- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:527.25-528.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提乌斯注解了亚里士多德《尼哥马可伦理学》卷九末尾(1171b–1172a)关于共同生活的讨论,通过三段论论证了共同生活何以是友爱的本质及存在本身,并阐明友爱与德性如何通过共享的高尚活动得以增进,从而结束了对卷九的注解。
εἰ γὰρ ἡ φιλία κοινωνία, τὸ δὲ κοινωνεῖν συζῆν ἐστιν, ἡ φιλία ἄρα καὶ τὸ συζῆν ταὐτόν ἐστιν. αἱρετώτερον ἄρα τὸ συζῆν τοῦ ἀκούειν περὶ τοῦ φίλου, ὅπως διάγει καὶ ὡς πρότερον διὰ πολλῶν εἴρηται, τὸ αἰσθάνεσθαι ἡμᾶς ὅτι ἐσμὲν καὶ ζῶμεν, αἱρετόν ἐστιν. ὡς δὲ πρὸς ἑαυτὸν ἕκαστος τῶν σπουδαίων οὕτως καὶ πρὸς τὸν φίλον καὶ τὸ αἰσθάνεσθαι ἄρα καὶ ὁρᾶν τὸν φίλον αἱρετὸν ἄν εἴη. ὁρᾶν δὲ ἀπόντα οὐκ ἐνδέχεται. ἡ παρουσία ἄρα αὐτοῦ αἱρετή, ἐξ ἧς καὶ τὸ ὁρᾶν αὐτόν ἐστι καὶ αἱρετωτέρα τῆς ἀπουσίας ᾗ ἕπεται τὸ μὴ ὁρᾶν, ἀκούειν δέ ποτε πῶς ποτε διάγει. ἡ δὲ ἐνέργεια γίνεται αὐτῆς ἐν τῷ συζῆν. ἡ ἐνέργεια τῆς αἰσθήσεως, τουτέστι τοῦ ὁρᾶν τὸν φίλον, γίνεται ἐν τῷ συζῆν καὶ συνδιάγειν ἐν τῷ αὐτῷ, οὐ μὴν ἐν τῷ ἀπεῖναι καὶ μὴ συζῆν. εἰκότως ἄρα τοῦ συζῆν ἐφίενται. τὸ γὰρ εἶναι καὶ τὸ ζῆν αὐτοὺς τοῦτο οἴονται εἶναι τὸ συζῆν δηλονότι. καὶ εἴη ἂν ὁ συλλογισμὸς τοιοῦτος· αἱρετόν ἐστι τὸ εἶναι καὶ ζῆν, τὸ εἶναι καὶ ζῆν οἴονται ὑπάρχειν ἐν τῷ συζῆν, αἱρετὸν ἄρα τὸ συζῆν. ἢ καὶ οὕτως· αἱρετόν ἐστι τοῖς σπουδαίοις τὸ εἶναι καὶ ζῆν, τὸ δὲ εἶναι καὶ ζῆν ταὐτὸν εἶναι νομίζουσι τῷ συζῆν, αἱρετὸν ἄρα τοῖς σπουδαίοις τὸ συζῆν. καὶ ὁπότε ἐστὶν ἑκάστοις τὸ εἶναι ἢ οὗ χάριν αἱροῦνται τὸ ζῆν.1 οἱ μὲν οἰόμενοι, ὅτι οὐσία ἡμῶν καὶ ὅλως τὸ εἶναί ἐστι ζωὴ κατὰ νοῦν καὶ θεωρίαν καὶ τούτου χάριν, ἤτοι πράξει καὶ θεωρίᾳ διατελεῖν γεγόναμεν, καθ’ ἑαυτοὺς καὶ μετὰ τῶν φίλων πρακτικῶς καὶ θεωρητικῶς ζῆν βούλονται καὶ τῆς τοιαύτης ζωῆς ὁλικῶς ἀντέχονται καὶ οὕτως ἔχοντες καὶ οὕτω βιοῦντες οὐδέποτε ἀηδία αὐτοῖς ἐγγίνεται οὐδὲ ἀηδῶς ἔχουσι πρὸς ἀλλήλους. ὁ δ’ οἰόμενος, ὅτι τὸ εἶναι ἡμῶν ἐστιν ἐν τῷ ἐσθίειν καὶ πίνειν καὶ κυβεύειν ἤ τι τοιοῦτον ποιεῖν, οὗτος δὴ πάλιν μετὰ τοῦ τοιούτου φίλου συνδιάγειν αἱρεῖται, ἐσθίειν καὶ πίνειν καὶ κυβεύειν θέλοντος, καὶ ἁπλῶς ὅπερ ἂν ἕκαστος ἀγαπᾷ τῶν τῇδε, τοῦτο καὶ τὸ εἶναι αὐτοῦ οἴεται καὶ τούτου χάριν συνημερεύειν καὶ συζῆν αἱρεῖται μετὰ τῶν φίλων. καὶ ἔστιν ὁσημέραι πολλῶν ἀκούειν λεγόντων, ἡ ζωή μού ἐστι τὸ ἐσθίειν τοιάσδε τροφὰς ἢ τὸ ἔχειν τόδε τι ἢ πράττειν ἢ ποιεῖν τάδε τινά. καὶ διὰ τοῦτο συζῆν αἱροῦνται καὶ συνεῖναι μετὰ τῶν τὰς τοιαύτας ζωὰς ἀσπαζομένων καὶ οἰομένων εἶναι τὴν οὐσίαν αὐτῶν τὸν τοιόνδε βίον, οἷον τὸν ἀπολαυστικὸν ἢ χρηματιστικὸν ἢ σώφρονα καὶ σπουδαῖον. εἰ γάρ, ὡς εἴρηται, τὸ συζῆν αἱρετόν, τὸ δὲ συζῆν τὸ σὺν ἄλλῳ ζῆν ἐστιν ὄντι οἷος αὐτός, τοιοῦτος δ’ ὁ φίλος καὶ ὡς ἔχει δι’ ἃ συζῶσιν οὕτως καὶ αὐτοὶ καὶ αἱ φιλίαι αὐτῶν ἀγαθαί εἰσιν, εἰ δὲ φαῦλαι καὶ αὐτοὶ φαῦλοι2 καὶ αἱ φιλίαι αὐτῶν φαῦλαι καὶ ἀβέβαιοι, ὅτι καὶ δι’ ἃ φιλοῦσι φαῦλα καὶ ὅσον ἂν συζῶσι καὶ ἐξομοιοῦνται ἀλλήλοις τοσοῦτον μοχθηροὶ γίνονται. ἡ δὲ τῶν ἐπιεικῶν φιλία ἐπιεικὴς καὶ βέβαιος, συναυξανομένη ταῖς ὁμιλίαις· ταῖς γὰρ καλλίσταις ὁμιλίαις καὶ ἐνεργείαις συναυξανομένης τῆς ἀρετῆς, συναυξάνεται καὶ ἡ φιλία· συναυξάνεται δὲ ταῖς ὁμιλίαις, διότι πάντων αἱ ἐπιδόσεις ταῖς ἐνεργείαις γίνεσθαι πεφύκασι· τούτου τε οὖν ἕνεκα συναυξάνονται καὶ τοῦ διορθοῦσθαι ἀλλήλους. ἀπομάττονται γὰρ ἀπ’ ἀλλήλων καὶ ἐπισπῶνται πρὸς ἑαυτοὺς τὰ ἀλλήλων ἔργα καὶ τοὺς λόγους οἷς ἀρέσκονται καὶ ὧν ἕνεκα φίλοι εἰσίν. “ἐσθλὰ μὲν γάρ, φησίν ἡ ποίησις, ἀπ’ ἐσθλῶν.” ὥστε καὶ ἀπὸ τῶν φαύλων φαῦλα ἀπομαξόμεθα καὶ ἀποθησαυρίσομεν. ὧδε μὲν οὖν πεπλήρωται τὸ Ἰῶτα τῶν Ἠθικῶν Νικομαχείων καὶ αἱ εἰς αὐτὸ σχολαί.
因为,如果友爱是一种共同关系,而建立共同关系就是共同生活,那么友爱与共同生活便是同一回事。因此,相比于听闻友人如何度日,共同生活乃是更值得选择的;并且正如先前详尽阐明的那样,我们感知到我们的存在与活着,是值得选择的。既然优秀的各人如何对待自身,也就如何对待友人,那么感知并看见友人便也是值得选择的。然而,看见不在场的人是不可能的。因此他的在场是值得选择的,正是由此才有了看见他,并且[在场]比不在场更值得选择——因为不在场伴随着无法相见,而只是偶或听闻他究竟境况如何。“而其现实活动则在共同生活中生成”。感觉的现实活动,即看见友人,是在同一处共同生活与朝夕相处中生成的,绝不是在分离与不共同生活之中[生成的]。因此,他们渴望共同生活是理所当然的。因为他们认为,他们的存在与活着就是这——显而易见也就是共同生活。而这一三段论当是如此:“存在与活着是值得选择的;他们认为存在与活着在于共同生活;因此共同生活是值得选择的。”或者也是如此:“存在与活着对于优秀之人而言是值得选择的;而他们认为存在与活着与共同生活是同一回事;因此共同生活对于优秀之人而言是值得选择的。”“以及对各自而言存在究竟是什么,或是为了什么而选择活着”。一些人认为,我们的实体以及一般而言的存在就是依循理知与沉思的生命,且为了此——即为了在实践与沉思中度过一生——我们才得以生成,他们便愿独自并与友人一同在实践与沉思中生活,并全然执守于此种生命;处于这种状态并依此生活的人,彼此之间绝不会产生讨厌,也不会互相觉得不快。而那认为我们的存在在于吃喝、掷骰子或做某种诸如此类之事的人,则又选择与想要吃喝及掷骰子的这类友人朝夕相处;简而言之,各人无论喜爱尘世间的何种事物,便将此视为其存在,并为此选择与友人共度时日、共同生活。并且每天都能听到许多人说:“我的生命就是吃某种食物,或者拥有某物,或者践行与从事某些事情。”因此他们选择与拥抱这些生活、并认为自身实体就是此类生活的人共同生活、相互来往——例如享乐的生活、谋利的生活,或是节制而优秀的生活。因为正如所说,如果共同生活是值得选择的,而共同生活就是与像自己一样的人共同生活,且友人正是这样的人,那么根据他们据以共同生活的那些事物的状况,[若那些事物是善好的],他们自身及其友爱也是善好的;但若是卑劣的,他们自身也是卑劣的,其友爱也是卑劣而不稳固的,因为他们据以相爱的事物也是卑劣的,并且他们共同生活并彼此同化得越多,就变得越发败坏。然而公正之人的友爱则是公正而稳固的,随着交往而一同增长;因为随着德性通过最高尚的交往与活动而一同增长,友爱也随之增长。而随着交往增长,是因为一切事物的提升本性上都是通过现实活动而生成的;因此,无论为了这个缘故,还是为了相互匡正,[德性与友爱]都会一同增长。因为他们从彼此身上汲取并向自身引纳相互的行迹与言论——即他们所赞同的、以及他们赖以成为友人的那些行迹与言论。“因为好人出好果,”诗歌如是说。因此,从卑劣者身上我们也将汲取并积聚卑劣之事。至此,《尼哥马可伦理学》卷九(伊奥塔)及其讲义便告结束。
- 8.50καὶ ὁπότε ἐστὶν ἑκάστοις τὸ εἶναι ἢ οὗ χάριν αἱροῦνται τὸ ζῆν
引用亚里士多德原文 1172a1–2(“καὶ ὅ ποτ' ἐστὶν...”)。虽然在传抄文本中写作连词 ὁπότε,但实际上是不定关系代词 ὅ ποτε(“无论……是什么”),在此作为标题性的名词从句(“以及对各自而言存在究竟是什么,或是为了什么而选择活着”),引出后文 οἱ μὲν οἰόμενοι... 等句的主题。
- 8.50καὶ ὡς ἔχει δι’ ἃ συζῶσιν οὕτως καὶ αὐτοὶ καὶ αἱ φιλίαι αὐτῶν ἀγαθαί εἰσιν, εἰ δὲ φαῦλαι καὶ αὐτοὶ φαῦλοι
由相关结构 ὡς... οὕτως... 与包含省略的条件从句组合而成的复合结构。其逻辑骨架为:按照他们据以共同生活的事物的状况,[若这些事物是善好的],则他们自身及其友爱也是善好的;但若[那些原因是]卑劣的(εἰ δὲ φαῦλαι),则他们自身也是卑劣的。前半句省略了与后半句 εἰ δὲ φαῦλαι 形成对称的肯定前提条件。
