将他们从朝向快乐的那种不可遏止的冲势与奔流中拉回,才表明快乐属于极其低劣之物,纵使它并不是极其低劣的。因为他们说,应当将低劣的人从快乐引向对立面,正如将鲁莽之人引向怯懦、将贪得者引向根本不获取任何东西,以及将其他所有逾越中道与适度的人[引向对立面]一样;因为这样他们便能达到中道,亦即适度。因为爱乐者若被引向根本不欢喜,便会达到中道,即在应当欢喜的事物上欢喜并感受快乐;而鲁莽者若被拉向怯懦,便会达到中道即勇敢;贪得者同样会达到公正。而若不将快乐或掠夺或鲁莽表明为某种极其低劣之事物,任何人都无法将爱乐者从快乐中拉回,或将贪得者从掠夺中拉回;因此,纵使快乐并非极其低劣,打算将爱乐者从快乐中拉回的人也必须称它是极其低劣的。
- 9.2οὐχ ἥκιστα δὲ καὶ τοὺς ἀμφισβητοῦντας λόγους
宾格短语 τοὺς ... λόγους 承接前文非人称动词结构 ἔδει ... σκοπεῖσθαι,与介词短语 περὶ ἡδονῆς 并列作为考察的对象。
- 9.2μὴ φαυλότατόν τι πρᾶγμα ἀποφαινόμενος
带有否定词 μή 的分词 ἀποφαινόμενος 起条件从句作用(“若不表明……”),限定了主句的潜在式表达 οὐκ ἂν ... δυνήσεται。
