- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:520.25-521.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在1170b29中提出的“有德之友的数量是否存在限度”之问,厄斯特拉提奥斯援引《政治学》关于城邦人口规模的讨论(避开过少与过多的极端,选取能够实现自足与平和共处的中间范围)进行了阐释。
" Τοὺς δὲ σπουδαίους πότερον πλείστους κατ’ ἀριθμόν, ἢ ἔστι τι μέτρον φιλικοῦ πλήθους;" Καὶ ἐνταῦθα τὸ ἢ ἔστι μέτρον φιλικοῦ πλήθους ὡς λύσις ἐπῆκται· ἐρωτήσας γὰρ περὶ τῶν σπουδαίων, εἰ δεῖ τοὺς τοιούτους ἔτι πλείστους ἔχειν φίλους κατ’ ἀριθμόν, ἀπεκρίθη λέγων ἢ ἔστι μέτρον φιλικοῦ πλήθους ὥσπερ καὶ πόλεως; ὡς γὰρ πόλις οὔτε ἐκ δέκα ἀνδρῶν οἷόν τε γενέσθαι (παντὶ γὰρ τῷ βουλομένῳ ἐκ τοσούτων οὖσα ἔσται ἁλώσιμος καὶ δούλη) οὔτε ἐξ εἴκοσι μυριάδων, δι’ ἃς αὐτὸς ἐν ταῖς Πολιτείαις λέγει αἰτίας. εἰπὼν δὲ ὅτι οὔτε ἐκ δέκα ἀνδρῶν οὔτε ἐκ δέκα μυριάδων, ἤτοι χιλιάδων ἑκατόν, δύναται συστῆναι πλῆθος, ὡς οὐδὲ πλοῖον ὤφθη ἐν ταῖς Πολιτείαις ἀπὸ πεντήκοντα σταδίων, ἐπήγαγε τὸ δὲ ποσὸν οὐκ ἔστιν ἴσως ὡρισμένον, ἀλλὰ πᾶν τὸ μεταξύ τινων ὡρισμένων. ὃ δὲ λέγει ἔστι τὸ ὡρισμένως εἰπεῖν, ὅτι ἡ πόλις ἔστω ἀπὸ χιλιάδων ὀκτὼ ἢ πέντε ἤ τινος ἄλλου ὡρισμένου ἀριθμοῦ, δύσκολόν ἐστιν.1 ῥητέον δὲ ὅτι ἡ πόλις ἔστω ἐκ τῶν μεταξὺ ὁρισθέντων τῶν ἄκρων. τοῦτο δέ, ὡς ἐν ταῖς Πολιτείαις εἴρηκε, τοιοῦτόν ἐστι· δεῖ, φησὶν ἐκεῖ, ἰδεῖν τοὺς πολιτικοὺς καὶ τὸ κύριον τῆς πόλεως τὴν τῆς πόλεως εἴσοδον ὅση τίς ἐστι καὶ οἵα, καὶ τὴν χώραν, ἧς ἄρχει ἡ πόλις, πόσους δύναται τρέφειν καὶ πόσων καὶ οἵων δεῖται στρατιωτῶν εἰς τὴν φυλακὴν τῆς χώρας· καὶ εὑρόντας ὅτι οἱ τοσοίδε πολλοί εἰσιν, οἱ δὲ τοσοίδε ὀλίγοι, καὶ ὁρίσαντας τὸ πολὺ πλῆθος2 καὶ τὸ ὀλίγον τοῖς δέκα καὶ τοῖς δυσὶ καὶ λαβόντας ὡς ἄκρα τὰ δέκα καὶ δύο ἐκ τῶν μεταξὺ τῶν δέκα καὶ δύο λαμβάνειν ἐκεῖνο τὸ πλῆθος, ὃ δύναται καὶ τὴν χώραν φυλάττειν καὶ ὑπὸ τῆς χώρας τρέφεσθαι. τοῦτο δὴ ποιητέον καὶ ἐπὶ τῶν γεωργῶν καὶ ἐπὶ τῶν λοιπῶν, οἷον ἀγοραίων καὶ τῶν ὁμοίων. ὡς ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν φίλων ἔστι τι πλῆθος ὡρισμένον, καὶ τοῦτο δεῖ ζητεῖν, τὸ τοιοῦτον πλῆθος τῶν φίλων μεθ’ οὗ δύναται συζῆν μετὰ ῥᾳστώνης καὶ δίχα θορύβων τινῶν· μεθ’ ὧν δ’ οὐ δύναται οὑτωσὶ συζῆν, οὗτοι πλείους εἰσὶ τοῦ δέοντος· ὥστε φευκτέον τὸν τοσοῦτον τῶν φίλων ἀριθμόν.
“那么,对于优秀之人,是否应在数量上结交尽可能多,抑或友爱的人数亦有某种限度?” 在此处,“抑或友爱的人数亦有某种限度”这句话同样是作为解决方案而被提出的。因为他在询问了关于优秀之人、是否还应当在数量上尽可能多地拥有这样的人作为朋友之后,便回答说:“抑或正如城邦一样,友爱的人数亦有某种限度?”因为正如城邦既不可能由十个人构成(因为由这么少的人构成,城邦对于任何有意之人而言都是易被攻破和被奴役的),也不可能由二十万人构成——这是由于他自己在《政治学》中所陈述的那些缘由。而在说明了无论是由十人还是由十万人(即一百个一千)都无法组成城邦的人口之后(正如在《政治学》中所见,五十斯塔德长的船同样是不可能的),他补充道:“然而其数量或许并非确定不移的,而是处于某些确定界限之间的一切。”他的意思是,若要确切地说城邦应当由八千人、五千人或某个其他确定的数目组成,这是困难的。应当说,城邦应当由处于被限定的两极之间的人数构成。而正如他在《政治学》中所说,这是指如下情况:他在那里说道,政治家与城邦的统治阶层应当考察城邦的岁入有多大以及属于何种性质,城邦所管辖的土地能够供养多少人,以及需要多少且何种士兵来防守领土;在发现这么多人属于过多,而这么多人属于过少,并用十和二来界定多数与少数,把十和二作为两极之后,他们应当从十与二之间选取既能保卫领土又能为领土所供养的那个数目。这不仅对农夫而言必须照此办理,对其余之人,诸如集市经商者及类似之人亦是如此。正如在这些事情上一样,对于朋友而言同样存在某种确定的人数,人们应当探求这一点,即这样数量的朋友:与他们在一起能够安适且毫无纷扰地共同生活;而若与他们不能这样共同生活,那些人便超出了必要;因此,如此庞大数量的朋友应当予以避免。
- 8.45ὃ δὲ λέγει ἔστι τὸ ὡρισμένως εἰπεῖν, ὅτι ἡ πόλις ἔστω ... δύσκολόν ἐστιν
关系从句 ὃ δὲ λέγει 作为系动词 ἔστι 的主语,中性定冠词 τὸ 将整句(ὡρισμένως εἰπεῖν ... δύσκολόν ἐστιν)实体化并充当表语。在这个被名词化的结构内部,不定式短语 ὡρισμένως εἰπεῖν ὅτι ... 充当形式主语,形容词 δύσκολον 则作为其表语。
- 8.45δεῖ, φησὶν ἐκεῖ, ἰδεῖν τοὺς πολιτικοὺς ... λαμβάνειν ἐκεῖνο τὸ πλῆθος
这是由无人称动词 δεῖ 统摄的复杂长句,支配两个主要不定式 ἰδεῖν 和 λαμβάνειν。逻辑主语为宾格 τοὺς πολιτικοὺς καὶ τὸ κύριον τῆς πόλεως。不定式 ἰδεῖν 统辖三个间接疑问从句(ὅση τίς ἐστι καὶ οἵα、πόσους δύναται τρέφειν、πόσων καὶ οἵων δεῖται),而后继的不定式 λαμβάνειν 则由一系列与逻辑主语一致的宾格分词(εὑρόντας、ὁρίσαντας、λαβόντας)作为前提条件加以修饰。
