← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§514.37-516.19

作为自我认知之镜的友人与被限定之生

厄斯特拉齐奥斯补充了亚里士多德所省略的“幸福者为了持续活动而需要友人”的论证,阐明友人作为自我认知的镜子、基于毕达哥拉斯对立表的“被限定的生命”之善,以及排除悲惨生命的限制条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.40#2

δεῖται ἄρα ὁ εὐδαίμων φίλου, ἵνα συνεχῶς ἐνεργῇ, τουτέστιν ἵνα ἐνδελεχῶς ἐνεργείᾳ ᾖ αἰσθητικὸς καὶ διανοητικός. τοῦτο γὰρ κρεῖττον τοῦ δυνάμει, εἴπερ αἱ δυνάμεις, ὡς εἴρηται, χάριν τῶν ἐνεργειῶν. εἰ οὖν τὴν κατ’ ἐνέργειαν αἴσθησιν φύσει ἢ αἱρούμενοι ἀσπαζόμεθα, αὕτη δὲ καὶ τὸ κατ’ ἐνέργειαν βούλεσθαι καὶ πράττειν μάλιστα σὺν τῷ φίλῳ σύνεισιν ἡμῖν, ὁ φίλος ἄρα φύσει αἱρετός ἐστι τῷ σπουδαίῳ. ταῦτ’ οὖν ἔδει ἐπαγαγεῖν. ὁ δὲ μὴ ἐπενεγκών, καίτοι πρὸς τοῦτο βλέπων καὶ τοῦτο βουλόμενος συμπεράνασθαι, εἶπε τὰ εἰρημένα 〈καὶ〉 ἀσάφειαν πολλὴν πεποίηκεν. ἔτι ἐπεὶ ἥδιστον τὸ ἑαυτὸν εἰδέναι, αὐτοὶ δὲ αὑτοὺς ἐξ ἡμῶν αὐτῶν οὐ δυνάμεθα θεᾶσθαι (δῆλον δὲ τοῦτο ἐξ ὧν καθ’ ἑκάστην λέγομεν· ἐπιτιμῶμεν γὰρ ἀλλήλους λέγοντες “εἰ ἐθεώρεις αὑτόν, εἰ ἐγίνωσκες αὑτόν, οὐκ ἂν κατηγορεῖν ἤθελες τούτου, οὐκ ἂν τοιαῦτα ἔλεγες κατὰ τῶν πέλας”), εἰ δὴ ἡδὺ τὸ γινώσκειν καὶ βλέπειν ἑαυτούς, τοῦτο δὲ ἐξ ἑαυτῶν οὐ δυνάμεθα ποιεῖν, ἔστι δὲ ὁ φίλος ἄλλος ὁ φιλούμενος,1 δεῖται φίλου ὁ εὐδαίμων, ἵνα ὥσπερ οἱ εἰς τὸ κάτοπτρον ἐνατενίζοντες ἑαυτοὺς ὁρῶσιν, οὕτω καὶ ὁ εὐδαίμων εἰς τὸν φίλον ἀποβλέπων ἑαυτὸν ὁρᾷ καὶ γνωρίζει οἷός ἐστι, ὅτι ἀγαθὸς καὶ ἐράσμιος, καὶ τοῦτον ὁρῶν καὶ γινώσκων ἔτι μᾶλλον πράξει τὰ καλὰ καὶ βέλτιστα. ὅτι δὲ ὁ σπουδαῖος φίλος ἄλλος ὁ φιλῶν ἐστι, πιστεύομεν ἐκ τῶν ὁσημέραι. ἂν γάρ τις σφόδρα φιλῇ τινα, οὐδὲν ἄλλο λέγει περὶ ἐκείνου ἢ ὅτι ‘οὗτος ἄλλος ἐγώ, καὶ οὗτος ἐγώ εἰμι, καὶ ὁ φιλῶν ἢ ὑβρίζων αὐτὸν ἐμὲ φιλεῖ ἢ ἐμὲ ὑβρίζει.’ εἰπὼν δὲ ὅτι τὸ δὲ ζῆν τῶν καθ’ αὑτὸ ἀγαθῶν καὶ ἡδέων, δεικνὺς ὅτι μὴ πᾶσαν ζωὴν ἐνέργειαν καὶ ἡδεῖαν καὶ ἀγαθὴν λέγει ἀλλὰ τὴν κατ’ ἀρετήν, ἐπήγαγεν ὡρισμένον γάρ. τὸ δ’ ὡρισμένον τῆς τοῦ ἀγαθοῦ φύσεως. ἴσμεν δὲ ὅτι οἱ Πυθαγόρειοι δύο συστοιχίας ἐποίουν καὶ τὰ μὲν ἀγαθὰ πάντα ἔταττον ὑπὸ τὴν μίαν, τὰ δὲ κακὰ ὑπὸ τὴν λοιπήν. καὶ ἐκάλουν ἐν ᾗ ὑπῆγον τὰ καλὰ ὡρισμένην, ἐν ᾗ δὲ τὰ κακὰ ἀόριστον, καὶ ἀντιστρέφειν ἔλεγον τὰ καλὰ καὶ ὡρισμένα.2 εἴ τι γὰρ ἀγαθὸν ὡρισμένον καὶ εἴ τι ὡρισμένον ἀγαθόν, ὁμοίως καὶ τὰ κακὰ καὶ ἀόριστα. πᾶν γὰρ κακὸν ἀόριστον καὶ πᾶν ἀόριστον κακόν. καὶ εἴρηται περὶ τῶν συστοιχιῶν τούτων ἐν τῇ Φυσικῇ ἀκροάσει καὶ ἐν τῇ Μετὰ τὰ φυσικά. ὅτι δὲ τὸ κατ’ ἀρετὴν ὡρισμένον, ἐν πολλοῖς τῷ Ἀριστοτέλει καὶ Πλάτωνι δέδεικται. ὁ μὲν γὰρ φαῦλος διὰ τὰς ἀλογίστους ὀρέξεις, αἷς ἕπεται, καὶ τὴν ἀπέραντον ἐπιθυμίαν τῶν φαύλων ἡδονῶν ἀορίστως ζῇ, παντοῖος γινόμενος, μηδενὶ ὧν πράττει ἀρεσκόμενος, καὶ διὰ τοῦτο ἀπὸ ἄλλων ἐπ’ ἄλλα μεταπηδῶν, ἐν οὐδεμιᾷ ὥρᾳ ἐπί τινος τοῦ αὐτοῦ ἱστάμενος. τὰ γὰρ φαῦλα καὶ αἱ ἀπ’ αὐτῶν ἡδοναὶ τοιαῦτα. λέγω δὲ τοιαῦτα, ἤτοι οὐκ ἀρεστὰ οὐδὲ ὄντως ἡδέα, ἀλλ’ ἅμα τε ἐπράχθη καὶ ἅμα ἀηδῆ καὶ λυπηρὰ τοῖς πράξασιν ἔδοξε. διὸ καὶ ἐπ’ ἄλλα ἔρχονται ζητοῦντες τὸ ὄντως ἡδύ, εὑρεῖν δ’ οὐ δυνάμενοι διὰ τὴν ἄγνοιαν τὴν ἀπὸ τῆς μέθης τῶν φαύλων πράξεων ἐπιγινομένην αὐτοῖς. ὁ δὲ σπουδαῖος (βλέπει γὰρ ὀρθά) τὰ ὄντως ἀγαθὰ καὶ ὄντως ἡδέα διώκων καὶ πράττων αὐτοῖς ἐμμένει. ὡς γὰρ τὸ μὲν ἀληθὲς ὡρισμένον ἐστί, τὸ δὲ ψεῦδος ἀόριστον (ἁπλοῦς γὰρ ὁ μῦθος τῆς ἀληθείας, ποικίλος δὲ καὶ πολυσύνθετος ὁ τοῦ ψεύδους), οὕτω καὶ τὸ ὄντως ἀγαθὸν καὶ ὄντως ἡδὺ ἁπλοῦν ἐστι, τοὐναντίον δ’ ἅπαν τὸ ψεῦδος. εἰπὼν δὲ ὅτι τὸ ζῆν τῶν καθ’ αὑτὸ ἀγαθῶν καὶ ἡδέων ἐστίν, ἐπήγαγε τὸ δὲ τῇ φύσει ἀγαθὸν καὶ τῷ ἐπιεικεῖ ἀγαθόν ἐστι καὶ ἡδύ. αἱρήσεται ἄρα ὁ ἀγαθὸς τὸ ζῆν, τὸ κατ’ ἐνέργειαν δηλονότι, ὥστε καὶ φίλον ἔχειν μεθ’ οὗ συνεχῶς μᾶλλον ἐνεργεῖν δύναται ἤπερ μόνος ὤν. οὐ δεῖ δὲ λαμβάνειν μοχθηρὰν ζωὴν καὶ διεφθαρμένην. δῆλον διὰ τούτου πεποίηκεν, ὁπηνίκα ἔλεγεν ὅτι τὸ ζῆν τῶν καθ’ αὑτὸ ἀγαθῶν καὶ ἡδέων. ὡρισμένον γὰρ ὡς οὐ περὶ πάσης ζωῆς ἔλεγεν ἀλλὰ τῆς τῶν σπουδαίων.3 οὐ δεῖ, φησίν, ὑπολαμβάνειν, ὅταν λέγω, ὅτι ἡ ζωὴ τῶν καθ’ αὑτὸ ἀγαθῶν καὶ ἡδέων ἐστί, περὶ πάσης ζωῆς ἐμὲ τοῦτο λέγειν, ἀλλὰ τῆς τῶν σπουδαίων. αἱ γὰρ τῶν φαύλων ἢ τῶν τροχιζομένων καὶ Πριαμικαῖς πιεζομένων συμφοραῖς οὔθ’ ἡδεῖαι οὔτε καλαί. ἐπαγγέλλεται δὲ ἐρεῖν περὶ τῆς τῶν μοχθηρῶν καὶ τῆς τῶν ἐν λύπαις καὶ κακώσεσιν ὄντων ζωῆς, καὶ ἐρεῖ ἐν τῷ ἐφεξῆς βιβλίῳ, ἔνθα περὶ ἡδονῆς λέγει.

因此,幸福者需要友人,以便持续地进行现实活动,也就是说,以便在现实活动中不断地具有感知和思考的能力。因为这优于处于潜能之中,如果确实如所言那样,诸潜能乃是为了诸现实活动。因此,如果我们依循本性或出于选择而珍视现实活动中的感知,并且这种感知以及在现实活动中意欲与行动尤其是在与友人在一起时属于我们,那么友人对于优秀者在本性上就是值得选择的。因此,他本应顺理成章地引申出这些结论。然而,尽管他着眼于此并意图得出这一结论,他却没有将其引申出来,而是讲了上述那些话,并造成了极大的不明晰。 再者,既然认识自己是最令人愉悦的,但我们自己凭靠自身的力量却无法观照自己(而这一点从我们每天所说的话中就显而易见;因为我们彼此责备时常说:“如果你当时审视自己、认识自己,你就不会想要控告这个人,也不会对邻人说出这样的话”),因此,如果认识并看见自己确是愉悦的,而我们凭靠自身的力量又无法做到这一点,并且友人乃是被爱者的另一个自我,那么幸福者就需要友人,以便正如凝视镜子的人看见自己那样,幸福者也藉由注目友人而看见自己,并认识到自己是怎样的人,即自己是善且可爱的,并且通过看见并认识这位友人,他将更为起劲地践行高尚且最善之事。至于优秀的友人乃是爱者的另一个自我,我们从日常之事中便坚信不疑。因为如果某人极度喜爱某人,他谈及那个人时只会说:“这个人是另一个我,这个人就是我自己,喜爱或侮辱他的人,也就是在喜爱我或侮辱我。” 在说过活着属于就其自身而言善且愉悦的事物之后,为了表明他并非将一切生命都称为现实活动且愉悦和善的,而是特指依循德性的生命,他补充道:“因为它是被限定的。”而被限定的事物属于善的本性。而我们知道,毕达哥拉斯学派设立了两个系列,将一切善的事物归入其中一个系列之下,而将恶的事物归入其余的另一个系列之下。他们将归入高尚之物的那个系列称为“被限定的”,而将归入恶之物的称为“无限定的”,并且他们说高尚之物与被限定之物是可以互换的。因为凡是善的事物都是被限定的,凡是被限定的事物都是善的;恶的事物与无限定的事物也同样如此。因为一切恶都是无限定的,一切无限定的事物都是恶。关于这些系列,在《自然学》和《形而上学》中已有论述。而依循德性的事物是被限定的,亚里士多德与柏拉图在许多地方均已证明。因为卑劣之人由于自身所顺从的无理智欲望以及对低劣快感的无止境欲求,无限定地生活着,变得形形色色,对他所做的一切事情无一满意,并因此从一件事跳跃到另一件事,在任何时刻都不能停驻在同一个事物上。因为卑劣之事以及来自它们的快感就是这般的。我所说的“这般的”,即既不令人满意,亦非真正愉悦,而是一旦被践行,立刻在践行者看来就是不快且痛苦的。因此他们转向其他事物去寻求真正愉悦之物,但由于来自低劣行为之沉醉所带给他们的无知,他们无法找到。然而优秀者(因为他看得端正)追求并践行真正善且真正愉悦的事物,持守于其中。因为正如真理是被限定的,而虚妄是无限定的(因为真理的言说是单纯的,而虚妄的言说则是杂多且极度复杂的),同样地,真正善且真正愉悦的事物是单纯的,而虚妄则完全相反。 在说过活着属于就其自身而言善且愉悦的事物之后,他补充道:“而在本性上善的事物对于公正端正者也是善且愉悦的。”因此,善人将会选择活着——显然是现实活动中的活着——从而也拥有一个友人,与他在一起比独自一人更能持续地进行现实活动。“不应采取卑劣且败坏的生命。”藉此他阐明了,当他说活着属于就其自身而言善且愉悦的事物时,他的意思是什么。也就是说,他说“因为它是被限定的”,意思是他并非就一切生命而言,而是就优秀者的生命而言。他说,当我说生命属于就其自身而言善且愉悦的事物时,不应设想我是就一切生命而言的,而是就优秀者的生命而言。因为卑劣之人的生命,或者遭受轮刑折磨以及遭受普里阿摩斯式不幸压迫之人的生命,既不愉悦也不高尚。而他许诺将会论及卑劣者的生命以及处于痛苦与灾厄之中的人的生命,并且他将在接下来的那一卷中谈论,在那里他将论及快感。

语法注3 条
  1. 8.40ἔστι δὲ ὁ φίλος ἄλλος ὁ φιλούμενος

    ὁ φίλος 为主语,ἄλλος ὁ φιλούμενος 为表语。该句法与后文的 ὅτι δὲ ὁ σπουδαῖος φίλος ἄλλος ὁ φιλῶν ἐστι 相呼应,反映了将友人定义为“另一个自我”(ἕτερος αὐτός / ἄλλος ἐγώ)的传统构词法。带定冠词的分词 ὁ φιλούμενος 构成表语短语的一部分,意指“被爱者[或爱者]的另一个[自我]”。

  2. 8.40ἀντιστρέφειν ἔλεγον τὰ καλὰ καὶ ὡρισμένα

    ἀντιστρέφειν(换位/对换)的逻辑学术语用法。如后文的条件句(εἴ τι γὰρ ἀγαθὸν ὡρισμένον καὶ εἴ τι ὡρισμένον ἀγαθόν)所解释,这一带宾格的不定式结构表达“高尚/善的事物与被限定的事物互为充要条件(相互涵盖)”。

  3. 8.40ὡρισμένον γὰρ ὡς οὐ περὶ πάσης ζωῆς ἔλεγεν ἀλλὰ τῆς τῶν σπουδαίων

    引文短语 ὡρισμένον γάρ 被置于句首作为论述主题,后接 ὡς 引导的从句以阐明亚里士多德的原意(“[他说]‘因为它是被限定的’,意在指……”)。紧随其后的 οὐ δεῖ, φησίν, ὑπολαμβάνειν... 进一步证实了这种解释性同位构造。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:514.37-516.19