- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:52.9-53.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提乌斯注解了亚里士多德将善区分为“因其自身之善”与“有用之善”的论述(1096b13–18),阐明亚里士多德如何通过归纳法指出明智、视觉以及某些快乐和荣誉即便在孤立状态下也因其自身而被追求,并结合品质与活动的区分以及对特定快乐和荣誉的甄别展开解析。
" Δῆλον οὖν ὅτι διττῶς λέγοιτ’ ἄν." Εἰπὼν ὅτι διττῶς τὰ ἀγαθά, τὰ μὲν καθ’ αὑτά, τὰ δὲ ὡς εἰς αὐτὰ συμβαλλόμενα, οὔπω μὲν τοῦτο ἔδειξε, λαμβάνει δ’ ἐν τῷ παρόντι ὡς ἐναργές, μόνον ὑπομνήσας ὅτι διχῶς τὰ ἀγαθὰ λέγεται, ἐφεξῆς δὲ δείκνυσι τοῦτο διὰ τῆς ἐπαγωγῆς. χωρίσαντες οὖν φησι ἀπὸ τῶν ὠφελίμων. ἔοικε τοιοῦτόν τι λέγειν, ὅτι ἴσως ἄν τις ἡμᾶς αἰτιάσαιτο ζητοῦντας μέν, εἰ ἔστι τις ἰδέα τοῦ ἀγαθοῦ, λαβόντας δὲ συγκεχυμένως τὰ ἀγαθὰ καὶ μὴ διαστείλαντας τῶν δι’ ἕτερα αἱρετῶν τὰ καθ’ αὑτὰ διωκτά, ἵν’ οὕτω δειχθῇ, ὑπὸ μίαν ἰδέαν ἀνάγεται τὰ καθ’ αὑτά.1 τὰ γὰρ δι’ ἕτερα ἀγαθά,2 ἐπεὶ οὐ δι’ ἑαυτὰ τοῦτο λέγεται, οὐδ’ ἔστιν ἁπλῶς ἀγαθά, οὐδ’ ὅλως πειρατέον εἰς τὴν τοῦ ἀγαθοῦ ἰδέαν ἀναγαγεῖν. ὅτι δὲ εἰσί τινα καθ’ αὑτὰ ἀγαθά, ἐκ τῆς ἐπαγωγῆς δείκνυσιν, ὁριζόμενος ἅμα καὶ λέγων· "Καθ’ αὑτὰ δὲ ποῖα θείη τις ἄν; ἢ ὅσα." Δείκνυσιν ἤδη διὰ τῆς ἐπαγωγῆς, ὡς εἴρηται, εἶναί τινα καθ’ αὑτά, ἔτι δὲ καὶ ὁρίζεται τὸ καθ’ αὑτὸ ἀγαθόν, ὡς ἐπὶ πολλῶν μὲν τοῦτο ἀποδιδούς, οὐδὲν δ’ ἧττον καὶ ὡς ἐπὶ ἑνὸς κοινοῦ τὸν λόγον ποιούμενος ἐφαρμόζοντα. καθ’ αὑτὰ γὰρ εἶναί φησιν, ὅσα καὶ μονούμενα, ἤτοι μηδενὸς ἄλλου ἀκολουθοῦντος αὐτοῖς ἢ ἐκ τῆς αἱρέσεως αὐτῶν ἀποβαίνοντος, εἰσὶ μόνα δι’ ἑαυτὰ αἱρετὰ καὶ διωκτά. καὶ μηδενὸς γὰρ ἐκ τῆς φρονήσεως ἀποβαίνοντος, διωκτὴ δι’ ἑαυτὴν ἡ φρόνησις καὶ ἡ κατ’ αὐτὴν ἐνέργεια. καὶ τὸ ὁρᾶν ὡσαύτως. οὐκ εἶπε δὲ φρόνησιν καὶ ὅρασιν ἀλλὰ φρονεῖν καὶ ὁρᾶν, ὅτι ἐκεῖνα μὲν ἕξεις, ταῦτα δὲ αἱ κατὰ ταύτας ἐνέργειαι (τελειότεραι δὲ τῶν ἕξεων αἱ ἐξ αὐτῶν ἐνέργειαι, διὸ καὶ αἱρετώτεραι),3 καὶ ἡδοναί τινες καὶ τιμαί. οὐ γὰρ πᾶσα ἡδονὴ ἢ τιμὴ ἀγαθόν· ἡ γὰρ τῶν κιναίδων οὐκ ἀγαθὸν οὐδ’ ἡ τῶν ψωριώντων, ἡ δ’ ἐκ τῆς θεωρίας τῶν ὄντων ἐπιγινομένη τῇ ψυχῇ ἀγαθὴ καὶ διωκτὴ τοῖς ἐχέφροσι καὶ τοῖς εἰδόσι τὴν ἀνθρώπου τελειότητα τίς ἐστι. καὶ ἡ ἐκ τῆς ἀπαθείας ὡσαύτως, ὅταν ἡ ψυχὴ ἠρεμαίαν ἄγῃ γαλήνην καὶ ἀστασίαστον, ἀπαλλαγεῖσα τοῦ τῶν παθῶν κλύδωνος, τῶν χειρόνων δυνάμεων ὑποταγεισῶν τῇ κρείττονι· οὕτω καὶ αἱ τιμαὶ αἱ ἐκ τῶν εἰδότων καὶ φρονούντων ὀρθῶς καὶ ἐπὶ ἀρετῇ καὶ σοφίᾳ αἱρεταὶ καὶ διωκταί, αἱ δ’ ἐκ τῶν τυχόντων καὶ ἀβελτέρων ἀποτρόπαιοι.
“由此显见,善可以有两种称谓方式。” 在指出善有两种——一类因其自身,另一类则作为促进前者之物——之后,他尚未证明这一点,而只是在目前将其当作显而易见的事实加以接受,仅提醒人们注意善有两种称谓方式,接着便通过归纳法来证明这一点。“因此将它们与有用之物区分开来,”他说。他似乎是表达这样一种意思:也许有人会责怪我们,说我们一边探究是否存在善的某种理念,一边却混淆地把握诸善,未能将因他物而值得选择的事物与因其自身而值得追求的事物区分开来,以便由此表明因其自身之物是否能被归入单一的理念之下。因为那些因他物而为善的事物,由于并非因其自身被称为善,亦非绝对的善,根本就不应当试图将它们归入善的理念之下。至于确实存在某些因其自身而为善的事物,他则通过归纳法,在作出定义的同时论述如下: “那么,人们会将哪些事物设定为因其自身之物呢?难道不是凡那些[即使被孤立起来亦被追求]的事物吗?” 如前所述,他现在通过归纳法表明确实存在某些因其自身之物,并且进一步对因其自身之善作出了定义,仿佛既将此定义应用于诸多事物,又同样使这一表述适用于单一的共通特性。因为他说,因其自身之物就是所有那些即使被孤立起来——即没有任何其他事物伴随它们或从对它们的选择中产生——也仅因其自身而值得选择和追求的事物。因为即使没有从明智中产生出任何结果,明智以及依照它的现实活动也是因其自身而值得追求的。看亦同样如此。他没有说“明智”与“视力”,而是说“明智地思考”与“看”,因为前者是品质,而后者是依照这些品质的现实活动(并且产生自品质的现实活动比品质本身更为完满,因而在选择上更值得追求);他又说了“某些快乐和荣誉”。因为并非每一种快乐或荣誉都是善:娈童的快乐不是善,患疥疮者的快乐也不是善,但是从观照真实存在而伴生于灵魂的快乐,则是善的,对于明理之人以及深知人之完满为何物的人而言是值得追求的。从无情欲状态中产生的快乐亦同样如此,那是当灵魂摆脱了激情的狂潮,较低劣的能力顺从于较优越的能力,灵魂处于宁静而不起纷争的平静之时;同样,来自那些具有真知与正确判断之人、因德性与智慧而赋予的荣誉,也是值得选择和追求的,而来自寻常之辈和愚昧之人的荣誉则是应当规避的。
"Ταῦτα γὰρ εἰ καὶ δι’ ἄλλο τι διώκομεν, ὅμως." Τὸ γὰρ φρονεῖν ὅτι καὶ καθ’ αὑτὸ ἀγαθόν, δῆλον, ὡς τῆς κατὰ λογισμὸν ἀρετῆς ὂν ἐνέργημα. δῆλον δ’ ὅτι καὶ ὡς ὀνήσιμον εἰς πολλά, ἵνα μὴ λέγω πάντα, τὰ ἐν ταῖς κατὰ βίον ἡμῖν πράξεσι κατορθούμενα. καὶ τὸ ὁρᾶν ὡσαύτως ἀγαθὸν μὲν καὶ δι’ ἑαυτό, ὅτι πλείστας διαφορὰς ἡμῖν γινώσκειν παρέχεται, καὶ χρήσιμον δ’ οὐδὲν ἧττον ὅτι γνωρίζειν ποιεῖ καὶ πόρρωθεν τὰ βλαβερὰ καὶ ὠφέλιμα, ὡς τὰ μὲν φεύγειν, ἔστι δ’ οὗ καὶ ἀμύνεσθαι, τὰ δὲ διώκειν, ἔστι δ’ οὗ καὶ ἐφέλκεσθαι. οὕτω δ’ ἂν εὕροις καὶ ἐπὶ τῶν ἡδονῶν καὶ τῶν τιμῶν.
“因为这些事物即使我们也为了某种他物而追求,然而[人们仍会将它们列入因其自身的善]。” 因为明智地思考即使因其自身也是善,这是显而易见的,因为它乃是依照理性的德性的现实活动。但显而易见的是,它之所以被追求,也因其对于我们在生活实践中所成就的诸多——且不说全部——事物是有益的。看亦同样如此,它因其自身而为善,因为它使我们认识最多的差别;而它同样是有用的,因为它使人即使在远处也能辨别有害与有益之物,从而规避前者,有时甚至加以击退,并追求后者,有时甚至加以招引。在快乐与荣誉方面,你也能发现同样的情况。
- 1.61ἵν’ οὕτω δειχθῇ, ὑπὸ μίαν ἰδέαν ἀνάγεται τὰ καθ’ αὑτά
在表示目的的 ἵνα 之后,或者省略了间接疑问连词 εἰ(是否),或者直接由陈述语气现在时从句 ὑπὸ μίαν ἰδέαν ἀνάγεται 无连词并置,用以表达待证明的论题或疑问(“以便由此表明因其自身之物是否能被归入单一理念之下”)。
- 1.61τὰ γὰρ δι’ ἕτερα ἀγαθά
置于句首的宾格(或作悬空宾格/主题提示),充当动形容词 πειρατέον 所支配的不定词 ἀναγαγεῖν 的逻辑直接宾语(“至于那些因他物而为善的事物……根本就不应当试图将它们归入善的理念之下”)。
- 1.62τελειότεραι δὲ τῶν ἕξεων αἱ ἐξ αὐτῶν ἐνέργειαι, διὸ καὶ αἱρετώτεραι
解释亚里士多德为何使用不定词(φρονεῖν, ὁρᾶν)而非抽象名词(φρόνησις, ὅρασις)的插入性原因句,其根据在于现实活动(ἐνέργεια)相对于品质状态(ἕξις)的完满性与优越性。
