- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:526.6-527.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《尼各马可伦理学》卷九(1171b18起)的内容,欧斯特拉提乌斯阐述了在不幸与顺境中何时应当邀请友人或不请自来的准则,探讨了如何避免日常相处中产生的生厌与不快(ἀηδία),并结合词句重音的训诂阐释了朋友共同生活的价值。
" Ὅθεν καὶ τὸ “ἅλις ἐγὼ δυστυχῶν.” "Ἐκ τοῦ μὴ δεῖν ἀναπιμπλάναι τῶν οἰκείων κακῶν τοῖς φίλοις μηδ’ ὅλως λύπης ἡμᾶς αὐτοῖς αἰτίους γίνεσθαι καὶ τὸ τοῦ τραγῳδοῦ παροιμιῶδες γέγονε, τὸ “ἅλις ἐγὼ δυστυχῶν”, ἀρκεῖ τὸ ἐμὲ δυστυχεῖν καὶ οὐ δεῖ καὶ τὸν φίλον συνδυστυχεῖν ἢ συλλυπεῖσθαι. τί οὖν Ἀριστοτέλης; οὐδαμῶς ἐν ταῖς δυστυχίαις τοὺς φίλους καλέσομεν παραμυθησομένους καὶ ἀνακουφίσοντας τὸ βαρὺ τῆς λύπης; ναί, φησί, παρακλητέον, οὐκ ἐν ἅπαντι δὲ καὶ τῷ τυχόντι καιρῷ ἀλλ’ ὅταν μέλλωσιν ὀλίγα μὲν ἐνοχληθῆναι μεγάλως δ’ ὠφελῆσαι. ὅταν δὲ μεγάλα μὲν λυπηθῆναι μέλλωσιν, ἡμᾶς δὲ μηδὲν ὀνήσειν ἀλλὰ καὶ μᾶλλον λυπήσειν (εἴρηται γὰρ ὅτι τὸ λυπούμενον διὰ τὴν ἡμῶν δυστυχίαν ὁρᾶν τὸν φίλον ἀνιαρόν ἐστιν), οὐ δεῖ καλεῖν. ἐν μὲν ταῖς εὐτυχίαις, καθάπερ εἴρηται, δεῖ καλεῖν τοὺς φίλους, ἐν δὲ ταῖς δυστυχίαις εὐλαβεῖσθαι καὶ ὑποστέλλεσθαι μή πως λάθωμεν αὐτοὺς λυπήσειν. ἡμᾶς μὲν οὖν οὕτω χρῆναι ποιεῖν, τοὺς δὲ φίλους ἔμπαλιν ἐν μὲν ταῖς κακοπραγίαις καὶ δυστυχίαις ἀκλήτους ἰέναι. καλὸν γὰρ τὸν εὖ πράττοντα φίλον 〈πρὸς τὸν ἐν δυστυχίαις ὄντα φίλον αὐτοῦ αὐθόρμητον ἰέναι καὶ ἐπικουρεῖν ὅση δύναμις (φίλου γὰρ ὄντως ἀληθοῦς ἐστι τὸ ἄκλητον βαδίζειν ἐπὶ τὸν κακῶς ἔχοντα φίλον〉) καὶ παντοίως θεραπεύειν1 καὶ μάλιστα τὸν ἐν χρείᾳ τυγχάνοντα καὶ δεόμενον πολλῶν ἢ τινων. ἄμφω γάρ, φησί, κάλλιον καὶ ἥδιον, τουτέστι τὰ δύο, ἤτοι τό τε εὖ ποιεῖν καὶ τὸ ἄκλητον ἰέναι κάλλιόν ἐστι καὶ ἥδιον τοῦ ἑνὸς τοῦ μετ’ ἀξιώσεως εὖ ποιεῖν. κατὰ μὲν οὖν τὰς δυστυχίας, ὡς λέγομεν ἀκλήτους ἰέναι δεῖ, ἐν δὲ ταῖς εὐτυχίαις πρὸς μὲν τὸ συμπονεῖν καὶ συνεργεῖν ἐν οἷς ἐστι τούτου χρεία (ἔστι γάρ ποτε κἀν ταῖς εὐημερίαις χρεία φίλων) καὶ ἀκλήτους ἰέναι καὶ παραγίνεσθαι ταχέως, πρὸς δὲ τὸ συναπολαύειν τῶν τοῦ φίλου ἀγαθῶν καὶ συνευπαθεῖν σχολαιότερον. οὔτε γὰρ καλόν ἐστιν οὔτε φιλικὸν δοκεῖ εἶναι τὸ προθυμεῖσθαι παρὰ τῶν φίλων ὠφελείας πορίζεσθαι καὶ παρακερδαίνειν· κολάκων γὰρ τὸ τοιοῦτον ἢ καὶ ἀνελευθέρων ἀλλ’ οὐ φίλων. Δεῖ δὲ καὶ δόξαν ἀηδίας ἀπωθεῖσθαι καὶ ἀποπέμπεσθαι ἀφ’ ἡμῶν. εἰ γὰρ καὶ μὴ ἀηδές ἐστι τῷ φίλῳ τὸ συνεχέστερον ἡμᾶς ἐκείνῳ συνεσθίειν καὶ συναπολαύειν τῶν αὑτοῦ ἀγαθῶν, ὅμως ἡμᾶς εὐλαβεῖσθαι χρὴ καὶ ὑποστέλλεσθαι μήπως δόξωμεν ἀηδεῖς. ἐνίοτε γὰρ τῇ συνεχεῖ παρουσίᾳ συμβαίνει κόρος καὶ ἀηδία. τὸ δὲ ἐνίοτε εἶπε διὰ τοὺς σπουδαίους καὶ λόγου καὶ θεωρίας κοινωνοῦντας. ἐν τούτοις γὰρ οὐδαμῶς οὐδέποτε κόρος προσγίνεται ἀλλὰ χαίρουσιν ἀεὶ συνεῖναι καὶ συνεχῶς συναπολαύειν τῶν ἑκάστοις καλῶν. ἆρ’ οὖν, ὥσπερ τοῖς ἐρῶσι τὸ ὁρᾶν ἀγαπητότατόν ἐστι καὶ μᾶλλον αἱροῦνται ταύτην τὴν αἴσθησιν. διὰ τούτων οἶμαι διδάσκει ποίοις ἔργοις καὶ ποίαις πράξεσι τῶν συζώντων ἕπεται ἀηδία καὶ ποίοις οὐχ ἕπεται· καὶ λέγει ἐκείνοις μηδεμίαν ἕπεσθαι ἀηδίαν καὶ ἀπαρέσκειαν, οἷς ἀμφότεροι ἀρέσκονται καὶ βούλονται συνεχῶς ἐνεργεῖν, οἷον εἰ ἀμφότεροι συγκυβεύειν βούλονται ἢ συμπίνειν καὶ τοῦτο βουλόμενοι συγκυβεύουσι καὶ συμπίνουσι, οὐδέποτε θάτερος θατέρῳ ἀηδὴς ἔσται. εἰ δὲ τῷ μέν ἐστι μᾶλλον τὸ κυβεύειν ἡδὺ τοῦ πίνειν, τῷ δὲ τὸ πίνειν τοῦ κυβεύειν, ἡ συνέχεια τῆς κυβείας ἀηδής ἐστι τῷ πότῃ καὶ ὁ συνεχῶς κυβεύων τῷ συνεχῶς πίνοντι ἢ πίνειν συνεχῶς θέλοντι. εἰ δὲ ἀηδεῖς ἀλλήλοις, συμβαίνει γίνεσθαι τοὺς μὴ τοῖς αὐτοῖς ἀρεσκομένους.2 οἱ δὲ σπουδαῖοι φίλοι τοῖς αὐτοῖς ἀεὶ χαίρουσι καὶ τοῖς αὐτοῖς ἀρέσκονται· οὐδέποτε ἀλλήλοις οὗτοι ἀηδεῖς ἔσονται. ἃ μὲν βούλεται λέγειν, ταῦτά ἐστιν· ἐν δὲ τῇ λέξει τῇ ἆρ’ οὖν τὸ ἆρα οὐ περισπᾶν χρὴ ἀλλ’ ὀξύνειν.3 οὐ γὰρ ὡς ἐρωτῶν ἀλλ’ ὡς ἀποφαινόμενος ταῦτα λέγει, ὡς εἰ ἔλεγεν ἤδη τοίνυν δῆλόν ἐστιν ἀφ’ ὧν εἴπομεν, ὅτι ὥσπερ οἱ ἐρῶντες μᾶλλον ὁρᾶν βούλονται τὸν ἐρώμενον ἢ ἀκούειν περὶ ἐκείνου ὅπως ἔχει, ὡς κατὰ τὴν ὅρασιν μᾶλλον τοῦ ἔρωτος ὄντος ἢ κατὰ τὴν ἀκοήν, οὕτω καὶ τοῖς φίλοις αἱρετώτερόν ἐστι τὸ συνεῖναι καὶ συζῆν ἢ ἀπ’ ἀλλήλων διεστηκότας ἀκούειν καὶ μανθάνειν, πῶς τε διάγουσι καὶ πῶς ἔχουσιν.
“由此便有了‘有我遭逢不幸便已足矣’之语。” 由于不应当用自身的灾祸侵染友人,也不应当使我们在任何程度上成为他们悲痛的原因,悲剧诗人的这句名言便流传开来:“有我遭逢不幸便已足矣”——意即我一人受难便足够了,友人不应当一同遭难或同悲。那么亚里士多德是怎么说的呢?难道在不幸之中,我们绝不能邀请友人来慰藉并减轻悲痛的沉重吗?他说,是的,应当邀请,但绝不是在任何时机或随意的时刻,而是在他们虽受少许打扰却能给予巨大帮助的时候。然而,当他们将要大感悲痛,却对我们毫无裨益、反而使我们更加痛苦时(因为正如所言,看见友人因我们的不幸而悲痛是一件令人难过的事),便不应当邀请。如前所述,在顺境中应当邀请友人,但在逆境中则当谨慎与退让,唯恐我们不知不觉中使他们悲痛。因此,我们自身应当这样行事;但友人则相反,在受挫与逆境中应当不请自来。因为处境顺遂的友人〈自发地走向身处不幸的友人并竭尽全力予以相助,乃是高尚的(因为不请自来走向处境艰难的友人,确实属于真正的朋友)〉,并多方照拂他,尤其是照拂那碰巧处于窘迫之中、需要诸多之物或某些事物的人。他说,因为“二者皆更高尚且更令人愉悦”,也就是说,兼具两点——即施惠与不请自来这两者——比起因受请求而施惠这一单方面的事情来,是更高尚且更令人愉悦的。因此,正如我们所说,在逆境中应当不请自来;但在顺境中,为了在需要分担劳苦与协作的事情上分担与协作(因为即便在得志之日有时也需要友人),既当不请自来且应迅速赶到;然而为了共同享受友人的善好之物并同享福乐,则当迟缓一些。因为热衷于从友人处谋取好处并附带图利,既不高尚,也显得毫无友道;因为这样的行径属于谄媚者或卑鄙小人,而不属于友人。此外,我们也必须将令人讨厌的声名从自身拒之门外、驱散开来。因为即便我们更频繁地与他共餐并同享其善好之物对友人来说并不令其讨厌,我们依然应当谨慎与退让,唯恐显得令人讨厌。因为有时过于频繁的在场会导致厌倦与生厌。但他之所以说“有时”,是针对那些分享理知与沉思的优秀之人而言的;因为在他们当中绝不会产生厌倦,相反,他们总是欣喜于共处,并不间断地共同享受属于各自的高尚事物。“难道正如对于恋爱者而言观看是最为珍视之事,且他们宁可选择这一感觉……”我想,他通过这些话指明了同住者从事怎样的事务与怎样的行为会伴随讨厌,怎样的则不会伴随;他说,凡双方都感到合意并愿意持续付诸实践的事情,绝不伴随任何讨厌与不快——例如若双方都想一同掷骰子或一同饮酒,并且本着这种意愿一同掷骰子与一同饮酒,则彼此绝不会对另一方产生讨厌。但若对于一人来说掷骰子比起饮酒更令人愉悦,而对于另一人来说饮酒比起掷骰子更令人愉悦,那么持续的掷骰子对于饮酒者而言便是令人讨厌的,持续掷骰子的人对于持续饮酒或希望持续饮酒的人而言也是如此。而如果不能在相同的事物上意气相投,他们之间便会变得互相讨厌。但是优秀的友人总是因相同的事物而欣喜,对相同的事物感到合意;这些人彼此之间绝不会成为令人讨厌的。他所要表达的意思正是这些。而在“ἆρ’ οὖν”这一语词中,对“ἆρα”不应标抑扬音,而当标锐音。因为他讲这些话不是作为提问者,而是作为断定者,仿佛他在说:‘因此,从我们所说的话中显而易见的是,正如恋爱者宁愿看见被爱者,也不愿听闻关于他的消息(因为恋爱更多是通过视觉而非听觉产生的),朋友之间也是如此,相比于彼此分离去听闻和探知对方如何度日、境况如何,共同相处并共同生活乃是更值得选择的。’
- 8.50καλὸν γὰρ τὸν εὖ πράττοντα φίλον 〈πρὸς τὸν ἐν δυστυχίαις ὄντα φίλον αὐτοῦ αὐθόρμητον ἰέναι καὶ ἐπικουρεῖν ὅση δύναμις (φίλου γὰρ ὄντως ἀληθοῦς ἐστι τὸ ἄκλητον βαδίζειν ἐπὶ τὸν κακῶς ἔχοντα φίλον〉) καὶ παντοίως θεραπεύειν
尖括号〈…〉中的部分是校勘者补入的文本残缺处。该部分在由表语形容词 καλόν 引出的“带宾格的不定式”结构(τὸν εὖ πράττοντα φίλον ... ἰέναι καὶ ἐπικουρεῖν ... καὶ θεραπεύειν)中充当主语,表达身处顺境的友人主动探访并援助身处不幸的友人是高尚的。
- 8.50εἰ δὲ ἀηδεῖς ἀλλήλοις, συμβαίνει γίνεσθαι τοὺς μὴ τοῖς αὐτοῖς ἀρεσκομένους
此处包含语序倒置。其基本句法结构为 συμβαίνει τοὺς μὴ τοῖς αὐτοῖς ἀρεσκομένους γίνεσθαι ἀηδεῖς ἀλλήλοις(“不喜爱相同事物的人们发生互相讨厌的情况”),其中作表语的形容词短语 ἀηδεῖς ἀλλήλοις 被提前至句首以示强调。
- 8.50ἐν δὲ τῇ λέξει τῇ ἆρ’ οὖν τὸ ἆρα οὐ περισπᾶν χρὴ ἀλλ’ ὀξύνειν
以弗所的米迦勒在此给出了校勘与句法判断:此处不应读作表示疑问的虚词 ἆρα(抑扬音),而应读作表示推论的连词 ἄρα(锐音)。他紧接着指出的理由是:亚里士多德在此“不是作为提问者,而是作为断定者”(οὐ γὰρ ὡς ἐρωτῶν ἀλλ’ ὡς ἀποφαινόμενος)在说话。
