← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§522.23-523.13

英雄结对的亲密友爱与公民友爱的区分

针对亚里士多德援引历史英雄配对(如阿喀琉斯与帕特洛克罗斯)论证同侪友爱中的真友仅限少数这一观点,欧斯特拉提乌斯阐释了严格意义上的强烈友爱与谄媚逢迎者或正派温厚之人所缔结的公民式友爱之间的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.47

" Οὕτω δ’ ἔοικεν ἔχειν καὶ ἐπὶ τῶν πραγμάτων. οὐ γὰρ γίνονται φίλοι πολλοὶ κατὰ τὴν ἑταιρικήν." Εἰπὼν ὅτι πρὸς ἕνα γίνεται (ὑπερβολὴ γὰρ φιλίας ὁ ἔρως ἐστί, τὸ δ’ ὑπερβάλλον πρὸς πολλοὺς ἐξαδυνατεῖ γίνεσθαι), πιστοῦται τοῦτο καὶ ἀπὸ τῆς ἱστορίας. τῶν γὰρ ἀνυμνουμένων ἑταιρικῶν φιλιῶν ἑκάστη ἐν δυσὶν εὑρίσκεται γεγονυῖα,1 ἡ τοῦ Ἀχιλλέως καὶ Πατρόκλου, ἡ τοῦ Πυλάδου καὶ Ὀρέστου, ἡ τοῦ Θησέως καὶ Πειρίθου, οἱ δὲ πολύφιλοι καὶ πᾶσιν οἰκείως ἐντυγχάνοντες οὐδενὶ δοκοῦσιν εἶναι φίλοι διὰ τὸ μὴ ἐνδέχεσθαι πολλοῖς εἶναί τινα σφόδρα φίλον. ὁ πολύφιλος καὶ πᾶσιν ἡδέως προσερχόμενος καὶ κεχαρισμένως προσομιλῶν, εἰ καὶ φιλικῶς ἐντυγχάνει, οὐ δοκεῖ φιλεῖν αὐτοὺς οὐδὲ φίλος ἐκείνοις εἶναι οὐδὲ τῶν σφόδρα φιλούντων ὑπάρχειν διὰ τὸ μὴ ἐνδέχεσθαι, καθάπερ εἴρηται, τὸν αὐτὸν καὶ ἕνα σφόδρα πολλοὺς φιλεῖν. πολιτικῶς μὲν οὖν, φησίν, ἐνδέχεται τὸν αὐτὸν πολλοὺς φιλεῖν, κατὰ δὲ τὴν κυρίως φιλίαν, ἥτις ὁρίζεται τῷ σφοδρῷ καὶ ἐπιτεταμένῳ, οὐκ ἐνδέχεται. τὸ πολιτικῶς δ’ ἐστὶ τὸ μὴ ἀπαρέσκεσθαι, οἷς λέγουσιν οἱ προσομιλοῦντες2 μηδ’ ἐναντιοῦσθαι τοῖς λόγοις αὐτῶν ἢ ταῖς πράξεσιν ἀλλ’ ἀποδέχεσθαι καὶ αἰνεῖν καὶ τοὺς λόγους καὶ τὰς πράξεις· οὓς καὶ ἀρέσκους καλοῦσι διότι πᾶσιν ἀρέσκονται ἢ πᾶσι δοκοῦσιν ἀρέσκεσθαι. ἀλλὰ κἂν μὴ ἄρεσκός ἐστιν, ἐπιεικὴς δέ (λέγει νῦν ἐπιεικῆ τὸν μέτριον καὶ χαρίεντα τὸ ἦθος), ἐνδέχεται καὶ τοῦτον πολλοῖς εἶναι φίλον. διαφέρει δ’ οὗτος τοῦ ἀρέσκου, ὅτι οὐκ ἐξ ἀνάγκης ὁ ἄρεσκος καὶ ἐπιεικής ἐστιν. ἕτερον δὲ ὅτι ὁ μὲν ἄρεσκος ἐπαινεῖν καὶ θαυμάζειν φαίνεται τὰς πράξεις καὶ τοὺς λόγους, οἷς ἀρέσκεσθαι δοκεῖ, ὁ δὲ ἐπιεικὴς οὐχ οὕτως. οὔτε γὰρ ἐπαινεῖ οὔτε ψέγει 〈ἀλλ’ ἐν τῷ μέσῳ ἐστί.〉 πολιτικῶς μὲν οὖν ἐνδέχεται πρὸς πολλοὺς φίλον εἶναι, δι’ ἀρετὴν δὲ καὶ ἦθος οὐκ ἐνδέχεται· διότι καὶ χαλεπόν ἐστι πολλοῖς ἐντυχεῖν σπουδαίοις· πρὸς δὲ τοὺς μὴ ὄντας οὐκ ἂν εἴη φιλία.

“在实际事实的情形中似乎也是如此;因为依同侪友爱而言,不会产生许多朋友。” 在说明了[热恋]是对一个人产生之后(因为热恋乃是友爱的过度,而过度之物不可能对许多人产生),他又从历史事实中证实了这一点。因为在那些被颂扬的同侪友爱中,每一段都被发现是发生在两人之间的:阿喀琉斯与帕特洛克罗斯的友爱、皮拉得斯与俄瑞斯忒斯的友爱、忒修斯与珀里托俄斯的友爱。另一方面,那些广交朋友且对所有人都亲昵相待的人,似乎不是任何人的朋友,因为任何人都不可能成为许多人的极度亲密的友人。广交朋友且乐意走近所有人并和颜悦色地与人交往者,即便他友善地待人,似乎也不算是爱他们,不算是他们的朋友,也不属于极度相爱之人,因为如前所述,同一个唯一之人不可能极度爱许多人。因此他说,依城邦公民式的方式而言,同一个人爱许多人是可能的;但若依照严格意义上的友爱——即由极度与强烈的程度所规定的友爱——而言,这是不可能的。所谓公民式的方式,就是不对交往者的言论感到不满,也不反对他们的言行,反而对他们的言论和行为都予以接纳和称赞;人们也将这种人称为谄媚逢迎者,因为他们取悦所有人,或者看似在迎合所有人。然而,即便一个人不是谄媚逢迎者,而是正派温厚之人(他现在将品行适度且文雅敦厚之人称为正派温厚之人),这样的人成为许多人的朋友也是可能的。他与谄媚逢迎者的区别在于,谄媚逢迎者未必同时也是正派温厚之人。另一个区别在于,谄媚逢迎者看似对自己企图取悦之人的言行予以赞美和倾倒,而正派温厚之人则不如此。因为他既不称赞也不责备,[而是处于中道。]因此,依城邦公民式的方式而言,对许多人成为朋友是可能的;但因德性和品性[而结交的友爱]而言,这是不可能的;因为要遇到许多优秀之人本身就很困难,而对那些并非优秀之人而言,是不会存在友爱的。

语法注2 条
  1. 8.47τῶν γὰρ ἀνυμνουμένων ἑταιρικῶν φιλιῶν ἑκάστη ἐν δυσὶν εὑρίσκεται γεγονυῖα

    τῶν ἀνυμνουμένων ἑταιρικῶν φιλιῶν 是表示整体的部分属格,修饰主语 ἑκάστη。动词 εὑρίσκεται 带有补足分词 γεγονυῖα 作表语补足成分(“被发现是发生于……”)。后接由 ἡ τοῦ Ἀχιλλέως... 引导的三组名词短语,作为同位语对 ἑκάστη 进行具体举例说明。

  2. 8.47τὸ μὴ ἀπαρέσκεσθαι, οἷς λέγουσιν οἱ προσομιλοῦντες

    关系代词 οἷς 体现了关系词吸引(attractio relativa)结构,省略了指示词先行词 τούτοις,并在支配动词 ἀπαρέσκεσθαι 所需的与格作用下,将从句内原本应为宾格(ἅ)的关系代词同化为与格(即原本为 τούτοις ἅ λέγουσιν)。整个从句充当 ἀπαρέσκεσθαι 的与格补足语(“对同行者所说的事不表不满”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:522.23-523.13