- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:516.20-517.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯评注了《尼各马可伦理学》卷九第九章(1170a25)中“如果活着自身是善且愉悦的”这一条件从句,剖析了其后承归结在结构上与“友人是另一个自我”之命题的联系,并将说明友人如何成全幸福者的自我感知与现实活动的论述重构成严格的三段论。
" Εἰ δ’ αὐτὸ τὸ ζῆν ἀγαθὸν καὶ ἡδύ· ἔοικε δὲ καὶ ἐκ τοῦ πάντας ὀρέγεσθαι αὐτοῦ καὶ μάλιστα τοὺς ἐπιεικεῖς." Διὰ τῆς προσθήκης ταύτης ᾐνίξατο, ὅτι κυρίως ἀγαθὴν καὶ ἡδεῖαν ζωὴν τὴν μετ’ ἀρετῆς λέγει· καὶ γὰρ καὶ οἱ φαῦλοι φύσει ταύτην ὀρέγονται καὶ ταύτην μεταδιώκουσι. πᾶς γὰρ νοῦς, ὡς ἐν τῷ Ζ εἶπε τῆς παρούσης πραγματείας, τὸ οἰκεῖον φύσει ὀρέγεται ἀγαθὸν καὶ τοῦτο ἐπιζητεῖ, ὥστε καὶ οἱ φαῦλοι· κακῶς δὲ τραφέντες περιπίπτουσι ταῖς μοχθηραῖς καὶ φαύλαις ζωαῖς ὡς καλαῖς. οὐ γὰρ δύνανται διακρῖναι τοῦ καλοῦ τὸ κακὸν κακῶς ἔχοντες. ἔστι δὲ τοῦ λόγου ἡ ἀπόδοσις ἐν τῷ ὡς δὲ πρὸς ἑαυτὸν ἔχει ὁ σπουδαῖος,1 καὶ πρὸς τὸν φίλον· ἕτερος γὰρ αὐτὸς ὁ φίλος ἐστίν. ὃ δὲ λέγει τοιοῦτον ἂν εἴη· ὁ τοῦ εὐδαίμονος φίλος ἕτερος αὐτός ἐστιν ὁ εὐδαίμων, ὥστε καὶ ἡ ζωὴ τοῦ φίλου αὐτοῦ ἑτέρα αὐτή ἐστι τῆς τοῦ εὐδαίμονος ζωῆς. αἱρεῖται δὲ ὁ εὐδαίμων καὶ πάνυ θέλει τὴν οἰκείαν ἔχειν ζωήν· πᾶς γὰρ ὀρέγεται φύσει εἶναι καὶ ζῆν, ὥστε φύσει φίλον ἔχειν αἱρεῖται. ὥσπερ γὰρ πρὸς ἑαυτὸν ἔχει, οὕτω καὶ πρὸς τὸν φίλον· ἄλλος γάρ ἐστιν αὐτὸς ὁ φίλος. καὶ εἴη ἂν ὁ συλλογισμὸς τοιοῦτος· ὁ εὐδαίμων φύσει αἱρεῖται καὶ ὀρέγεται ἔχειν τὴν οἰκείαν ζωήν· ἀλλὰ μὴν ἡ τοῦ φίλου ζωὴ αὐτός ἐστιν ὁ φίλος, ὁ εὐδαίμων ἄρα φύσει αἱρεῖται καὶ ὀρέγεται ἔχειν μεθ’ ἑαυτοῦ τὸν σπουδαῖον φίλον. ἡ μὲν διάνοια τῶν λεγομένων αὕτη, ἡ δὲ λέξις ὧδε ἂν ἔχοι. εἰ τὸ ζῆν αὐτὸ ἀγαθὸν καὶ ἡδύ, καὶ διὰ τοῦτο αἱρετόν ἐστιν. αἱρεῖται γὰρ ὁ σπουδαῖος καὶ ζῆν καὶ αἰσθάνεσθαι καὶ νοεῖν, ὅτι αἰσθάνεται καὶ ὅτι ζῇ καὶ ὅτι νοεῖ. οὐδεὶς γὰρ βούλεται ζῆν καὶ αἰσθάνεσθαι ἀναισθήτως ἔχων, ὅτι ζῇ ἢ ὅτι αἰσθάνεται. φυτὸν γὰρ ἂν εἴη, ὅπερ ζῇ, ὅτι δὲ ζῇ, οὐκ οἶδεν. εἰ οὖν τὸ ζῆν καὶ αἰσθάνεσθαι ὅτι ζῇ καὶ αἰσθάνεται ἡδὺ καὶ καλόν ἐστι, ὡς δὲ πρὸς ἑαυτὸν ἔχει, οὕτω καὶ πρὸς τὸν φίλον, φύσει αἱρεῖται παρεῖναι φίλον αὐτῷ, ὅπως αἰσθάνηται καὶ ὅπερ ἐστὶ καὶ ὅτι εὐδαίμων ἐστίν. αἰσθανόμενος γὰρ ὅτι καὶ ἔστι καὶ ὅτι τοιόσδε φίλος ἑαυτὸν νοεῖ καὶ ὅτι ζῇ καὶ ἔστιν εὐδαίμων.2 τοιοῦτος γάρ, ὡς εἴρηται, ὁ φίλος τοῦ εὐδαίμονος οἷος ὁ εὐδαίμων ἐστίν.
“如果活着自身是善且愉悦的——而这从所有人、特别是公正端正者都欲求它来看似乎也是如此——”通过这一补充,他暗示了:在严格本义上,他所说的善且愉悦的生命乃是伴随德性的生命;因为即使是卑劣之人,依循本性也欲求这生命并追寻它。因为正如他在本论著第七卷中所说,一切理智依循本性都欲求其本己的善并探求它,因而卑劣之人也是如此;但由于被恶劣地培育,他们陷入了卑劣与下等的生命之中,误以为那是高尚的。因为他们处于恶劣状态之中,无法将恶与高尚区分开来。而该论证的归结句则见于“而优秀者对待自己如何,对待友人也如何;因为友人乃是另一个自我”。他所说的大致如下:幸福者的友人是幸福者的另一个自我,以至于友人的生命也是幸福者本己生命的另一个生命。而幸福者选择且极度想要拥有自己本己的生命;因为所有人都依循本性欲求存在与活着,因而依循本性选择拥有友人。因为正如他对待自己如何,对待友人也同样如何;因为友人乃是另一个自我。其三段论大致如下:幸福者依循本性选择并欲求拥有本己的生命;然而友人的生命就是友人自身;因此幸福者依循本性选择并欲求与优秀的友人在一起。所言内容的旨趣如此,而其文辞则大致如下:如果活着自身是善且愉悦的,那么因此也就是值得选择的。因为优秀者选择活着、感知、并思辨自己在感知、在活着、在思辨。因为没有人愿意在无法意识到自己在活着或在感知的状态下去活着和感知。因为若是那样,他就是一株植物,虽然活着,却不知道自己在活着。因此,如果活着以及感知到自己在活着和感知是愉悦且高尚的,而且对待自己如何对待友人也如何,那么他依循本性选择让友人在自己身边,以便感知到自己是什么以及自己是幸福的。因为通过感知到友人存在且是这样的人,他思辨自己,并思辨自己在活着且是幸福的。因为正如所说,幸福者的友人正是幸福者那样的人。
- 8.41ἔστι δὲ τοῦ λόγου ἡ ἀπόδοσις ἐν τῷ ὡς δὲ πρὸς ἑαυτὸν ἔχει ὁ σπουδαῖος
名词 ἀπόδοσις 是语法和修辞学术语,指条件句中的后承(归结从句,与条件前件 protasis 相对)。由于引文开头的条件状语从句 εἰ δ’ αὐτὸ τὸ ζῆν... 后夹杂了漫长的插入语和阐释,注释者在此特别指明其对应的论证后承位于亚里士多德后文(1170b5 以下的 ὡς δὲ πρὸς ἑαυτὸν ἔχει...)。
- 8.41αἰσθανόμενος γὰρ ὅτι καὶ ἔστι καὶ ὅτι τοιόσδε φίλος ἑαυτὸν νοεῖ καὶ ὅτι ζῇ καὶ ἔστιν εὐδαίμων
这是一个复杂的嵌套结构:分词 αἰσθανόμενος 统领 ὅτι 从句(ὅτι καὶ ἔστι καὶ ὅτι τοιόσδε [ἐστὶν ὁ] φίλος,“友人存在且是这样的人”),而主句动词 νοεῖ 则并列带有名词宾语 ἑαυτόν 与后面的 ὅτι 宾语从句(καὶ ὅτι ζῇ καὶ ἔστιν εὐδαίμων,“思辨自己,并思辨自己在活着且是幸福的”)。
