- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:518.25-519.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯梳理了亚里士多德论证(1170b5起)的后件推导,阐明既然“友人是另一个自己”,优秀的友人便如自身的生命一样依循本性是愉悦且值得选择的;并指出对人类而言,“共同生活”并非如动物般在同地放牧,而是在于共享言论、思想与高尚行动。
" Ὡς δὲ πρὸς ἑαυτὸν ἔχει ὁ σπουδαῖος, καὶ πρὸς τὸν φίλον. ἕτερος γὰρ αὐτὸς ὁ φίλος ἐστίν." Ἐνταῦθα ἡ ἀπόδοσις, ὡς εἴρηται, τῶν προκειμένων ῥητῶν. λέγει δέ, ἵνα συνάψαντες ἐκείνοις εἴποιμεν,1 τὸ ζῆν τῷ εὐδαίμονι, ὡς εἴρηται, ἀγαθὸν καὶ ἡδὺ καὶ αἱρετόν ἐστι. φύσει γὰρ αἱρεῖται ὁ εὐδαίμων καὶ πᾶς ὁ σπουδαῖος καὶ εἶναι καὶ ζῆν. ὡς δὲ πρὸς ἑαυτὸν ἔχει, καὶ πρὸς τὸν φίλον οὕτως· ἄλλος γὰρ αὐτός ἐστιν ὁ φίλος. αἱρετὸν ἄρα φύσει ὁ σπουδαῖος φίλος τῷ εὐδαίμονι. αἰσθανόμενος γὰρ καὶ νοῶν τὴν τοῦ σπουδαίου ζωὴν τὴν οἰκείαν συνεννοεῖ, ἡδὺ δὲ τοῦτο καὶ αἱρετόν· ἡδὺς ἄρα καὶ ὁ σπουδαῖος καὶ αἱρετός, ὃν ὁρῶντες ἢ νοοῦντες συνθεωροῦμεν καὶ συννοοῦμεν αὑτούς. αἱρήσεται ἄρα καὶ σπεύσει φύσει ὁ εὐδαίμων ἔχειν φίλον. ἡ μὲν τῶν προκειμένων ῥητῶν πάντων συνέχεια τοιαύτη. τὰ δ’ ἄλλα μεταξὺ παρενεβλήθη διδάσκοντα, ὅτι τὸ εἶναι ἡμῶν ἐν σώματι ὄντων ἐστὶ τὸ ζῆν καὶ αἰσθάνεσθαι καὶ νοεῖν, ὅτι ζῶμεν καὶ αἰσθανόμεθα καὶ νοοῦμεν καὶ ὅτι τὸ ἀληθῶς εἶναι καὶ ζῆν ἐστι τὸ κατ’ ἀρετὴν πολιτεύεσθαι, ὅπερ καὶ ἡδὺ καὶ αἱρετὸν ὑπάρχει. εἰ δὲ ἡδὺ καὶ αἱρετὸν τὸ αἰσθάνεσθαι, ὅτι ἐσμὲν καὶ ζῶμεν, αἱρετὸν ἄρα καὶ ἡδὺ καὶ τὸ συναισθάνεσθαι, ὅτι ζῇ καὶ ἔστιν ὁ φίλος. τοῦτο δὲ γένοιτ’ ἂν συζῶντος τοῦ φίλου καὶ συγκοινωνοῦντος λόγων καὶ πράξεων. ἡδὺ ἄρα καὶ αἱρετὸν τῷ εὐδαίμονι τὸ συνεῖναι φίλον αὑτῷ καὶ συζῆν μετ’ αὐτοῦ. καὶ ἡ μὲν τῶν λεγομένων διάνοια αὕτη· τὰ δὲ κατὰ λέξιν τοιάδε ἂν εἴη. καθάπερ ἑκάστῳ αἱρετόν ἐστι τὸ εἶναι, οὕτω καὶ τὸν φίλον.2 ἐπήγαγεν ἢ παραπλησίως, τουτέστι παραπλήσιος καὶ ὁμοιοτάτη ἐστὶν ἡ τοῦ φίλου ζωὴ τῇ ἑαυτοῦ βιοτῇ. πᾶς δὲ πάντα τὸν ὅμοιον φύσει καὶ μάλιστα ὁ σπουδαῖος τὸν σπουδαῖον ἀγαπᾷ καὶ συζῆν βούλεται. φύσει ἧλιξ ἥλικα τέρπει καὶ κολοιὸς παρὰ κολοιὸν ἱζάνει. ὁ σπουδαῖος τοίνυν ἡδύς ἐστι τῷ σπουδαίῳ καὶ χαίρει συζῆν αὐτῷ καὶ συνδιάγειν μετ’ αὐτοῦ. εἰπὼν δὲ ὅτι ἑκάστῳ τῶν σπουδαίων ἡδὺ τὸ εἶναι καὶ αἱρετόν ἐστι, διὰ τί ἡδὺ καὶ αἱρετὸν λέγει. τὸ δ’ εἶναι αἱρετὸν διὰ τὸ αἰσθάνεσθαι ἑαυτοῦ ἀγαθοῦ ὄντος,3 ὥστε καὶ ἡ συναίσθησις τῆς τοῦ φίλου ἀγαθότητος ἡδεῖα καὶ αἱρετή ἐστιν αὐτῷ. γένοιτο δ’ ἂν αὐτῷ ἡ τοιαύτη συναίσθησις ἐκ τοῦ συζῆν καὶ κοινωνεῖν λόγων τούτων τῶν προφορικῶν καὶ διανοίας τῶν διὰ τῶν τοιούτων λόγων σημαινομένων νοημάτων. ἐπὶ μὲν γὰρ τῶν ἀλόγων ζῴων, φησί, τὸ συζῆν ἐστι τὸ νέμεσθαι ἐν τῷ αὐτῷ τόπῳ, ἐπὶ δὲ τῶν ἀνθρώπων τὸ κοινωνεῖν τῶν ἀρίστων καὶ καλλίστων πράξεων καὶ λόγων καὶ διανοημάτων.
“而优秀者如何对待自己,也就如何对待友人;因为友人是另一个自己。” 如前所述,此处乃是前面诸命题的后件。他所说的意思是——为了让我们把后文与前述命题连贯起来表达——如前所述,活着对幸福者而言是善的、愉悦的和值得选择的。因为幸福者以及每一位优秀者,依其本性都既选择存在又选择活着。而他如何对待自己,也就同样如何对待友人;因为友人是另一个自己。因此,优秀的友人依其本性对幸福者而言是值得选择的。因为在感知和思辨优秀者的生命时,他也共同意识到本己的生命,而这是愉悦且值得选择的;因此优秀者也是愉悦且值得选择的,当我们看见或思辨他时,我们也共同观照并共同思辨我们自己。因此,幸福者依其本性将选择并力求拥有友人。前面所有命题的连贯性便是如此。另一方面,夹在中间的其他内容则教导我们:处于肉体之中的我们的存在,就是活着,以及感知和思辨到我们在活着、感知和思辨;并且真正意义上的存在和活着,乃是依循德性而行事为人,这本身既是愉悦的又是值得选择的。而如果感知到我们在存在和活着是愉悦且值得选择的,那么共同感知到友人活着和存在因而也是值得选择且愉悦的。而这将在友人共同生活并共享言论与行动时得以实现。因此,有一位友人和自己在一起并与他共同生活,对幸福者而言是愉悦且值得选择的。所言之事的义旨便是如此;至于依字句而言的解释则如下:“正如对每个人而言存在是值得选择的,友人也是如此[值得选择]”。他接着说:“或者相似地”,也就是友人的生命与他自己的生活近似且极为相似。每个人依循本性都会爱一切相似之人,尤其是优秀者爱优秀者并愿意共同生活。本性上“同辈使同辈愉悦”,“寒鸦栖于寒鸦之旁”。因此,优秀者对优秀者而言是愉悦的,并且乐于与他共同生活、与他共度光阴。在说了对每一位优秀者而言存在是愉悦且值得选择的之后,他谈到为何是愉悦且值得选择的:“而存在是值得选择的,乃是由于感知到自己是善的”,因此对他而言,对友人善性的共同感知也是愉悦且值得选择的。而对他而言,这种共同感知将产生于共同生活,以及共享这些口头言论与思想——即通过这些言论所意指的概念。因为他说道,在无理性的动物那里,共同生活是在同一个地方吃草放牧,但在人类那里,则是共享最优秀、最高尚的行动、言论与思想。
- 8.43ἵνα συνάψαντες ἐκείνοις εἴποιμεν
由 ἵνα 与祈愿语气动词 εἴποιμεν 构成的目的从句,在此作为注文中的元话语插入语(“为了使我们与前文联系起来说明”),用以限定和衔接注解者自身的阐述。
- 8.43καθάπερ ἑκάστῳ αἱρετόν ἐστι τὸ εἶναι, οὕτω καὶ τὸν φίλον
此处对亚里士多德原文进行了压缩转述。宾格 τὸν φίλον 属于承前省略结构,在句意上需补充 [αἱρετὸν εἶναι](作为不定式结构的主语宾格)或 [αἱρεῖται](作为动词的直接宾语),理解为“[选择]友人亦是如此”。
- 8.43διὰ τὸ αἰσθάνεσθαι ἑαυτοῦ ἀγαθοῦ ὄντος
感知动词 αἰσθάνομαι 后接反身代词属格 ἑαυτοῦ 与分词属格 ἀγαθοῦ ὄντος,表示“感知到自己是善的”。感知动词亦可接宾格分词,但此处采用属格结构表达感知的对象与内容。
