← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§523.14-524.22

顺境与逆境中对朋友的需要及减轻悲痛的机制

针对亚里士多德提出的在顺境还是逆境中更需要朋友这一疑难(Bekker 1171a21),欧斯特拉提乌斯阐明在两种境遇中都需要朋友、但在逆境中更为必需,并通过感官感知及相反者混合的比喻(包括希波克拉底的警句),论述了朋友的在场如何减轻悲痛的机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.48

" Πότερον οὖν ἐν εὐτυχίαις φίλων μᾶλλον δεῖ ἢ ἐν δυστυχίαις." Ὃ μὲν ἀπορεῖ, πάνυ σαφές ἐστιν. ὁμοίως γὰρ οἱ ἐν ἀπορίαις καὶ οἱ ἐν εὐπορίαις φίλων δέονται, οἱ μὲν γὰρ ἀποροῦντες δι’ ἐπικουρίαν καὶ βοήθειαν καὶ ἀποτροπὴν τῆς ἀτυχίας, οἱ δ’ εὐτυχοῦντες δέονται μεθ’ ὧν συμβιώσονται, δι’ ἃς ἤδη πεπαύμεθα λέγοντες αἰτίας, καὶ οὓς εὖ δράσουσι. βούλονται γὰρ σπουδαῖοι ὄντες εὖ δρᾶν. κάλλιον δὲ τῶν ὀθνείων τοὺς φίλους εὖ ποιεῖν· καὶ εἴρηται καὶ τούτου τὸ αἴτιον. πλὴν ἀναγκαιότερος ὁ φίλος ἐν ταῖς ἀτυχίαις· ἐν ταύταις γὰρ χρεία χρημάτων. ἔστι δ’ ὁ σπουδαῖος φίλος ἐν ἅπαντι καιρῷ, μάλιστα δ’ ἐν ταῖς ἀτυχίαις χρήσιμος καὶ ἡδύς· κάλλιον δ’ ὑπάρχειν ἐν ταῖς εὐτυχίαις φίλον καὶ ἡδύτερον· καὶ εἴρηται καὶ τούτου τὸ αἴτιον, ῥηθήσεται δὲ καὶ αὖθις καὶ διὰ τὸ εἶναι τὸν σπουδαῖον φίλον ἡδύν. οἱ εὐτυχοῦντες καὶ κατὰ φύσιν ζῶντες (πολλοὺς γὰρ ἡ εὐτυχία εἰς ὑπερηφάνειαν καὶ ἀλαζονείαν καὶ ὕβριν τῶν προστυχόντων ἐκτραχηλίζει) τοὺς ἐπιεικεῖς φίλους ζητοῦσιν ἔχειν. αἱρετώτερον γὰρ τούτους εὐεργετεῖν καὶ μετὰ τοιούτων συνδιάγειν ἢ φαύλους καὶ μετὰ φαύλων· ἔστι γὰρ καὶ ἡ παρουσία αὕτη τῶν φίλων ἡδεῖα καὶ ἐν εὐτυχίαις καὶ ἐν δυστυχίαις· κουφίζονται γὰρ οἱ λυπούμενοι. διὰ τί μὲν ἡ τῶν φίλων παρουσία ἐν ταῖς δυστυχίαις ἡδεῖά ἐστι, διὰ τούτων λέγει. φθάνει γὰρ εἰρηκέναι, καὶ διὰ τί ἐν ταῖς εὐτυχίαις· εἶπε δὲ καὶ διὰ τί ἐν ταῖς δυστυχίαις, ἀλλὰ ἐλλιπέστερον. ἰστέον δὲ ὅτι ἃ λέγει νῦν, ἁρμόζει πᾶσι τοῖς τῆς φιλίας εἴδεσι. χρεία δή, φησί, τῶν φίλων ἐν ταῖς ἀτυχίαις, ὅτι βλέποντες αὐτοὺς οἱ δυστυχοῦντες κουφίζονται. ὡς γὰρ δύο πόνων, ὥς φησιν Ἱπποκράτης, ἐν ταὐτῷ γινομένων, ὁ μείζων πόνος ἐκκρούει τὸν ἐλάττονα καὶ ἀνεπαίσθητον ποιεῖ, καὶ αὖ πάλιν δύο ἡδέων ὁρατῶν εἰ τύχοι ὄντων1 ἢ ἀκουστῶν ἢ τοῦ μὲν ὁρατοῦ τοῦ δὲ ἀκουστοῦ, τὸ μᾶλλον ἡδὺ ἕλκει πρὸς ἑαυτό, καταφρονεῖν ἀναγκάζον θατέρου, οὕτω καὶ ἡδέος ἅμα καὶ λυπηροῦ ὄντων, εἰ μὲν ἰσοσθενῆ τυγχάνουσιν, ἐν τῷ μέσῳ καθιστᾶσιν, εἰ δὲ τὸ μὲν ὑπερέχει τὸ δὲ ἐλλείπει, ἀνάλογον τῆς ὑπεροχῆς ἢ τῆς ἐλλείψεως διατιθέασιν ἡμᾶς. κατάλληλον γὰρ τῇ τῶν αἰσθητῶν δυνάμει καὶ τὸ ἀπ’ αὐτῶν πρὸς ἡμᾶς ἐγγίνεται πάθος. ἐπεὶ οὖν ὁ φίλος ἥδιστον ἐκκρούων τὸ φιλοῦν, κουφίζει καὶ μετριώτερον φαίνεσθαι ποιεῖ συναλγεῖν καὶ πάντα λέγων καὶ πράττων καὶ ποιῶν ὁπόσα ἐπὶ τὸ εὔθυμον ἄγειν οἶδε τὸν λελυπημένον, κουφίζει δὲ τὴν λύπην2 καὶ ἀβαρῆ ποιεῖ ἡ τοῦ φίλου παρουσία οὐχ ὡς ὁ τοὺς τέτταρας ἄρας μεδίμνους ἀπὸ τοῦ φέροντος αὐτούς, ἀλλ’ ὡς εἴρηται, ἐπειδὴ τὰ ἡδέα καὶ λυπηρὰ δρᾶν πέφυκεν εἰς ἡμᾶς, ἡ δὲ τοῦ φίλου παρουσία ἡδεῖα τυγχάνει, ἀμαυροῖ τὴν λύπην. τὰ γὰρ ἐναντία μιγνύμενα ἀμβλύνουσιν ἄλληλα, ὡς τὸ ζέον ὕδωρ τὸ ψυχρὸν ἐμβληθὲν ἐν αὐτῷ, ὥστε καὶ τῷ λυπηρῷ τὸ ἡδὺ προσελθὸν ἀσθενέστερον ποιήσει καὶ ἧττον ἐνοχλοῦν. ἐπεὶ δὲ ἐπὶ μὲν τῶν ἐναντίων ἀληθές ἐστι τοῦτο, οὐ δοκεῖ δὲ τῷ Πλάτωνι [ἐναντίῳ] ἐναντίον τὸ ἡδὺ τῷ λυπηρῷ, ἐπήγαγεν εἰ μὲν οὖν διὰ τὸ ἐναντίως ἔχειν πρὸς ἄλληλα τὸ ἡδὺ καὶ λυπηρὸν κουφίζονται, ἢ καὶ δι’ ἄλλο τι, ἤτοι διὰ μέγεθος καὶ μικρότητα, ὡς καὶ ἐπὶ τῶν δύο πόνων εἶπεν ὁ Ἱπποκράτης, ἀφείσθω·3 οὐ γὰρ τοῦτο πρόκειται σκοπεῖν, ἀλλ’ ὅτι ἡ τοῦ φίλου παρουσία ἀναγκαία καθέστηκεν ἐν ταῖς ἀτυχίαις, ὅτι ἐπιδήλως κουφίζει τὰς τῶν δυστυχούντων λύπας.

“那么,究竟是在顺境中更需要朋友,还是在逆境中?” 他所提出的疑难是极其清楚的。因为困厄中的人与富足中的人都同样需要朋友;困厄中的人是为了救济、帮助以及避开厄运[而需要朋友],而顺境中的人则因我们已陈述完毕的那些原因,需要与之共同生活的人,以及予以善待的人。因为他们身为优秀之人,便想要行善。而善待朋友比善待外人更为高尚;关于这一点的原由也已被陈述过了。只不过在不幸中朋友更为必需;因为在不幸中需要财物。而优秀的友人无论在任何时机,尤其在不幸中,都是有用且令人愉悦的;但在顺境中拥有朋友则更为高尚,也更令人愉悦;这一点的原由同样已被陈述过,而且还将再次被陈述,这也是由于优秀的友人本身是令人愉悦的。处于顺境且顺乎自然生活的人(因为顺境往往使许多人堕入对萍水相逢者的傲慢、狂妄与肆意妄为之中),寻求拥有正派温厚的友人。因为善待这些人并与这样的人共同度日,比起[善待]卑劣之人并与卑劣之人共同度日更为可取;因为友人的这种在场无论在顺境还是逆境中也都是令人愉悦的;受悲痛折磨的人确实因此得以减轻负担。友人的在场为何在逆境中令人愉悦,他通过这些话语加以说明。因为他此前已经说明了为何在顺境中如此;他也说明了为何在逆境中如此,但说得较不充分。应当知晓的是,他现在所说的话适用于友爱的所有形式。他说,在不幸中确实需要朋友,因为身处不幸者看着他们,便得以减轻痛苦。因为正如希波克拉底所说,当两种痛苦同时同地发生时,较大的痛苦会驱逐较小的痛苦并使其难以被感知;又正如假如有两件令人愉悦的事物,例如都是可见的,或者都是可听的,又或一者可见而另一者可听,那更为愉悦者便会将人吸引至自身,迫使人忽视另一者,令人愉悦者与令人痛苦者同时并存时也是如此:如果它们力量均等,便使我们处于中道;但若一者占优而另一者不足,便会按照其超出或不足的比例来影响并安排我们的状态。因为从感觉对象中向我们产生的情感,也是与这些感觉对象的力量相称的。因此,友人既是最令人愉悦之事,为爱他之人驱除[苦痛],与之一同悲伤,并言其所知、行其所知以引导悲痛之人走向开朗,从而减轻[悲伤]并使其显得更为适度;且友人的在场减轻悲痛并使其不再沉重,并非如从搬运四个麦狄姆诺斯的人身上将它们卸下那样,而是如前所述,由于令人愉悦者与令人痛苦者生来便会影响我们,而友人的在场恰好是令人愉悦的,便使悲痛黯淡消退。因为相反者在混合时会互相削弱,正如冷水倒入沸水中[削弱沸水]一样,因此令人愉悦者靠近令人痛苦者,也会使后者更为微弱、更少造成困扰。但是,既然这在相反者身上是真实的,而在柏拉图看来令人愉悦者与令人痛苦者并不相反,因此[亚里士多德]补充道:“因此,究竟是因为令人愉悦者与令人痛苦者互相对立而得以减轻,还是也因为某种别的原因,即由于大小程度,正如希波克拉底在论及两种痛苦时所说的那样,且置之不论”;因为眼下的课题并非考察这一点,而是去考察:友人的在场在不幸中之所以确立为是必需的,是因为它明显减轻了身处不幸者的悲痛。

语法注3 条
  1. 8.48ὡς γὰρ δύο πόνων... οὕτω καὶ ἡδέος ἅμα καὶ λυπηροῦ ὄντων

    围绕 ὡς γὰρ... οὕτω καί...(正如……同样也……)构成的长篇类比句。前半部分并列了两个独立属格结构(δύο πόνων... γινομένων“当两种痛苦……发生时”与 δύο ἡδέων... ὄντων“当两种令人愉悦之物……存在时”),用以例示感觉器官上强弱对抗的作用机制;后半部分 οὕτω 之后则将此比喻应用至快感与痛苦同时并存的情形(ἡδέος ἅμα καὶ λυπηροῦ ὄντων)。主句动词 καθιστᾶσιν 与 διατιθέασιν 的主语是前置的“令人愉悦者与令人痛苦者”这一对对象。

  2. 8.48ἐπεὶ οὖν ὁ φίλος ἥδιστον... κουφίζει δὲ τὴν λύπην

    破格句(句法中断)或由归结从词 δέ(apodotic δέ)引导的复归结构。由 ἐπεὶ οὖν 引导的原因从句在经过一系列分词短语及相关修饰(ἐκκρούων... συναλγεῖν καὶ πάντα λέγων καὶ πράττων...)的极度延展后,主句通过 κουφίζει δέ 重新接续。句意在此重新梳理,重新引入主语“朋友的在场”(ἡ τοῦ φίλου παρουσία),以此反复强调减轻痛苦这一核心论点。

  3. 8.48ἐπήγαγεν εἰ μὲν οὖν διὰ τὸ ἐναντίως ἔχειν... ἀφείσθω

    动词 ἐπήγαγεν(“他接着补充道”)直接引入对亚里士多德原著(1171a34-35)的转述(εἰ μὲν οὖν... ἀφείσθω,“因此,究竟是因为……而减轻,还是由于……,且置之不论”)作为其宾语/引语。承接前文的原因从句 ἐπεὶ δέ(解释柏拉图不认为快感与痛苦互为相反者),该结构解释了亚里士多德搁置这一理论机制探讨的原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:523.14-524.22