- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:524.23-526.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《尼各马可伦理学》卷九第十一章(1171a34起),解释了为何逆境中友人的在场是由慰藉(快乐)与同悲(痛苦)混合而成的,并指出刚毅之人为免使友人痛苦既不自我哀啼亦不接纳共哀者,而在顺境中友人的在场则是纯粹无杂的快乐。
" Ἔοικε δ’ ἡ παρουσία μικτή τις αὐτῶν εἶναι." Ἡ τοῦ φίλου, φησί, παρουσία μικτὴ εἶναι δοκεῖ ἐξ ἡδονῆς καὶ λύπης, ὡς τὸ φαιὸν ἐκ λευκοῦ καὶ μέλανος· ἡδεῖα μὲν ὅτι τὸ ὁρᾶν τὸν φίλον ἡδὺ καὶ μάλιστα ἐν ταῖς ἀτυχίαις. γίνεται γὰρ ἐπικουρία πρὸς τὸ μὴ λυπεῖσθαι. παραμυθητικὸς γὰρ ὁ φίλος καὶ ὁρώμενος καὶ λαλῶν καὶ μάλιστα ἐὰν ᾖ ἐπιδέξιος, λέγων ἐπιδεξίους τοὺς εὐφυεῖς λέγειν τὰ προσήκοντα ἑκάστῳ καιρῷ. τοιοῦτοι δὲ μάλιστα οἱ σπουδαῖοι. οἶδε γάρ, φησί, τὸ ἦθος, ἤτοι ὁ σπουδαῖος τὸν ὅμοιον ἑαυτῷ, τίσιν ἥδεται καὶ τίσι λυπεῖται καὶ ὁποίοις ἀρέσκεται καὶ ἀπαρέσκεται, καὶ εἰδὼς λέγει καὶ πράττει, οἷς ἥδεται καὶ ῥᾳστωνεύεται. ἡδεῖα μὲν οὖν ἐστι διὰ ταῦτα ἡ τοῦ φίλου παρουσία, λυπηρὰ δὲ καθὸ γινώσκει τὸν φίλον συλλυπούμενον καὶ συναλγοῦντα. οὐδεὶς γὰρ εὐφρονῶν βούλεται λυπεῖν τὸν τυχόντα μήτοι γε φίλον, καὶ αἴτιος γίνεσθαί τινος αἰτίας. ἀλλὰ τίνος ἕνεκεν εἶπε τοῦτο, λέγω δὴ τὸ ὅτι μικτή ἐστιν ἡ τοῦ φίλου παρουσία; ἢ ἐπειδὴ εἶπεν, ὅτι κουφίζει, ἀλλ’ οὐ τέλεον ἐκμοχλεύει καὶ παντάπασιν ἀφανίζει, διὰ τοῦτο ἐπήγαγε ταῦτα, ὡς εἰ ἔλεγε διὰ τοῦτο ‘οὐκ εἶπον, ὅτι ἄρδην ἀφανίζει καὶ τέλεον ἀναιρεῖ τὴν λύπην ἡ τοῦ φίλου παρουσία ἀλλὰ κουφίζει, διότι καὶ λυπεῖ τὸν φίλον γινώσκοντα ὅτι συλλυπεῖται καὶ συναλγεῖ.’ τέλεον γὰρ ἂν ἦν ἡ τοῦ φίλου παρουσία ἀναιρετικὴ καὶ ἀφανιστικὴ τῆς τοῦ δυστυχοῦντος φίλου λύπης, εἰ ἄλυπος διετέλει ὁ φίλος προσελθών. ἐπεὶ δὲ οὐχ οὕτως ἔχει ἀλλὰ συλλυπεῖται καὶ συμπενθεῖ, κουφίζει μὲν ὡς ἡδύς, οὐκ ἀναιρεῖ δὲ τέλεον, ὡς λύπην ἐμποιῶν δι’ αὐτὸ τὸ συλλυπεῖσθαι. Εἰπὼν δὲ ὅτι οὐδεὶς βούλεται λυπεῖν τὸν φίλον, ἐπιφέρει καὶ διὰ τὸ φεύγειν καὶ μὴ θέλειν αἰτίους λύπης γενέσθαι τοῖς φίλοις οἱ ἀνδρώδεις τὴν φύσιν καὶ γενναίως φέροντες τὰς τύχας εὐλαβοῦνται τοὺς φίλους συλλυπεῖσθαι αὐτοῖς, καὶ διὰ ταύτην τὴν εὐλάβειαν χαίρειν προσποιοῦνται καὶ γελῶσι καὶ ὡς μηδέν τι λυπηρὸν πάσχοντες διάγουσι· καὶ ὅλως, φησίν, ἂν μὴ ὑπερτείνωσι τὴν ἀλυπίαν·1 λέγει δὲ ἀλυπίαν τὴν σφοδροτάτην καὶ ἐπιτεταμένην λύπην οὐχ ὑπομένειν, τουτέστι ὅτι τὸ αἴτιος γενέσθαι τοῖς φίλοις λύπης ὁ ἀτυχῶν οὐχ ὑπομένει οὐδ’ αἱρεῖται οὐδὲ βούλεται. διά γε γοῦν, ὡς εἴρηται, τὸ μὴ θέλειν ὁ ἀτυχῶν λυπεῖν τὸν φίλον, εὐλαβεῖται συλλυπούμενον ὁρᾶν αὐτοῦ καὶ διὰ τὸ μηδ’ αὐτὸν εἶναι θρηνητικόν. φαύλων γὰρ καὶ ἀγεννῶν τὸ καθάπερ γυναῖκα κλαίειν καὶ ἀποδύρεσθαι διὰ τὰς δυστυχίας· ἀλλ’ οὐ σπουδαίων. καὶ διὰ τοῦτο συνθρήνους οὐ προσίενται. σύνθρηνος γάρ ἐστι ὁ θρηνοῦντι συνθρηνῶν. τῷ δὲ δυστυχοῦντι μὲν διὰ δὲ τὴν οἰκείαν ἀρετὴν γενναίως φέροντι τὴν τύχην καὶ μὴ θρηνοῦντι πῶς ἔσται ὁ συνθρηνῶν; ἢ ὁ οὕτως ἔχων πῶς προσήσεται τὸν θρηνοῦντα; γυναικῶν γὰρ ἢ καὶ γυναικωδῶν ἀνδρῶν ἐστι τὸ ζητεῖν ἔχειν τοὺς συστενάζοντας καὶ συνθρηνοῦντας, οὓς γυναικώδεις οὐ μιμεῖσθαι χρή· ἀλλὰ καὶ εὐτυχοῦντας καὶ δυστυχοῦντας ἡμᾶς καὶ μέσως ἔχοντας πρὸς τοὺς βελτίονας ἀποβλέπειν χρὴ κἀκείνοις παρέπεσθαι. ἡ δὲ ἐν ταῖς εὐτυχίαις τῶν φίλων παρουσία τήν τε διαγωγὴν ἔχει· ἐν μὲν ταῖς ἀτυχίαις μικτή τίς ἐστιν, ὡς εἴρηται, ἡ τῶν φίλων παρουσία ἐξ ἡδονῆς καὶ λύπης, ἐν δὲ ταῖς εὐτυχίαις ἄκρατος καὶ καθαρὰ καὶ πάσης λύπης ἀμιγής· τήν τε γὰρ διαγωγήν,2 ἤτοι τὸ βάδισμα τὸ βλέμμα τὴν στάσιν τὴν καθέδραν τοὺς λόγους καὶ τὴν ἔννοιαν. ἐννοῶν γὰρ ὁ εὐτυχῶν, ὅτι ἡδονὴν ἐμποιεῖ τῷ φίλῳ διὰ τῶν προσόντων ἀγαθῶν ἑαυτῷ, χαίρει καὶ ἀγάλλεται. διὸ δόξειεν ἂν ἐν μὲν ταῖς εὐτυχίαις καλεῖν τοὺς φίλους, διότι δεῖ καὶ τῷ ὄντι πρεπωδέστατόν ἐστιν ἡμᾶς ἀνδρώδεις εἶναι καὶ μὴ γυναικώδεις, καὶ διὰ τὸ λυπηρὸν ὑπάρχειν τὸ λύπης αἰτίους γίνεσθαι ἡμᾶς τοῖς φίλοις. ἔνδοξόν ἐστι καὶ ἐντιμότατον εἰς μὲν τὰς εὐτυχίας καλεῖν τοὺς φίλους καὶ εὐεργετεῖν (καλὸν γὰρ τὸ εὐεργετικὸν εἶναι), εἰς δὲ τὰς δυστυχίας καλεῖν ὀκνηρῶς ἔχειν. οὐ δεῖ γὰρ ἑκουσίως τοῖς φίλοις μεταδιδόναι τῶν οἰκείων κακῶν. εἰ γὰρ ὁ φίλος ἄλλος οἷος ὁ φιλῶν ἐστι καὶ ἃ βούλεται ἑαυτῷ παρεῖναι ταῦτα καὶ τῷ φίλῳ (τὰ ἀγαθὰ δὲ βούλεται ἑαυτῷ), τῶν ἀγαθῶν ἄρα καὶ τῷ φίλῳ μεταδιδόναι δεῖ καὶ οὐ τῶν ἀπὸ τῆς ἀτυχίας κακῶν· ὥστε οὐδὲ καλεῖν ἐν δυστυχίαις δόξειεν ἂν καλὸν εἶναι τοὺς φίλους.
“然而他们的在场似乎是某种混合的事物。” 他说,友人的在场似乎是由快乐与痛苦混合而成的,正如灰色是由白色与黑色混合而成的一样:一方面是令人愉悦的,因为看见友人是令人愉悦的,尤其在不幸中;因为这成了免于悲伤的援助。因为友人无论在被看见时还是在说话时都是一种慰藉,尤其是当他应对得体时——他所说的“得体者”是指那些天生善于在每个时机说出得体话语的人。而优秀之人最是这样的人。他说,因为优秀之人深知与自己相似之人的品性,即他因何事而快乐,因何事而悲伤,喜爱何物又讨厌何物;正因为知晓这些,他便言其所喜、行其所乐,使友人感到愉悦与舒坦。因此,由于这些缘故,友人的在场是令人愉悦的;但只要得知友人与自己同悲共苦,这又是令人痛苦的。因为任何头脑清醒的人都不会愿意让萍水相逢的人悲伤,更不用说友人了,也不会愿意成为某种受指责的原因。然而他为何要说这一点,即友人的在场是混合的事物呢?是否因为他说过这能减轻[悲伤],但并非完全铲除并彻底消除它,所以才补充了这些话,正如他因此说道:“我并未说友人的在场彻底消除并完全除去悲伤,而是说它能减轻悲伤,因为这同样会使得知友人正在与自己同悲共苦的友人感到痛苦。”因为如果前来的友人始终不感痛苦,那么友人的在场本可以完全除去并消除身处不幸之友人的悲伤。但事实并非如此,他反而与之一同悲痛、一同哀悼,因此他作为令人愉悦之人固然能减轻悲伤,但因恰恰通过同悲而产生痛苦,所以并不能完全消除它。在说过没有人愿意让友人悲伤之后,他[亚里士多德]接着补充道,由于避开且不愿成为友人悲痛的原因,天性刚毅且气度高尚地承受命运的人们谨防友人与自己同悲;正由于这种谨慎,他们假装欢喜,笑逐颜开,度日时仿佛自己并未经受任何痛苦;并且概而言之,他说,“除非他们超越了无痛”。他所说的“无痛”是指不能忍受最剧烈、最沉重的悲痛,也就是说,身处不幸者不能忍受、不愿选择、也不想成为友人悲痛的原因。总之,正如所言,由于不幸者不愿让友人悲伤,又由于他自己并非惯于哀泣之人,所以他谨防看见友人与自己同悲。因为因不幸而如妇人般啼哭哀号,是卑劣且下贱之人的行径,而非优秀之人的行径。正因如此,他们不接纳共哀者;因为共哀者就是与哀泣者一同哀叹之人。但是对于身处不幸却因自身德性而高尚地承受命运且并不哀泣的人而言,怎会有共哀者呢?或者这样的人又怎会接纳哀叹之人呢?因为寻求拥有同声叹息与共哀之人,是女人或如妇人般软弱之男子的做法,而人们绝不应当效仿这些软弱之人;相反,无论处于顺境、逆境还是中间状态,我们都应当仰望更为优秀的人,并追随他们。而在顺境中友人的在场则具有〔令人愉悦的〕生活方式[……]。正如所言,在不幸中友人的在场是由快乐与痛苦混合而成的,但在顺境中则是纯粹、澄澈且不杂任何痛苦的;因为[它具有]“生活方式” ——即步伐、眼神、站姿、坐态、言语——以及“其思念”。因为身处顺境者思念到自己正通过属于自身的善好之物使友人获得快乐,便感到欣喜与自豪。因此,在顺境中似乎应当邀请友人,因为我们应当刚毅而不应软弱,这确实是最合宜的,而且因为我们成为友人悲痛的原因是一件痛苦的事。在顺境中邀请友人并行善举(因为乐善好施是高尚的),是光荣且极受尊重的,但在逆境中邀请友人则应有所迟疑。因为人不应当自愿将属于自己的灾祸分与友人。因为如果朋友是爱他之人的另一个自己,并且他希望自己拥有的,也同样希望友人拥有(而他为自己所希望的乃是善好),那么他就应当将善好分与友人,而非将源于不幸的灾祸分与友人;因此在逆境中邀请友人似乎也是不高尚的。
- 8.49ἂν μὴ ὑπερτείνωσι τὴν ἀλυπίαν
此句对应亚里士多德原文(1171b7,异文作 ἂν μὴ ὑπερτείνῃ τῇ ἀλυπίᾳ 等)。以弗所的米迦勒将 ὑπερτείνω 作及物动词,以 τὴν ἀλυπίαν 作其直接宾语。此外,他将 ἀλυπία 反常地解释为“不能忍受极度悲痛”(即剧烈悲痛的承受极限),意指:除非身处不幸者的悲痛超出其隐忍承受的限度,否则决不让友人分担痛苦。
- 8.49τήν τε γὰρ διαγωγήν
引用并概括亚里士多德原文(1171b12-13: ἡ δʼ ἐν ταῖς εὐτυχίαις τῶν φίλων παρουσία τήν τε διαγωγὴν ἡδεῖαν ἔχει καὶ τὴν ἔννοιαν...)所产生的省略结构。宾格 διαγωγήν 与后文的 ἔννοιαν 充当承前省略的谓语动词(如 ἔχει 或 使动词 ἡδεῖαν ποιεῖ)的直接宾语。
