- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:512.18-513.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《尼各马可伦理学》卷九第九章(1170a4),阐明幸福的生命必然伴随快乐,而孤身一人难以维持持续的德性活动,因此为了保持持续的活动与快乐,朋友之间的共同生活与相互磨砺是不可或缺的。
" Οἴονται δὲ δεῖν ἡδέως τὸν εὐδαίμονα ζῆν." Καὶ διὰ τούτου τὸ προκείμενον συνάγει λέγων, πάντες τὴν τοῦ εὐδαίμονος ζωὴν ἡδεῖαν εἶναι λέγουσι καὶ πιστεύουσιν ὥσπερ ἄθλιον καὶ ἐλεεινὸν τὸν ἐν λύπαις ὄντα·1 τοιοῦτος δ’ ὁ κακοδαιμονέστατος, ὥστε ἂν ἡ τούτου ζωὴ λυπηρά, ἡ τοῦ εὐδαίμονος ἡδεῖα.2 ἡ δὲ τοῦ εὐδαίμονος ζωή, ᾗ εὐδαίμων, ἡ κατ’ ἀρετὴν ἐνέργειά ἐστι, τὸ δὲ κατ’ ἀρετὴν ἐνεργεῖν ταὐτόν ἐστι τῷ ἡδέως ἐνεργεῖν, ὥστε ἡ τοῦ εὐδαίμονος ζωή, ᾗ εὐδαίμων, τὸ ἡδέως ἐνεργεῖν ἐστιν. εἰ δὲ τοῦτο ἐνεργεῖ συνεχῶς, καὶ ἡσθήσεται· ἐνδελεχῶς δὲ ἐνεργεῖν μονώτῃ ὄντι χαλεπόν ἐστι. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ μονώτῃ δ’ ὄντι χαλεπὸς ὁ βίος. λέγει γὰρ βίον τὰς ἐνεργείας καὶ πράξεις. δεῖ δὲ προσυπακούειν τὸ συνεχής, ἵν’ ᾖ τὸ πλῆρες, χαλεπὸς ὁ συνεχὴς βίος· χαλεπὸν οὖν τῷ ὄντι μονώτην ὄντα συνεχῶς ἐνεργεῖν, μετὰ ἑτέρου δὲ ῥᾴδιον. εἰ οὖν τὸ συνεχῶς ἥδεσθαι τὰς καλλίστας τῶν ἡδονῶν κρεῖττον τοῦ μὴ συνεχῶς, τὸ δὲ ἥδεσθαι ἐν τῷ ἐνεργεῖν καὶ πράττειν ἐστί, καὶ τὸ συνεχῶς ἄρα ἥδεσθαι ἐν τῷ συνεχῶς πράττειν καὶ ἐνεργεῖν ἐστι. μονώτῃ δ’ ὄντι χαλεπὸν συνεχῶς ἐνεργεῖν. δεῖται ἄρα φίλου, ἵνα συνεχῶς ἐνεργῶν συνεχῶς ἥδηται. καὶ εἴη ἂν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη· † οὗ χωρὶς ἀδύνατον συνεχῶς ἥδεσθαι,3 διότι ἀδύνατον καὶ χωρὶς φίλου συνεχῶς ἐνεργεῖν. εἰ δέ τις λέγει, ὅτι ψεῦδος τὸ ἀδύνατον, τό γε χαλεπὸν πάντως ἀληθὲς εἶναι φήσειε. δεῖται τοίνυν ὁ εὐδαίμων φίλων πρὸς τὰς συνεχεῖς ἐνεργείας. ἀνακινοῦσι γὰρ καὶ ἀνεγείρουσιν ἀλλήλους πρὸς ταῦτα οἱ σπουδαῖοι καὶ πολλῷ προθυμοτέρους ποιοῦσιν. ἃ μὲν οὖν βούλεται λέγειν ταῦτά ἐστι· κατὰ δὲ τὴν λέξιν τὴν ὃ δεῖ περὶ τὸν μακάριον εἶναι τοιοῦτόν ἐστι, τὸ συνεχῶς καὶ μὴ ἐκ διαλείμματος τὰ ἐπιεικῆ πράττειν δεῖ τῷ μακαρίῳ ὑπάρχειν· οὕτω γὰρ ἔσται μᾶλλον ὅμοιος θεῷ. οἷς οὖν χαίρει, κρεῖττον συνεχῶς πράττειν ταῦτα.4 χαίρει δὲ ταῖς καλαῖς πράξεσι, ταῖς δ’ ἐναντίαις δυσχεραίνει· ὥσπερ καὶ ὁ μουσικὸς τοῖς καλοῖς μέλεσι· ταῦτα δ’ ἐστὶ τὰ ἐναρμόνια καὶ σύντονα, τοῖς δ’ ἀναρμόστοις λυπεῖται. διά τε δὴ οὖν ταῦτα φίλων δεῖται καὶ διὰ τὸ γίνεσθαι συνάσκησιν καὶ συγγυμνασίαν καὶ ἔτι παράθηξιν τῆς ἀρετῆς τοῖς ἀγαθοῖς ἐκ τοῦ συζῆν· οὐ γὰρ οὕτως καθ’ αὑτόν τις περί τι γυμνάζεσθαι καὶ ἐπιδιδόναι δύναται ὡς μετ’ ἄλλων.
“人们认为幸福者应当过得愉悦。” 并且他也通过这一点推导出了所提出的论题,他说,所有人都说并且相信幸福者的生命是愉悦的,正如[说]处于痛苦中的人是悲惨且可怜的一样;最不幸者便是这样的人,因此如果这人的生命是痛苦的,那么幸福者的生命就是愉悦的。而幸福者的生命,就其作为幸福者而言,乃是合乎德性的活动,而合乎德性地活动与愉悦地活动是同一的,从而幸福者的生命,就其作为幸福者而言,就是愉悦地活动。如果他持续地进行这种活动,他也将获得愉悦;然而对于孤身一人的人来说,不间断地活动是困难的。因为他通过“但对于孤身一人的人而言生命是困难的”这句话表明了这一点。因为他把活动与行动称为“生命”。但人们必须暗中补出“持续的”一词,以使意思完整:“持续的生命是困难的”;因此事实上孤身一人的人持续地活动是困难的,而与他人一起则是容易的。因此,如果在最美好的诸种快乐中持续地享受快乐胜于不持续地享受快乐,而享受快乐在于活动和行动,那么持续地享受快乐也就同样在于持续地行动和活动。但对于孤身一人的人来说,持续地活动是困难的。因此他需要朋友,以便通过持续地活动而持续地享受快乐。而该论证的推论将会是如下形态:[他需要那]没有它便不可能持续享受快乐之物,因为没有朋友也同样不可能持续地活动。但如果有人说“不可能”是不真实的,他也无论如何会声称“困难”是完全真实的。因此幸福者为了持续的活动而需要朋友。因为优秀者们为了这些事而彼此激励、相互唤醒,使彼此热切得多。他想要表达的事理便是这些;而就“应当属于至福者之事”这一文句而言,乃是这样的:持续且不间断地践行中道公正之事,应当属于至福者;因为这样他将更加类似于神。因此,凡是他所喜悦之事,持续地践行这些事便更优越。他喜悦于高尚的行动,而对相反之事感到不快;正如音乐家喜悦于优美的歌曲——这些便是和谐且紧凑的歌曲——而对不协调之曲感到痛苦。因此,由于这些原因,并且由于从共同生活中善人们产生出对于德性的相互练习、共同磨炼以及进一步的砥砺,他需要朋友;因为一个人无法像与他人在一起时那样,单独一人在某方面锻炼自己并取得长进。
- 8.39ὥσπερ ἄθλιον καὶ ἐλεεινὸν τὸν ἐν λύπαις ὄντα
该分句承接前文主句动词 λέγουσι καὶ πιστεύουσιν(或补出谓语不定词 εἶναι),由 ὥσπερ 引导比喻从句:“正如[人们称/相信]处于痛苦中的人是悲惨且可怜的一样”。其对比结构为幸福者的生命(愉悦)与痛苦者的生命(悲惨)。
- 8.39ὥστε ἂν ἡ τούτου ζωὴ λυπηρά, ἡ τοῦ εὐδαίμονος ἡδεῖα
在 ὥστε 引导的结果从句内部,嵌套了由 ἂν(即 ἐάν)引导的条件句,条件从句与归结从句中均省略了系动词(ᾖ 或 ἐστί),构成“因此,如果这人的生命是痛苦的,那么幸福者的生命就是愉悦的”这一逻辑骨架。
- 8.39† οὗ χωρὶς ἀδύνατον συνεχῶς ἥδεσθαι
校勘本中带有校勘十字标(crux)。按上下文脉络,此处系在重构三段论的大前提,需要补出先行词(如朋友 φίλου 或代词 τούτου)作为动词宾语:“[他需要那]没有它便不可能持续享受快乐之物”。紧随其后的 διότι 从句则给出原因解释。
- 8.39οἷς οὖν χαίρει, κρεῖττον συνεχῶς πράττειν ταῦτα
关系代名词 οἷς 处于与格,受动词 χαίρει 的支配,并在后文由 πράττειν 的宾语 ταῦτα 所承接。全句的主语是由非人称形容词 κρεῖττον 所带的不定词短语 συνεχῶς πράττειν ταῦτα,构成“在他所喜悦的事上,持续践行这些事是更好的”倒装句式。
