- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:513.16-514.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
尤斯特拉提乌将亚里士多德关于优秀的友人对于优秀者在本性上值得选择的论证(1170a13)界定为“更为自然学的”考察,并基于生命的定义(感觉与思考的潜能及其朝向现实活动的终极指向)阐发了该论证的内在理路。
" Φυσικώτερον δὲ ἐπισκοποῦσιν ἔοικεν ὁ σπουδαῖος φίλος τῷ σπουδαίῳ τῇ φύσει αἱρετὸς εἶναι." Αἱ προειρημέναι ἐπιχειρήσεις ἦσαν ἀπὸ τῆς τοῦ εὐδαίμονος ἢ εὐδαίμων φύσεως·1 ὃς εὐδαίμων οὐ φύσει ἐστίν. οὐδεὶς γὰρ σπουδαῖος φύσει ἐστὶ σπουδαῖος, ὥσπερ οὐδ’ ἰατρὸς ἢ γραμματικὸς φύσει ἰατρὸς ἢ γραμματικός ἐστιν. ἀλλ’ ὁ μὲν σπουδαῖος γίνεται τοιοῦτος ἔθει καὶ πόνῳ, ὁ δ’ ἰατρὸς μαθήσει καὶ ἐμπειρίᾳ. ἡ δὲ παροῦσα ἐπιχείρησις ὁρμᾶται ἐκ τοῦ ζῆν ἡμᾶς καὶ αἰσθάνεσθαι, ἃ δὴ τὸ ζῆν καὶ αἰσθάνεσθαι οὐκ ἔθει καὶ συνασκήσει ἐπιγέγονεν ἡμῖν, φύσει δὲ πρόσεστιν ἡμῖν. διὰ τοῦτο εἶπε φυσικώτερον δ’ ἐπισκοποῦσιν, ὡς εἰ ἔλεγε, πρότερον μὲν ἐσκοπούμην καὶ ἐπεχείρουν οὐκ ἐκ τῶν φύσει ἡμῖν προσόντων, νῦν δ’ ἐκ τῶν τοιούτων ἐπισκοπούμενοι φυσικώτερον ἂν διαλεγοίμεθα. σκοπούμενοι γὰρ τὰ φύσει ἡμῖν προσόντα εὑρίσκομεν ὅτι ὁ σπουδαῖος φίλος φύσει αἱρετός ἐστι τῷ σπουδαίῳ, ὡς καὶ τὸ εἶναι καὶ ζῆν καὶ ὁρᾶν καὶ φρονεῖν. φύσει γὰρ ἕκαστον τούτων αἱρούμεθα· φύσει γὰρ ὀρεγόμεθα πάντες καὶ ζῆν καὶ αἰσθάνεσθαι καὶ φρονεῖν. τὸ γὰρ τῇ φύσει ἀγαθὸν εἴρηται ὅτι τῷ σπουδαίῳ ἀγαθὸν καὶ ἡδύ ἐστι καθ’ αὑτό. εἴρηται καὶ πρότερον ὅτι τὸ εἶναι καὶ ζῆν ἀγαθὸν ὂν αἱρετόν ἐστι τῷ σπουδαίῳ. τὰ γὰρ καθ’ αὑτὰ ἀγαθὰ φύσει ὄντα ἀγαθὰ τῷ σπουδαίῳ αἱρετά ἐστι· τὸ δ’ εἶναι καὶ ζῆν φύσει καὶ καθ’ αὑτὸ ἀγαθόν ἐστιν· αἱρετὸν ἄρα τῷ σπουδαίῳ τὸ τοιοῦτον. ἔστι δὲ καὶ ὁ φίλος παραπλήσιος τῷ εἶναι ἡμᾶς καὶ ζῆν, οἷον γὰρ ζωή τις τοῦ φίλου ὁ ἀγαθός ἐστι φίλος ὥστε φύσει αἱρετὸς ὁ σπουδαῖος φίλος τῷ σπουδαίῳ καὶ εὐγνώμονι. ἔστι δ’ ὁ σπουδαῖος φίλος τρόπον τινὰ οὐχ ἡ καθ’ ἕξιν ζωὴ καὶ αἴσθησις τοῦ φίλου ἀλλ’ ἡ κατ’ ἐνέργειαν, εἴπερ σὺν αὐτῷ μάλιστα ἐνεργεῖ. τὸ δὲ ζῆν ὁρίζονται τοῖς ζῴοις δυνάμει αἰσθήσεως. εἴρηται καὶ πρότερον ὅτι τὸ ζῆν ἀγαθὸν ὂν αἱρετόν ἐστι τῷ σπουδαίῳ· καὶ νῦν τὸ αὐτὸ λέγει καὶ κατασκευάζει, ἵνα διὰ τούτου δείξῃ, ὅτι φύσει αἱρετός ἐστιν ὁ σπουδαῖος φίλος τῷ εὐδαίμονι. πάνυ δὲ ἀσαφῶς ἀπαγγέλλει ταῦτα. ὃ δὲ λέγει τοιοῦτον ἂν εἴη. τῆς τῶν ζῴων ζωῆς ἡ οὐσία καὶ τὸ εἶναί ἐστιν ἐν τῷ δύνασθαι αἰσθάνεσθαι· ἔστι γὰρ ἡ ζῴων ζωὴ δύναμις αἰσθητική. ἡ μὲν γὰρ τῶν φυτῶν ζωὴ δύναμίς ἐστι τρέφουσα τὰ ἔχοντα καὶ ποιοῦσα γεννᾶν ὅμοια ἑαυτοῖς· ἡ δὲ τῶν ζῴων δύναμις αἰσθητική. τὸ γὰρ ζῷον τοῦ ζῶντος, ὡς ἐν τῇ Περὶ ψυχῆς εἴρηται, διαφέρει αἰσθήσει. ζῆν μὲν γὰρ λέγεται τὰ ἐξ ἑαυτῶν τρεφόμενα καὶ γεννῶντα ὅμοια ἑαυτοῖς, ζῷα δὲ λέγεται τὰ πρὸς τῷ τρέφεσθαι καὶ γεννᾶν ὅμοια καὶ αἴσθησιν ἔχοντα τῶν ἡδόντων καὶ λυπούντων, ὃ οὐχ ὑπάρχει τοῖς φυτοῖς. οὐδὲν γὰρ αὐτῶν τυπτόμενον λυπεῖται ἢ θεραπευόμενον ἥδεται. ὁρίζεται δή φησι, τουτέστιν ὁρισμὸς καὶ λόγος 〈οὐσιώδης〉 τῆς τοῦ ζῴου ζωῆς ἐστι δύναμις γνωστικὴ τῶν ἡδέων καὶ λυπηρῶν, ὅπερ ἐστὶ δύναμις αἰσθητικὴ καὶ διαγνωστικὴ τῶν ἡδόντων καὶ λυπούντων. τοῖς δὲ ἀνθρώποις τὸ ζῆν ὁρίζεται τῷ τε αἰσθάνεσθαι δύνασθαι καὶ τῷ δύνασθαι νοεῖν, τουτέστιν βουλεύεσθαι. τὸ γὰρ νοεῖν ἀντὶ τοῦ βουλεύεσθαι εἴρηται. μόνος γὰρ ὁ ἄνθρωπός ἐστι ζῷον βουλευτικόν. δύναται τὸ 〈ὁρίζεται〉 εἰρῆσθαι ἀντὶ τοῦ χαρακτηρίζεται καὶ γνωρίζεται. ὁρίζεται οὖν τῷ δύνασθαι νοεῖν. τὴν δὲ δύναμιν ἔχουσι διὰ τὸ ἐνεργεῖν. τὸ γὰρ κύριον ἐν τῇ ἐνεργείᾳ. λέγει δὲ κύριον τὸ τέλος καὶ τὸ οὗ ἕνεκα. τῆς γὰρ ἐνεργείας ἕνεκα ἡ φύσις τὰς δυνάμεις ἡμῖν ἐνέσπειρε καὶ ταύτης ἕνεκα περιέπομεν καὶ ἀσπαζόμεθα ταύτας. τοῦ γὰρ ὁρᾶν ἕνεκα καὶ τοῦ ἀκούειν τὴν ὅρασιν καὶ τὴν ἀκουστικὴν δύναμιν ἀγαπῶμεν. εἰ οὖν τὸ ζῆν ἡμῖν ἐστιν ἐν τῷ δύνασθαι αἰσθάνεσθαι καὶ νοεῖν, τὸ δὲ δύνασθαι αἰσθάνεσθαι καὶ νοεῖν ἔχομεν παρὰ τοῦ δημιουργοῦ διὰ τὸ ἐνεργεῖν, ἔοικε τὸ ζῆν κυρίως εἶναι ἡ κατ’ ἐνέργειαν αἴσθησις καὶ νόησις καὶ ζῆν καὶ πολιτεύεσθαι καὶ πράττειν2 ἢ κατ’ αἴσθησιν καὶ τὰς ἀλόγους ὀρέξεις, ὡς οἱ φαῦλοι βοσκημάτων δίκην ζῶντες, ἢ κατὰ νοῦν ὡς οἱ σπουδαῖοι. ἀλλὰ μὴν τὸ ζῆν καὶ μάλιστα ὡς οἱ σπουδαῖοι τῶν καθ’ αὑτὸ ἀγαθῶν καὶ ἡδέων. καὶ τὸ ζῆν ἄρα καὶ κατ’ ἀρετὴν ἐνεργεῖν καθ’ αὑτὸ ἀγαθὸν καὶ ἡδὺ καὶ αἱρετόν. ταῦτα εἰπὼν ἔδει αὐτὸν ἐπαγαγεῖν, τοῦτο δὲ συνεχῶς γινόμενον μᾶλλον ἀγαθὸν καὶ μᾶλλον ἡδύ ἐστι. τοῦτο δὲ ποιεῖν μονώτην ὄντα, λέγω δὴ συνεχῶς πράττειν μονώτην ὄντα, χαλεπόν.
“对于从更为合乎自然的角度考察的人而言,优秀的友人在本性上对于优秀者似乎是值得选择的。” 先前所述的诸论证是从幸福者就其作为幸福者的本性出发的;而这幸福者并非在本性上如此。因为没有优秀者是在本性上优秀的,正如无论医生还是文法学者,都不是在本性上作为医生或文法学者。相反,优秀者是通过习惯和劳作而成为这般的,而医生则是通过学习和经验。但当前的论证则是从我们的活着与感知出发的,而这活着与感知并不是通过习惯和共同操练后来产生于我们的,而是在本性上属于我们的。正因如此他才说“对于从更为合乎自然的角度考察的人而言”,这仿佛是他在说:“先前我所考察和论证的并不是从本性上属于我们的事物出发,但现在从这些事物出发来考察,我们便会从更为合乎自然的角度进行探讨。”因为通过考察本性上属于我们的事物,我们发现优秀的友人在本性上对于优秀者是值得选择的,正如存在、活着、观看和明智思考也同样如此。因为我们在本性上选择这些当中的每一项;因为我们在本性上都渴望着活着、感知以及明智思考。因为正如所说的那样,本性上善的事物对于优秀者而言就其自身是善且愉悦的。先前也已说过,存在与活着作为善的事物,对于优秀者是值得选择的。因为就其自身为善的事物作为本性上善的事物,对于优秀者是值得选择的;而存在与活着在本性上且就其自身是善的;因此这般的事物对于优秀者是值得选择的。并且友人也与我们的存在和活着极为相似,因为善的友人犹如友人的某种生命,从而优秀的友人对于优秀且通情达理者在本性上是值得选择的。然而优秀的友人在某种意义上并非友人的出于品质的生命与感知,而是出于现实活动的生命与感知,如果他确实尤其与友人一同进行活动的话。人们给动物的活着下的定义是依凭感知潜能。先前也已说过,活着作为善的事物对于优秀者是值得选择的;而现在他也谈论并论证同样的事,以便藉此表明优秀的友人在本性上对于幸福者是值得选择的。但他对这些事情的陈述极不明晰。然而他所要表达的理路当会是如下这般的:动物生命之本质与存在在于能够感知;因为动物的生命乃是感知能力。因为植物的生命乃是一种滋养拥有它之物并使之繁衍同类者的能力;而动物的〔生命〕则是感知能力。因为动物与活物[一般]的差异,正如在《论灵魂》中所说的,在于感知。因为凭靠自身获得滋养并繁衍同类者被称为活着,而在滋养和繁衍同类之外还具有对带来快感与痛苦之物的感知者,才被称为动物,而这并不属于植物。因为它们当中没有任何一种在遭受击打时感到痛苦,或在受到照料时感到愉悦。因此他说,[活着]被定义,即动物生命的定义与本质规定乃是对可意之物与可痛之物的认知能力,而这便是感知且辨识带来快感与痛苦之物的能力。而对于人而言,活着被定义为既能够感知,又能够思考,即能够深思熟虑。因为思考被用作深思熟虑的代用词。因为只有人是善于深思熟虑的动物。这个“被定义”也可以被用作“被表征”和“被认知”的代用词。因此它是通过能够思考来被定义的。而他们拥有这种潜能是为了进行现实活动。因为主导性的东西在于现实活动。而他将终极目的和因其缘由之物称为“主导性的东西”。因为为了现实活动,自然才在我们之中播撒下诸潜能,并且为了现实活动我们才珍视并拥抱这些潜能。因为为了看和为了听,我们才喜爱视觉和听觉能力。因此,如果我们活着在于能够感知和思考,而我们从造物主那里获得感知和思考的能力是为了进行现实活动,那么严格意义上的活着似乎乃是出于现实活动的感觉与思考,也就是活着、过社会生活并行动,无论如同牲畜般生活的卑劣之人那样依循感觉与非理性的欲望,还是如同优秀者那样依循理智。然而事实上,活着,尤其是如优秀者那样活着,属于就其自身而言善且愉悦的事物。因此活着并且依循德性进行现实活动也是就其自身而言善、愉悦且值得选择的。在说了这些之后,他本应顺理成章地补充道:而这件事持续地进行,乃是更为善且更为愉悦的;然而孤身一人的情况下做这件事,我明确指的是孤身一人持续地行动,是困难的。
- 8.40ἀπὸ τῆς τοῦ εὐδαίμονος ἢ εὐδαίμων φύσεως
此处的 ἢ 在文意上并非选言连词“或者”,而是被解读为限制性副词 ᾗ(“就其作为……而言”)的拼写变体或抄写讹误,与前一节(§8.39)中的 ᾗ εὐδαίμων 完全呼应。因此整个短语意为“从幸福者就其作为幸福者的本性出发”。
- 8.40καὶ ζῆν καὶ πολιτεύεσθαι καὶ πράττειν
这些不定式与前述表语名词短语“现实活动中的感觉与思考”(ἡ κατ’ ἐνέργειαν αἴσθησις καὶ νόησις)构成同格,或作为说明性不定式(epexegetical infinitive)具体展开主语 τὸ ζῆν 所包含的实际生存活动。
