- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:517.12-518.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯注解了亚里士多德关于对感知与思辨的觉察(借由灵魂的“注意部分”)等同于意识到自我存在的论述(1170a29),重构了生命自身乃是善且愉悦的、以及为了持续进行卓越活动因而需要优秀友人的推论逻辑。
" Ὁ δ’ ὁρῶν ὅτι ὁρᾷ αἰσθάνεται καὶ ὁ ἀκούων ὅτι ἀκούει καὶ ὁ βαδίζων ὅτι βαδίζει καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως." Τὸ νοοῦν καὶ κρῖνον, ὅταν ὁρῶμεν καὶ νοῶμεν, ὅτι τε ὁρῶμεν καὶ ὅτι νοοῦμεν, τὸ προσεκτικὸν καλούμενον μέρος, μέρος ἐστὶ τῆς λογικῆς ψυχῆς καὶ τὸ οἷον κέντρον αὐτῆς.1 τοῦτο γάρ ἐστι τὸ ἐπικρῖνον, ὅτι ὁρῶμεν, ὅτε ὁρῶμεν καὶ διανοούμεθα [καὶ] ὅτε διανοούμεθα καὶ βαδίζομεν καὶ γράφομεν ὅταν βαδίζωμεν καὶ ὅταν γράφωμεν. τὸ δ’ αἰσθανοίμεθα ἂν ὅτι αἰσθανόμεθα καὶ νοοῦμεν ὅτι νοοῦμεν ταὐτόν ἐστι τῷ οὐ γὰρ ἀναισθήτως οὐδ’ ἀνεννοήτως ἔχομεν ὅταν νοῶμεν καὶ αἰσθανώμεθα, ὅτι νοοῦμεν καὶ αἰσθανόμεθα, ἀλλ’ αἰσθανόμενοι καὶ νοοῦντες συναισθανόμεθα καὶ συνεπινοοῦμεν ὅτι αἰσθανόμεθα καὶ ὅτι νοοῦμεν, ταυτὶ δὲ οὐδὲν ἕτερόν ἐστιν ἢ ὅτι ἐσμέν.2 ὁ γὰρ συναισθανόμενος ὅτι αἰσθάνεται οὐδὲν ἄλλο κρίνει καὶ ἐπαισθάνεται ἢ ὅτι ζῇ, καὶ ἔστιν ὡσαύτως καὶ ὁ συννοῶν ὅτι νοεῖ, τοῦτο νοεῖ, ὅτι ἐπειδὴ νοεῖ ζῇ καὶ οὐ τέθνηκεν οὐδὲ μὴ ὄν ἐστιν ἀλλ’ ὄν τι, οἷον ζῷον τοιονδί. ταῦτα δὲ ἐδήλωσε διὰ τοῦ εἰπεῖν τὸ δ’ ὅτι αἰσθανόμεθα ἢ νοοῦμεν ὅτι ἐσμέν· καὶ δεῖ ὑποστίζειν εἰς τὸ ὅτι νοοῦμεν, εἶτα ἐπάγειν τὸ ὅτι ἐσμέν. τὸ δ’ αἰσθάνεσθαί φησιν ἡμᾶς, ὡς αἰσθανόμεθα καὶ νοεῖν, ὅτι νοοῦμεν, αἰσθάνεσθαι καὶ νοεῖν ἐστιν, ὅτι ἐσμὲν ἢ ὅτι ἐσμὲν καὶ τῶν ὄντων ἐσμέν. συνήγαγε τοίνυν διὰ μέσου τοῦ αἰσθάνεσθαι, ὅτι ἀγαθόν ἐστι τὸ εἶναι καὶ ζῆν. οὕτως ἀγαθόν ἐστι τὸ αἰσθάνεσθαι καὶ νοεῖν ὅτι αἰσθανόμεθα καὶ νοοῦμεν· τοῦτο δὲ ζῆν ἐστι καὶ εἶναι· ἀγαθὸν ἄρα τὸ ζῆν καὶ εἶναι καὶ ἡδὺ καὶ αἱρετόν ἐστι. κυρίως δὲ ζῆν καὶ εἶναί ἐστι τὸ κατ’ ἀρετὴν ζῆν· τὸ συνεχῶς κατ’ αὐτὴν ζῆν καὶ τὸ κατ’ ἀρετὴν ἐνεργεῖν ἔτι μᾶλλον ἡδύ ἐστι καὶ μᾶλλον ἀγαθόν. δύναται δ’ ὁ σπουδαῖος ῥᾷον μετὰ φίλου συνεχῶς ζῆν κατ’ ἀρετὴν καὶ συνεχῶς ἐνεργεῖν ἢ μονώτης ὤν· ὁ σπουδαῖος ἄρα φίλος συνεργεῖ περὶ τὸ συνεχῶς ἐνεργεῖν καὶ πράττειν τὰ κάλλιστα. ὁ δὲ πρὸς τοῦτο συνεργῶν αἱρετός ἐστιν· ὁ σπουδαῖος ἄρα φίλος αἱρετός ἐστι τῷ εὐδαίμονι. δεῖται ἄρα ὁ εὐδαίμων φίλου. τὸ γὰρ εἶναι ἦν αἰσθάνεσθαι ἢ νοεῖν, ἐπειδὴ ἡ κατ’ ἐνέργειαν ζωὴ ἡ αὐτή ἐστι τῇ κατ’ ἐνέργειαν αἰσθήσει καὶ ἡ κατ’ ἐνέργειαν αἴσθησις τῇ κατ’ ἐνέργειαν ζωῇ. οὐ γὰρ πᾶσαν ζωὴν οὐδὲ πᾶν ὂν λαμβάνει ἀλλὰ τὴν σπουδαίου. ἐπειδὴ ταῦτά εἰσιν, ἀντιστρέφοντα λαμβάνων λέγει τὸ εἶναι ἡμᾶς οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ αἰσθάνεσθαι καὶ νοεῖν. εἰ δὴ τὸ εἶναι ἡμῶν ταὐτόν ἐστι τῷ αἰσθάνεσθαι καὶ νοεῖν, ἀλλὰ καὶ ἀντιστρέφοντες ἀληθεύομεν, ὅτι τὸ αἰσθάνεσθαι καὶ νοεῖν ὅτι αἰσθανόμεθα καὶ νοοῦμεν ταὐτόν ἐστι τῷ εἶναι ἡμᾶς καὶ ζῆν, τὸ δ’ αἰσθάνεσθαι ὅτι ζῶμεν ἀγαθὸν καὶ ἡδύ, καθ’ αὑτὸ ἄρα τὸ εἶναι καὶ ζῆν ἀγαθὸν καὶ ἡδύ. εἰπὼν δὲ ὅτι φύσει ἀγαθὸν ἡ ζωή, δεικνὺς ὅτι ἀγαθὴν ζωὴν τὴν κατ’ ἀρετὴν λέγει, ἐπήγαγεν· τὸ δ’ ἀγαθὸν ὑπάρχειν ἐν ἑαυτῷ αἰσθάνεσθαι ἡδύ, τουτέστιν ἡδύτατόν ἐστι τὸ αἰσθάνεσθαι, ὅτι ἡ ἐν αὐτῷ ζωὴ πρᾶξίς ἐστι καὶ θεωρία τῶν ὄντων. τοιοῦτοι γὰρ οἱ σπουδαῖοι πρακτικοὶ τῶν καλῶν καὶ θεωρητικοὶ τῶν ὄντων. ἐπεὶ τοίνυν τὸ ἀγαθὸν καὶ ἡδὺ αἱρετόν, ἡ δὲ τοῦ σπουδαίου ζωὴ ἀγαθὴ καὶ ἡδεῖα, ἡ τοῦ σπουδαίου ἄρα ζωὴ αἱρετή· τὸ ζῆν ἄρα τῷ σπουδαίῳ αἱρετόν. εἰπὼν δὲ ὅτι τὸ εἶναι, ἤτοι ἡ ζωή, τῶν σπουδαίων ἀγαθόν ἐστι καὶ ἡδύ, 〈σαφηνίζων πῶς ἐστιν ἡδύ,〉ἐπήγαγε συναισθανόμενοι γὰρ τοῦ καθ’ αὑτὸ καλοῦ καὶ ἀγαθοῦ ἥδονται. λέγει δὲ καθ’ αὑτὸ ἀγαθὸν τὴν τοιάνδε ζωὴν τὴν πράξει καὶ θεωρίᾳ συνοῦσαν. αἰσθανόμενοι γὰρ οἱ σπουδαῖοι καὶ νοοῦντες συναισθάνονται καὶ συνεπινοοῦσι τὴν οἰκείαν ζωήν, ὅτι ἀρίστη καὶ καλλίστη ἐστί· καὶ τοῦτο νοοῦντες ἥδονται.
“看见者感知到自己在看,听见者感知到自己在听,行走者感知到自己在走,在其他事情上也同样如此。” 当我们看和思辨时,那既思辨并判断我们在看、又思辨并判断我们在思辨的部分——即所谓的注意部分——乃是理智灵魂的一个部分,并且可以说是它的中心。因为正是这个部分在进行判别:当我们看时判别我们在看,当我们思索时判别我们在思索,当我们行走和书写时判别我们在行走和书写。而“我们会感知到我们在感知、思辨我们在思辨”这句话等同于:当我们思辨和感知时,我们并非对我们在思辨和感知处于无感知或无意识的状态,而是在感知和思辨的同时共同感知并共同意识到我们在感知和思辨,而这些无非就是我们在存在。因为那共同感知到自己在感知的人,所判断并觉察到的无非是自己在活着;同样,那共同思辨自己在思辨的人,所思辨的正是这一点:既然自己在思辨,自己就是在活着,并未死去,也不是非存在,而是一个存在者,例如这样的动物。他通过说“而我们在感知或思辨,则是我们在存在”表明了这些;并且应当在“我们在思辨”处打上逗点,然后再引出“我们在存在”。他所说的我们感知到自己在感知、思辨到自己在思辨,就是感知和思辨到我们在存在,或者说我们在存在且属于存在者之列。因此,他通过“感知”这一中项推导出:存在和活着是善的。这样,感知和思辨到我们在感知和思辨就是善的;而这就是活着和存在;所以活着和存在是善的、愉悦的和值得选择的。而在严格本义上,活着和存在就是依循德性而活着;持续地依循德性活着并依循德性活动则更加愉悦、更加是善。优秀者与友人一起时,比起孑然独处,能更容易持续地依循德性活着并持续活动;因此优秀的友人有助于持续活动并行出最美好的事业。而对此有所协助的人是值得选择的;因此优秀的友人对幸福者而言是值得选择的。所以幸福者需要友人。因为存在就是感知或思辨,因为现实活动的生命与现实活动的感知是同一的,现实活动的感知与现实活动的生命也是同一的。因为他所取的并非任何一种生命或任何一种存在,而是优秀者的生命与存在。既然这些是如此,他将它们作为可换位的命题而采纳,说我们的存在无非就是感知和思辨。如果我们的存在与感知和思辨是同一的,那么即使进行换位,我们所说依然为真:感知和思辨到我们在感知和思辨,与我们的存在和活着是同一的;而感知到我们在活着乃是善且愉悦的,因此依其自身而言存在和活着就是善且愉悦的。在说了生命依循本性是善的之后,为了表明他所说的善的生命乃是依循德性的生命,他接着说:“而感知到善存在于自身之中是愉悦的”,也就是感知到其自身的生命乃是对存在者的实践与观照,这是最愉悦的。因为优秀者正是高尚事物的实践者和存在者的观照者。因此,既然善且愉悦的事物是值得选择的,而优秀者的生命是善且愉悦的,那么优秀者的生命就是值得选择的;所以活着对优秀者而言是值得选择的。在说了优秀者的存在即生命是善且愉悦的之后,[为了阐明它是如何愉悦的,]他接着说:“因为他们共同感知到依其自身高尚且善的事物,因而感到喜悦。”他把伴随着实践与观照的这种生命称为依其自身之善。因为优秀者在感知和思辨的同时,共同感知并共同意识到他们本己的生命是最优越且最美好的;思辨到这一点,他们便感到喜悦。
- 8.42Τὸ νοοῦν καὶ κρῖνον, ὅταν ὁρῶμεν καὶ νοῶμεν, ὅτι τε ὁρῶμεν καὶ ὅτι νοοῦμεν, τὸ προσεκτικὸν καλούμενον μέρος, μέρος ἐστὶ τῆς λογικῆς ψυχῆς καὶ τὸ οἷον κέντρον αὐτῆς.
该句的主语是中性分词短语“Τὸ νοοῦν καὶ κρῖνον”,它支配着作直接宾语的从句“ὅτι τε ὁρῶμεν καὶ ὅτι νοοῦμεν”(我们在看和我们在思辨两者)。时间从句“ὅταν ὁρῶμεν καὶ νοῶμεν”限定分词动作发生的时间。“τὸ προσεκτικὸν καλούμενον μέρος”是主语的同位语短语,表语部分则是“μέρος ἐστὶ τῆς λογικῆς ψυχῆς καὶ τὸ οἷον κέντρον αὐτῆς”(是理智灵魂的一部分,且可以说是它的中心)。
- 8.42καὶ δεῖ ὑποστίζειν εἰς τὸ ὅτι νοοῦμεν, εἶτα ἐπάγειν τὸ ὅτι ἐσμέν.
关于亚里士多德原文(1170a32–33)标点句读的按语。“ὑποστίζειν”指添加下点(逗号)以划分句子,而“εἰς τὸ ὅτι νοοῦμεν”指明断句所在的位置。由此指导将“τὸ δ’ ὅτι αἰσθανόμεθα ἢ νοοῦμεν”作为主从关系的前半截断开,使后随的“ὅτι ἐσμέν”作为结论性的表述内容与前句相承,而非与前面的动词并列。
