- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:50.34-52.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者解释了亚里士多德为何对毕达哥拉斯学派和斯派西波有限度地表示赞同却仍将批判重点转向理念论者(§1.59),随后阐明了因自身而被追求的善与作为手段的善之间的区分(§1.60)。
" Πιθανώτερον δ’ ἐοίκασιν οἱ Πυθαγόρειοι." Δύο συστοιχίας ὁ Πυθαγόρας ἐξέθετο· μίαν μὲν ταύτην, πέρας περιττὸν ἓν δεξιὸν ἄρρεν εὐθὺ φῶς τετράγωνον ἠρεμοῦν ἀγαθόν, ἑτέραν δὲ ταύτην, ἄπειρον ἄρτιον πλῆθος ἀριστερὸν θῆλυ καμπύλον σκότος ἑτερόμηκες κινούμενον κακόν. αὗται μὲν οὖν αἱ δύο συστοιχίαι οὕτως ὀνομαζόμεναι, ὅτι ἔκθεσις πραγμάτων ἐστὶν ἑκατέρα συστοιχούντων ἀλλήλοις. ἕκαστον δὲ τῶν δευτέρων πρὸς ἕκαστον τῶν προτέρων ἀντίκειται· πρὸς τὸ πέρας τὸ ἄπειρον, πρὸς τὸ περιττὸν τὸ ἄρτιον, καὶ οὕτως ἑξῆς, καὶ τελευταῖον τὸ κακὸν πρὸς τὸ ἀγαθόν. οὐδὲ Πυθαγόραν δὲ ὡς ἁπλῶς κατορθοῦντα τὸν περὶ τοῦ ἀγαθοῦ λόγον ἐπαινεῖ, ἐπεὶ μηδ’ ἁπλῶς ἔφησεν ὀρθῶς λέγειν αὐτόν, ὑπερέθετο δέ πως τὸν αὐτοῦ λόγον τῶν τοῦ Πλάτωνος, ἐοίκασι λέγειν εἰπών, οὐ λέγουσι καὶ πιθανώτερον, οὐκ ὀρθότερον.1 πιθανὸν δὲ οὐ τὸ ἀληθὲς ἁπλῶς καὶ εὔλογον ἀλλὰ τὸ ἔμφασιν ἔχον ἀληθείας. λέγοι δ’ ἄν, ὅτι τὸ ἓν ἐν τῇ τῶν ἀγαθῶν συστοιχίᾳ οἱ Πυθαγόρειοι τάξαντες παριστῶσι τὴν φύσιν αὐτοῦ τελειωτικήν τινα καὶ σωτήριον. ἕκαστον γὰρ τῶν πραγμάτων ἐν τούτῳ τελειοῦται καὶ ἀγαθύνεται καὶ τηρεῖται, ἐν τῷ μένειν ἐν τῷ ἑνί, ἀσκέδαστον ὂν καὶ ἀδιαίρετον· σκεδασθὲν δὲ οἴχεται. καὶ τάχα τοῦτο κρίνει Ἀριστοτέλης οἰκειότερον εἶναι λέγειν περὶ τοῦ ἀγαθοῦ καὶ ἰδέαν τίθεσθαι αὐτό. φησὶ δὲ καὶ Σπεύσιππον ἐπακολουθῆσαι αὐτοῖς, θεολόγον ὄντα παρ’ Ἕλλησιν. ἀλλὰ πρὸς μὲν τοὺς Πυθαγορείους, φησί, καὶ τὸν Σπεύσιππον οὐκ ἔστιν νῦν ἡμῖν ὁ λόγος ἀλλὰ πρὸς τοὺς τὰς ἰδέας εἰσάγοντας· διὸ τούτους ἀφεὶς πρὸς Πλάτωνα τρέπεται.
“毕达哥拉斯学派的人似乎说得更有说服力。” 毕达哥拉斯列出了两个对应的系列:其一是这个——界限、奇数、一、右、阳、直、光、正方形、静止、善;其二是这个——无限、偶数、多、左、阴、曲、暗、长方形、运动、恶。这两个系列之所以被称为对应系列,是因为每一系列都是彼此对应的诸事物的列举。而第二系列的每一项都与第一系列的每一项相对立:无限与界限相对,偶数与奇数相对,依次类推,最后是恶与善相对。但是,[亚里士多德]并非称赞毕达哥拉斯在关于善的论述上取得了绝对的成功,因为他并未断言毕达哥拉斯说得绝对正确;相反,他通过说“似乎说”,而非“说了”,以及“更有说服力”,而非“更正确”,只是在某种程度上将他的说法置于柏拉图的说法之上。因为具有说服力的东西并非绝对真实且合理的东西,而是带有真实之表象的东西。有人也许会说,毕达哥拉斯学派的人通过将“一”列入善的系列,表明其本性是某种促成完满并维系存续之物。因为每一事物都在这一状态中达到完满、变得优良并得以存留,即存留在“一”之中,不可分散且不可分割;而一旦被分散,它就消亡了。或许亚里士多德认为,这样来谈论善并将它设定为理念,是更为恰当的。他又说,在希腊人中作为神学家的斯派西波也追随了他们。但他又说,我们现在的讨论并非针对毕达哥拉斯学派和斯派西波,而是针对引入理念的人;因此,他抛开这些人,转向了柏拉图。
"Τοῖς δὲ λεχθεῖσιν ἀμφισβήτησίς τις." Ἔοικεν ἑαυτῷ ἀκριβολογίαν τινὰ ὑποβάλλειν περὶ τοῦ ἀγαθοῦ, ἐξ ἧς εὑρήσει πρόφασιν τοῦ κατεπιχειρῆσαι καὶ ἔτι τῆς περὶ ἰδεῶν δόξης, ὡς δοκεῖν ἐπιμέμφεσθαι ἑαυτῷ ὡς ἐλλιπῶς ἐν τοῖς ἤδη ῥηθεῖσιν εἰρηκότι περὶ τοῦ ἀγαθοῦ.2 κατὰ γὰρ δύο, φησί, τρόπους λεγομένων τῶν ἀγαθῶν, συγκεχυμένως καὶ ἁπλῶς μέχρι νῦν ὁ περὶ τούτων λόγος γεγένηται. λέγεται γὰρ ἀγαθὰ καθ’ ἓν μὲν εἶδος ἃ καθ’ αὑτὰ ἀγαπᾶται, καθ’ ἕτερον δὲ τὰ τούτων ποιητικὰ ἢ φυλακτικά πως ἢ τῶν ἐναντίων κωλυτικά· ἃ οὐ καθ’ αὑτὰ λέγεται ἀγαθὰ ἀλλὰ δι’ ἐκεῖνα. λέγω δὲ τὰ καθ’ ἑαυτά, οἷον ὑγίεια μὲν ἀγαθὸν σώματι, ἀρετὴ δὲ ψυχῇ, ἃ κἂν μηδὲν ἄλλο αὐτοῖς ἀγαθὸν ἕπηται, ἀλλά γε καθ’ αὑτὰ ταῦτα αἱρετά τε καὶ διωκτά· τομαὶ δὲ καὶ φαρμακεῖαι ἀσκήσεις γυμνάσια ἀποχαὶ τῶνδε προσαγωγαὶ ἐκείνων πόνοι σκληρότητες δι’ ἐκεῖνα αἱρετά. ἐκεῖνα μὲν γὰρ κατὰ φύσιν καὶ τελειωτικὰ τῶν ὑποκειμένων, ταῦτα δὲ μόνον λυσιτελεῖ πρὸς ἐκεῖνα. ἐπεὶ γὰρ ἡ ἰατρικὴ ἢ παροῦσαν τὴν ὑγίειαν συντηρεῖν βούλεται ἢ ἀπογινομένην ἀνακαλεῖσθαι, διὰ τοῦτο νοσοῦντος μέν τινος ἀποχάς τινων παρακελεύεται, ἃ τὴν νόσον αὔξει, προσαγωγὰς δὲ τῶνδε, ἃ τῇ νόσῳ ἀντίκειται, ἢ οὐκ αὔξει τὸ παρὰ φύσιν, καὶ ἀφαιρέσεις ἐπιτηδεύει καὶ κενώσεις ὕλης, ὑγιαίνοντος δὲ καὶ ὑποπτευομένου νοσῆσαι ἢ δι’ ἐξαλλαγὴν ἀέρων ἢ καιρῶν ἢ διὰ δρᾶσίν τινα τῆς φθορᾶς τοῦ παντὸς ἢ διὰ φροντίδα καὶ κόπον καὶ λύπην καὶ τοιαῦτά τινα ἐνίοτε τρόπους πολυειδεῖς προφυλακῆς εὑρίσκει τὰς νόσους ἀποτρεπομένους.3 εὕροι δ’ ἄν τις ὁμοίως κἀπὶ τῆς ψυχῆς καὶ συντηρητικὰς ἐπιτηδεύσεις τῆς ἀρετῆς καὶ ἀποτρεπτικὰς τῆς κακίας. ταῦτα δὲ πάντα διὰ τὴν ὑγίειαν ἐπιτετήδευται καὶ τὴν ἀρετὴν τῇ ἠθικῇ ἢ τῇ πολιτικῇ. ποιητικὰ δὲ τῆς ἀρετῆς ἢ τῆς τοῦ σώματος ὑγιείας ἐνταῦθα λέγεται τὰ κατὰ ποιότητα πρὸς τὰς δυσκρασίας ἢ τὰς διαφορὰς ἴσως τῶν ἠθῶν ἀντικείμενα.
“对于已经说过的这些,存在某种异议。” 他似乎在向自己提出关于善的某种严密的辨析,从中他将找到进一步抨击关于理念的观点的由头,以至于他看起来仿佛在责怪自己在先前所述的内容中对善的论述存在欠缺。因为他说,尽管善有两种称谓方式,但迄今为止关于它们的讨论一直是在混淆且概括的方式下进行的。因为善在一种形式下是指那些因其自身而被珍视的事物,而在另一种形式下是指那些能够产生这些事物、以某种方式保持它们、或阻止其对立面的事物;后一类事物并非因其自身被称为善,而是由于前者被称为善。我所说的因其自身之物,例如身体的健康与灵魂的德性,即使没有其他善伴随它们,这些事物自身也是值得选择和追求的;而手术切割、药物治疗、节制锻炼、体育训练、戒除某些事物、施加另一些事物、劳苦与艰辛,则是由于前者而值得选择的。因为前者合乎自然且能使主体达到完满,而后者仅仅对前者有用而已。因为医学要么希望维系业已存在的健康,要么希望召回正在逝去的健康,正因如此,当某人患病时,它便嘱咐戒除某些会加重病症的事物,并施加另一些与疾病相对立或不会增加反常状态的事物,并采取切除和体液排泄的方法;而当某人健康却因气候或季节的剧变、或因天地万物的某种消损作用、或因忧虑、劳累、悲伤及此类原因而被怀疑将要患病时,医学有时会发现多种预防途径以抵御疾病。同样,人们在灵魂方面也能发现维系德性与抵御邪恶的实践。所有这些都是为了健康而被施行的,以及由伦理学或政治学为了德性而被施行的。而这里所说的德性或身体健康的产生者,是指在性质上与身体失调或者也许与性格差异相对立的事物。
- 1.59ἐοίκασι λέγειν εἰπών, οὐ λέγουσι καὶ πιθανώτερον, οὐκ ὀρθότερον
这是作为分词 εἰπών 的宾语而被引述的表达之间的对比。注疏者指出亚里士多德在句法和词汇选择上的精微之处:使用表示表象的 ἐοίκασι(“似乎说”)而非断定的 λέγουσι(“说了”),以及 πιθανώτερον(“更有说服力”)而非 ὀρθότερον(“更正确”),从而论证他对毕达哥拉斯学派的评价并非无条件的赞同,而仅是相对于柏拉图的有限抬高。
- 1.60ὡς δοκεῖν ἐπιμέμφεσθαι ἑαυτῷ ὡς ἐλλιπῶς ἐν τοῖς ἤδη ῥηθεῖσιν εἰρηκότι περὶ τοῦ ἀγαθοῦ
该句为一个嵌套结构:表示结果的不定词短语 ὡς δοκεῖν(“以至于看起来仿佛”)内部嵌套了由表示主观理由的 ὡς 与完成时主动分词与格阳性单数 εἰρηκότι 构成的分词短语。εἰρηκότι 在性、数、格上与前面的反身代词 ἑαυτῷ(“他自己”)一致,构成了“责怪自己在此前所述内容中对善的论述存在欠缺”的句法修饰关系。
- 1.60τρόπους πολυειδεῖς προφυλακῆς εὑρίσκει τὰς νόσους ἀποτρεπομένους
主动词 εὑρίσκει(主语为前文的 ἡ ἰατρική“医学”)的直接宾语是宾格名词短语 τρόπους πολυειδεῖς(“多种途径/方法”),而现在时分词阳性宾格复数 ἀποτρεπομένους 跨过中间的属格 προφυλακῆς(限定属格“预防的”)修饰 τρόπους,从而构成“发现多种能够抵御疾病的预防途径”的句法关系。
