- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:519.24-520.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
探讨幸福者应当拥有多少朋友的疑难,通过引用关于待客的格言,从基于功用和快乐的友爱角度阐释为何不应当拥有过多的朋友。
" Ἆρ’ οὖν ὡς πλείστους φίλους ποιητέον, ἢ καθάπερ ἐπὶ ξενίας ἐμμελῶς εἰρῆσθαι δοκεῖ τὸ “μήτε πολύξεινος μήτε ἄξεινος καλεοίμην” καὶ ἐπὶ τῆς φιλίας ἁρμόσει." Δείξας ὅτι χρῄζει φίλων ὁ εὐδαίμων ἀπορεῖ, ἆρα δεῖ λίαν πολλῶν φίλων αὐτῷ καὶ ἀπορήσας εὐθὺς ἐπήγαγε τὴν λύσιν εἰπών, ἢ καθάπερ ἐπὶ ξενίας ἐμμελῶς εἰρῆσθαι δοκεῖ. ἔστι δὲ τὸ ἐμμελῶς ταὐτὸν τῷ ἁρμοζόντως. ξένους δ’ ἐκάλουν οἱ παλαιοὶ τοὺς ὀθνείους ξενοδοχοῦντας ἐν ταῖς ἀποδημίαις 〈καὶ〉 ξενοδοχουμένους ὑπ’ ἀλλήλων. ὥσπερ οὖν, φησίν, οὐ δεῖ πλείστους ξένους ἔχειν οὕτως οὐδὲ φίλους. ὡς γὰρ τὸ ἄξενον καὶ πολύξενον φευκτόν, οὕτω καὶ τὸ ἄφιλον καὶ πολύφιλον οὐκ ἐπαινετόν. καὶ λέγει διὰ τί οὐκ ἔστι χρήσιμον ἡ πολυφιλία οὐδενὶ τῶν τῆς φιλίας εἰδῶν. οὔτε τοῖς διὰ τὸ χρήσιμον φιλοῦσι συμφέρον ἐστὶν ἡ πολυφιλία οὔτε τοῖς διὰ τὸ ἡδὺ οὔτε τοῖς διὰ τὸ ἦθος καὶ τὴν ἀρετήν· τοῖς μὲν διὰ τὸ χρήσιμον, ὅτι χαλεπὸν ἕνα ὄντα ἀνθυπηρετεῖν καὶ τοσαῦτα καὶ τοιαῦτα ἀντευποιεῖν, ὅσα καὶ οἷα εὖ πέπονθε πρὸς πολλῶν· χαλεπὸν γάρ ἐστιν ἕνα πολλοῖς ἀνθυπηρετεῖν. ἀναγκαῖον δέ ἐστιν ἀντευποιεῖν· εἰ γὰρ μὴ ἀντευποιήσει, λυθείη ἂν ἡ φιλία· διὰ γὰρ τὸ ἀντευποιεῖν καὶ ἀντιπάσχειν φιλοῦσι. τοῖς μὲν δὴ πρὸς χρῆσιν καὶ πάνυ δόξειεν ἁρμόζειν τὸ λεχθέν. λεχθὲν λέγει τὸ μὴ ἔχειν φίλους πολλούς. ἁρμόσει γὰρ καὶ τοῖς διὰ τὸ ἡδὺ καὶ ἦθος φιλοῦσι μὴ ὡς πλείστους ἔχειν φίλους· ἀλλὰ μάλιστα τὸ λεχθὲν ἁρμόζει τοῖς διὰ τὸ χρήσιμον. βίος γὰρ ἑνὸς καὶ περιουσία οὐχ ἱκανὴ οὕτω πολλοῖς ὑπηρετεῖν καὶ μάλισθ’ ὅτι πρὸς τῷ περιέργους εἶναι τοὺς τοιούτους καὶ ἐμπόδιοί εἰσι πρὸς τὸ καλῶς ζῆν, ἤτοι δίχα πολλοῦ καὶ ὄχλου καὶ θορύβου· πολὺν γὰρ ἔχει θόρυβον τὸ πολλοῖς ἀνθυπηρετεῖν. ὅτι δὲ οἱ διὰ τὸ χρήσιμον φιλοῦντες περίεργοί εἰσι δῆλον· περισκοποῦσι γὰρ καὶ περισκέπτονται ἀεὶ τὴν ἀντευποιίαν, πότερον ἴσα τυγχάνει τὰ ἀντιδιδόμενα ἢ μείζονα ἢ ἐλάττονα· κἂν μὲν ἐλάττονα, λύσουσι τὴν φιλίαν, ἂν δ’ ἴσα, οὐ λύσουσι μὲν μέμφονται δὲ λέγοντες ‘τίς ἡ χάρις, ὅτι ὅσον ἔλαβε τοσοῦτον ἀντέδωκε’; μεῖζον δὲ διδοὺς τάχιον ἐπιλείψουσιν αὐτῷ τὰ ὑπάρχοντα.1 ἀνάγκη γὰρ τὸν πλείονα ἀντιδιδόντα, ὧν λαμβάνει, ταχὺ ἐπιλιπεῖν τὰ προσόντα.2 ὁμοίως δὲ οὐδὲ τῶν πρὸς ἡδονὴν δεῖ ὡς πλείστων· ἀρκοῦσι γὰρ πρὸς ταύτην καὶ δύο ἢ τρεῖς. ὥσπερ γὰρ καὶ ἐν τῇ τροφῇ τὸ ἅλας, τοῦτο γὰρ εἶπεν ἥδυσμα, τὸ ὀλίγον ἡδύνει τὴν τροφήν, τὸ δὲ πολὺ ἀηδῆ ταύτην ἀποτελεῖ καὶ ἄβρωτον, οὕτως καὶ οἱ τὴν ἡδονὴν ἐμποιοῦντες ἀηδίας μᾶλλον, οὐχ ἡδονῆς εἰσι ποιητικοί.
“那么,是否应当结交尽可能多的朋友,抑或正如关于待客而言,‘愿我既不被称为多客之人,亦不被称为无客之人’这句话似乎说得合宜,在友爱之事上也同样适用?” 在指明了幸福者需要朋友之后,他提出了疑难:幸福者是否需要极多的朋友;而在提出疑难之后,他随即便给出了解决,说:“抑或正如关于待客而言,似乎说得合宜”。而“合宜”与“适切”是一样的意思。古人将那些在远游中款待异乡人并相互受款待的外邦人称为“客”。因此,他说道,正如人不应当拥有尽可能多的宾客,友人也是如此。因为正如无客与多客是应当避免的,无友与多友同样是不值得赞许的。随后他说明了为何拥有过多朋友对友爱的任何一种形式都毫无用处。无论对于因有用而爱的人,还是对于因快乐而爱的人,抑或对于因品格和德性而爱的人,拥有过多朋友都是不利的:对于因有用而爱的人来说,是因为单凭一人之身,难以回报如此之多且如此性质的恩德,正如他从众人那里所领受的那样;因为一人侍奉众人实属困难。然而回报恩德乃是必然之事;因为若不回报恩德,友爱便会瓦解;人们正是由于相互施惠和受惠才彼此相爱的。因此,对因功用而结合的人来说,上述言论似乎完全适用。所谓“上述言论”,他指的是不要拥有许多朋友。因为对于因快乐和品格而相爱的人而言,不结交尽可能多的朋友也是适用的;但上述言论最适合因有用而结合的人。因为一个人的生命与财产不足以侍奉如此之多的人,尤其是因为除了这类人过于爱管闲事之外,他们也是良好生活的阻碍,也就是妨碍了远离过多纷扰与喧嚣的生活;因为侍奉众人伴随着极大的喧嚣。而因有用而爱的人爱管闲事是显而易见的:因为他们总是环顾并审视恩惠的回报,看那反赐之物究竟是同等、更大还是更少;若是更少,他们便会终结友爱;若是同等,他们虽不终结,却会抱怨说:“既然他领受多少就归还多少,那又有什么恩义可言?”但如果[一人]付出得更多,现有的财物就会更快地离他而去。因为对于回报之物多于所领受之物的人而言,所拥有的财产必然迅速匮乏。同样,因享乐而结交的朋友也不需要尽可能多;因为对于享乐而言,两三个人便已足够。正如食物中的盐——他把这称为调味品——少许能使食物鲜美,过量则使食物难吃且无法下咽,同样,那些带来快乐的人[若人数过多],所造成的毋宁是不快而非快乐。
- 8.44μεῖζον δὲ διδοὺς τάχιον ἐπιλείψουσιν αὐτῷ τὰ ὑπάρχοντα
主格分词 διδοὺς 在性与数上与主句主语(中性复数名词 τὰ ὑπάρχοντα)不一致,属于悬垂主格(破格句 anakolouthon)。它在此作为条件分词使用(“如果[他]给出更多”),其实际上的逻辑主语在主句中由与格 αὐτῷ 体现。
- 8.44ἀνάγκη γὰρ τὸν πλείονα ἀντιδιδόντα, ὧν λαμβάνει, ταχὺ ἐπιλιπεῖν τὰ προσόντα
由无人称结构 ἀνάγκη [ἐστί] 统摄的“带对格的不定式”结构。不定式 ἐπιλιπεῖν 的主语是中性复数名词 τὰ προσόντα(“所拥有的财产”),而分词短语 τὸν πλείονα ἀντιδιδόντα 则是及物动词 ἐπιλείπω(意为“对……匮乏、抛弃……”)的对格宾语。在 ὧν λαμβάνει 中,先行词 τούτων 被省略,关系代名词 ὧν 则被比较级 πλείονα 所要求的属格所同化(或作为比较属格)。
